From d13d8a6ade013c93ad510a3721a2070c487f42a4 Mon Sep 17 00:00:00 2001 From: Intern4 Date: Fri, 12 Jul 2019 10:03:49 -0400 Subject: [PATCH 1/4] issue#704 converted document for EpiDoc and CTS compliance --- .../tlg086/tlg0007.tlg086.perseus-grc3.xml | 549 ++++++++++++++++++ 1 file changed, 549 insertions(+) create mode 100644 data/tlg0007/tlg086/tlg0007.tlg086.perseus-grc3.xml diff --git a/data/tlg0007/tlg086/tlg0007.tlg086.perseus-grc3.xml b/data/tlg0007/tlg086/tlg0007.tlg086.perseus-grc3.xml new file mode 100644 index 000000000..4038943fe --- /dev/null +++ b/data/tlg0007/tlg086/tlg0007.tlg086.perseus-grc3.xml @@ -0,0 +1,549 @@ + + + + + + +περὶ τῆς Ῥωμαίων τύχης +Plutarch +Frank Cole Babbitt +Perseus Project, Tufts University +Gregory Crane + +Prepared under the supervision of +Lisa Cerrato +Rashmi Singhal +Bridget Almas + +The National Endowment for the Humanities + + +Trustees of Tufts University +Medford, MA +Perseus Project +2010-12-13 + + + +Plutarch +Moralia + +with an English Translation by +Frank Cole Babbitt + + +Cambridge, MA +Harvard University Press +London +William Heinemann Ltd. +1936 + +4 + +The Internet Archive + + + + + +

optical character recognition

+
+
+

Text encoded in accordance with the latest EpiDoc standards

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture

+ + +

This pointer pattern extracts sections

+
+ +
+ + +Greek + + + +tagged and parsed +EpiDoc and CTS Conversion + +
+ + + +
+
+

αἱ πολλοὺς πολλάκις ἠγωνισμέναι καὶ μεγάλους ἀγῶνας Ἀρετὴ καὶ Τύχη πρὸς ἀλλήλας μέγιστον ἀγωνίζονται τὸν παρόντα, περὶ τῆς Ῥωμαίων ἡγεμονίας διαδικαζόμεναι ποτέρας γέγονεν ἔργον καὶ ποτέρα τὴν τηλικαύτην δύναμιν γεγέννηκεν. οὐ γὰρ μικρὸν ἔσται τῇ περιγενομένῃ τοῦτο μαρτύριον, μᾶλλον δʼ +ἀπολόγημα α πρὸς κατηγορίαν. κατηγορεῖται δʼ Ἀρετὴ μὲν ὡς καλὸν μὲν ἀνωφελὲς δέ, Τύχη δʼ +ὡς ἀβέβαιον μὲν ἀγαθὸν +δέ· καὶ τὴν μὲν ἄκαρπα πονεῖν λέγουσι, τὴν δʼ ἄπιστα δωρεῖσθαι. τίς οὖν οὐχὶ λέξει, τῇ ἑτέρᾳ +τῆς Ῥώμης προστεθείσης, ἢ λυσιτελέστατον +ἀρετήν, εἰ τηλικαῦτα τοὺς ἀγαθοὺς δέδρακεν ἀγαθά, ἢ βεβαιότατον Εὐτυχίαν, χρόνον ἤδη τοσοῦτον ἃ δέδωκε τηροῦσαν; +

+

Ἴων μὲν οὖν ὁ ποιητὴς ἐν τοῖς δίχα μέτρου καὶ καταλογάδην αὐτῷ γεγραμμένοις φησὶν ἀνομοιότατον πρᾶγμα τῇ σοφίᾳ τὴν τύχην οὖσαν ὁμοιοτάτων πραγμάτων γίγνεσθαι δημιουργόν· αὔξουσιν ἀμφότεραι, προσκοσμοῦσιν ἄνδρας, εἰς δόξαν +ἀνάγουσιν, εἰς δύναμιν, εἰς ἡγεμονίαν. τί δεῖ +τὰ πολλὰ μηκύνειν ἐξαριθμούμενον; αὐτὴν τὴν +τὰ πάντα γεννῶσαν ἡμῖν καὶ φέρουσαν φύσιν οἱ + μὲν τύχην εἶναι νομίζουσιν, οἱ δὲ σοφίαν. διὸ + καλόν τι τῇ Ῥώμῃ καὶ ζηλωτὸν ὁ ἐνεστὼς λόγος ἀξίωμα περιτίθησιν, εἰ διαποροῦμεν ὑπὲρ αὐτῆς, +ὡς ὑπὲρ γῆς καὶ θαλάττης καὶ οὐρανοῦ καὶ ἄστρων, +πότερον κατὰ τύχην συνέστηκεν ἢ κατὰ πρόνοιαν.

+
+
+

ἐγὼ δέ, ὅτι μέν, εἰ καὶ πάνυ πρὸς ἀλλήλας ἀεὶ πολεμοῦσι καὶ διαφέρονται Τύχη καὶ Ἀρετή, +πρός γε τηλικαύτην σύμπηξιν ἀρχῆς καὶ δυνάμεως +εἰκός ἐστιν αὐτὰς σπεισαμένας συνελθεῖν καὶ συνελθούσας ἐπιτελειῶσαι καὶ συναπεργάς ασθαι τῶν ἀνθρωπίνων ἔργων τὸ κάλλιστον, ὀρθῶς ὑπονοεῖν οἴομαι. καὶ νομίζω, καθάπερ Πλάτων φησὶν +ἐκ πυρὸς καὶ γῆς ὡς ἀναγκαίων τε καὶ πρώτων +γεγονέναι τὸν σύμπαντα κόσμον, ἵνʼ +ὁρατός τε + γένηται καὶ ἁπτός, γῆς μὲν τὸ ἐμβριθὲς καὶ +στάσιμον αὐτῷ συμβαλομένης, πυρὸς δὲ χρῶμα καὶ +μορφὴν καὶ κίνησιν αἱ ξ δʼ +ἐν μέσῳ φύσεις, ὕδωρ +καὶ ἀήρ, μαλάξασαι καὶ σβέσασαι τὴν ἑκατέρου τῶν ἄκρων ἀνομοιότητα συνήγαγον καὶ ἀνεμείξαντο τὴν ὕλην διʼ αὐτῶν· οὕτως ἄρα καὶ ὁ τὴν Ῥώμην +ὑποβαλόμενος χρόνος μετὰ θεοῦ τύχην καὶ ἀρετὴν + ἐκέρασε καὶ συνέζευξεν, ἵνʼ ἑκατέρας λαβὼν τὸ οἰκεῖον ἀπεργάσηται πᾶσιν ἀνθρώποις ἑστίαν ἱερὰν +ὡς ἀληθῶς καὶ ἀνησιδώραν καὶ πεῖσμα +μόνιμον καὶ στοιχεῖον ἀίδιον, ὑποφερομένοις τοῖς +πράγμασιν ἀγκυρηβόλιον σάλου καὶ πλάνης, ὥς φησι Δημόκριτος. ὡς γὰρ οἱ φυσικοὶ τὸν + +κόσμον λέγουσιν οὐκ εἶναι πάλαι κόσμον οὐδʼ ἐθέλειν τὰ σώματα συνελθόντα καὶ συμμιγέντα κοινὸν ἐκ πάντων εἶδος τῇ φύσει παρασχεῖν, ἀλλὰ τῶν μὲν ἔτι μικρῶν καὶ σποράδην φερομένων καὶ +διολισθανόντων καὶ ὑποφευγόντων τὰς ἐναπολήψεις +καὶ περιπλοκάς, τῶν δʼ ἀδροτέρων καὶ +συνεστηκότων ἤδη δεινοὺς ἀγῶνας πρὸς ἄλληλα καὶ +διαταραχὰς λαμβανόντων, κλύδωνα καὶ βρασμὸν εἶναι καὶ φθόρου καὶ πλάνης καὶ ναυαγίων μεστὰ πάντα, +πρίν γε τὴν γῆν μέγεθος λαβοῦσαν ἐκ τῶν συνισταμένων καὶ φερομένων ἱδρυθῆναί πως αὐτὴν καὶ τοῖς ἄλλοις ἵδρυσιν ἐν αὑτῇ καὶ περὶ αὑτὴν παρασχεῖν, +οὕτω τῶν μεγίστων ἐν ἀνθρώποις δυνάμεων καὶ ἡγεμονιῶν κατὰ τύχας ἐλαυνομένων καὶ συμφερομένων ὑπὸ τοῦ μηδένα κρατεῖν βούλεσθαι δὲ πάντας, ἀμήχανος ἦν ἡ φορὰ καὶ πλάνη καὶ μεταβολὴ πᾶσα πάντων, μέχρι οὗ τῆς Ῥώμης ἰσχὺν καὶ αὔξησιν + λαβούσης καὶ ἀναδησαμένης τοῦτο μὲν ἔθνη καὶ δήμους ἐν αὑτῇ, τοῦτο δʼ ἀλλοφύλους καὶ διαποντίους βασιλέων ἡγεμονίας, ἕδραν ἔσχε τὰ μέγιστα καὶ ἀσφάλειαν, εἰς κόσμον εἰρήνης καὶ ἕνα κύκλον τῆς ἡγεμονίας ἀπταίστου περιφερομένης, πάσης μὲν ἀρετῆς ἐγγενομένης τοῖς ταῦτα μηχανησαμένοις, πολλῆς δὲ καὶ τύχης συνελθούσης, +ὡς ἐνέσται τοῦ λόγου προϊόντος ἐνδείξασθαι. + +

+
+
+

νυνὶ δέ μοι δοκῶ τοῦ προβλήματος ὥσπερ ἀπὸ σκοπιᾶς καθορᾶν ἐπὶ τὴν σύγκρισιν καὶ τὸν ἀγῶνα τήν τε Τύχην καὶ τὴν +Ἀρετὴν βαδιζούσας. ἀλλὰ τῆς μὲν Ἀρετῆς πρᾶόν τε τὸ βάδισμα καὶ +τὸ βλέμμα καθεστηκός, παρέχει δέ τι καὶ τῷ + προσώπῳ πρὸς τὴν ἅμιλλαν ἐρύθημα τῆς +φιλοτιμίας. καὶ πολὺ μὲν ὑστερεῖ σπευδούσης τῆς Τύχης, +ἄγουσι δʼ αὐτὴν καὶ δορυφοροῦσι κατὰ πλῆθος +ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες, +ἐναντίων τραυμάτων ἀνάπλεῳ, αἷμα συμμεμιγμένον ἱδρῶτι σταλάζοντες, ἡμικλάστοις +ἐπιβεβηκότες λαφύροις. βούλεσθε δὲ πυθώμεθα, τίνες ποτʼ εἰσὶν οὗτοι; Φαβρίκιοί φασιν εἶναι καὶ Κάμιλλοι +καὶ Δέκιοι καὶ Κικιννᾶτοι καὶ Μάξιμοι Φάβιοι καὶ Κλαύδιοι Μάρκελλοι καὶ Σκιπίωνες. ὁρῶ δὲ καὶ +Γάιον Μάριον ὀργιζόμενον τῇ Τύχῃ, καὶ Μούκιος ἐκεῖ Σκαιόλας τὴν φλεγομένην χεῖρα δείκνυσι βοῶν + +μὴ καὶ ταύτην τῇ Τύχῃ χαρίζῃ; καὶ Μάρκος +Ὡράτιος ἀριστεὺς παραποτάμιος Τυρρηνικοῖς +βέλεσι βαρυνόμενος καὶ σκάζοντα μηρὸν παρέχων, +ἐκ βαθείας ὑποφθέγγεται δίνης, οὐκοῦν κἀγὼ +κατὰ τύχην πεπήρωμαι; τοιοῦτος ὁ τῆς Ἀρετῆς χορὸς πρόσεισιν ἐπὶ τὴν σύγκρισιν, +βριθὺς ὁπλιτοπάλας δάιος ἀντιπάλοις. + +

+ +
+
+

τῆς δὲ Τύχης ὀξὺ μὲν τὸ κίνημα καὶ θρασὺ +τὸ φρόνημα καὶ μεγάλαυχος ἡ ἐλπίς, φθάνουσα δὲ +τὴν Ἀρετὴν ἐγγύς ἐστιν, οὐ πτεροῖς ἐλαφρίζουσα +κούφοις ἑαυτὴν οὐδʼ ἀκρώνυχον ὑπὲρ σφαίρας τινὸς +ἴχνος καθεῖσα περισφαλὴς καὶ ἀμφίβολος +πρόσεισιν, εἶτʼ ἄπεισιν ἀιδής· ἀλλʼ ὥσπερ οἱ Σπαρτιᾶται + τὴν Ἀφροδίτην λέγουσι διαβαίνουσαν τὸν Εὐρώταν +τὰ μὲν ἔσοπτρα καὶ τοὺς χλιδῶνας καὶ τὸν κεστὸν +ἀποθέσθαι, δόρυ δὲ καὶ ἀσπίδα λαβεῖν κοσμουμένην +τῷ Λυκούργῳ· οὕτως ἡ Τύχη καταλιποῦσα Πέρσας +καὶ Ἀσσυρίους Μακεδονίαν μὲν ἐλαφρὰ διέπτη καὶ +ἀπεσείσατο ταχέως Ἀλέξανδρον, καὶ διʼ Αἰγύπτου +καὶ Συρίας περιφέρουσα βασιλείας διώδευσε, καὶ +Καρχηδονίους στρεφομένη πολλάκις ἐβάστασε· τῷ +δὲ Παλατίῳ προσερχομένη καὶ διαβαίνουσα τὸν +Θύμβριν ὡς ἔοικεν ἔθηκε τὰς πτέρυγας, ἐξέβη τῶν +πεδίλων, ἀπέλιπε τὴν ἄπιστον καὶ παλίμβολον +σφαῖραν. οὕτως εἰσῆλθεν εἰς Ῥώμην ὡς μενοῦσα +καὶ τοιαύτη πάρεστιν ὡς ἐπὶ τὴν δίκην. +οὐ μὲν γὰρἀπειθὴς, +κατὰ Πίνδαρον, +οὐδὲ δίδυμον στρέφουσα πηδάλιον, +ἀλλὰ μᾶλλον + +εὐνομίας καὶ Πειθοῦς ἀδελφὰ + +καὶ Προμαθείας θυγάτηρ, + + +ὡς γενεαλογεῖ Ἀλκμάν. τὸ δʼ ὑμνούμενον ἐκεῖνο τοῦ πλούτου κέρας ἔχει διὰ χειρός, οὐκ ὀπώρας ἀεὶ θαλλούσης μεστόν, ἀλλʼ ὅσα φέρει πᾶσα γῆ πᾶσα + δὲ θάλαττα καὶ ποταμοὶ καὶ μέταλλα καὶ λιμένες, ἄφθονα καὶ ῥύδην ἐπιχεαμένη. λαμπροὶ δὲ καὶ διαπρεπεῖς ἄνδρες οὐκ ὀλίγοι μετʼ +αὐτῆς ὁρῶνται, Πομπίλιος Νομᾶς ἐκ Σαβίνων καὶ Πρῖσκος +ἐκ Ταρκυνίων, οὓς ἐπήλυδας βασιλεῖς καὶ ξένους ἐνιδρύσατο τοῖς Ῥωμύλου θρόνοις· καὶ Παῦλος Αἰμίλιος ἀπὸ Περσέως καὶ Μακεδόνων ἄτρωτον στρατὸν ἄγων καὶ νίκην ἄδακρυν θριαμβεύων +μεγαλύνει τὴν Τύχην μεγαλύνει δὲ καὶ Καικίλιος Μέτελλος ὁ Μακεδονικός γέρων, ὑπὸ τεττάρων παίδων εον +ὑπατικῶν ἐκκομιζόμενος, Κοΐντου Βαλεαρικοῦ καὶ +Λευκίου Διαδημάτα καὶ Μάρκου Μετέλλου καὶ +Γαΐου Καπραρίου, καὶ δυοῖν γαμβρῶν ὑπατικῶν καὶ θυγατριδῶν κοσμουμένων ἐπιφανέσιν ἀριστείαις +καὶ πολιτείαις. Αἰμίλιος δὲ Σκαῦρος ἐκ ταπεινοῦ βίου καὶ ταπεινοτέρου γένους καινὸς ἄνθρωπος ἀρθεὶς ὑπʼ +αὐτῆς προγράφεται τοῦ μεγάλου συνεδρίου. Κορνήλιον δὲ Σύλλαν ἐκ τῶν Νικοπόλεως τῆς ἑταίρας ἀναλαβοῦσα καὶ βαστάσασα κόλπων +ὑψηλότερον τῶν Κιμβρικῶν Μαρίου θριάμβων καὶ τῶν ἑπτὰ ὑπατειῶν ἐπιτίθησι μοναρχίαις καὶ +δικτατωρίαις. ἄντικρυς οὗτος τῇ Τύχῃ μετὰ τῶν πράξεων + ἑαυτὸν εἰσεποίει βοῶν κατὰ τὸν Οἰδίποδα τὸν Σοφοκλέους + +ἐγὼ δʼ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμω. +καὶ Ῥωμαϊστὶ μὲν Φήλιξ ὠνομάζετο, τοῖς δʼ Ἕλλησιν οὕτως ἔγραφε Λούκιος Κορνήλιος Σύλλας Ἐπαφρόδιτος. καὶ τὰ παρʼ ἡμῖν ἐν Χαιρωνείᾳ τρόπαια καὶ τὰ τῶν Μιθριδατικῶν οὕτως +ἐπιγέγραπται,, καὶ εἰκότως· πλεῖστον γὰρ Ἀφροδίτης οὐ +νύξ, κατὰ Μένανδρον, ἀλλὰ τύχη μετέσχηκεν.

+
+
+

ἆρʼ +οὖν ταύτην τις ἀρχὴν ποιησάμενος οἰ +- +κείαν ἂν ὑπὲρ τῆς Τύχης ἐπάγοιτο μάρτυρας αὖ +τοὺς Ῥωμαίους, ὡς τῇ Τύχῃ πλέον ἢ τῇ Ἀρετῇ νέμοντας; ἀρετῆς μέν γε παρʼ αὐτοῖς ὀψὲ καὶ μετὰ πολλοὺς χρόνους ἱερὸν ἱδρύσατο Σκιπίων ὁ +Νομαντῖνος, εἶτα Μάρκελλος τὸ Οὐιρτοῦτίς τε καὶ +Ὀνῶρις προσαγορευόμενον, καὶ τὸ τῆς Μέντις καλουμένης Γνώμης ἂν νομίζοιτο Σκαῦρος +Αἰμίλιος, περὶ τὰ Κιμβρικὰ τοῖς χρόνοις γεγονώς· ἤδη τότε λόγων καὶ σοφισμάτων καὶ στωμυλίας +παρεισρυείσης εἰς τὴν πόλιν ἤρχοντο σεμνύνειν τὰ + τοιαῦτα. σοφίας δὲ μέχρι καὶ νῦν ἱερὸν οὐκ ἔστιν οὐδὲ Σωφροσύνης ἢ μεγαλοψυχίας ἢ καρτερίας ἢ +ἐγκρατείας· ἀλλὰ τά γε τῆς Τύχης ἱερὰ λαμπρὰ καὶ +παλαιά, καὶ ὁμοῦ τι τοῖς πρώτοις καταμεμειγμένα +τῆς πόλεως θεμελίοις γέγονε. πρῶτος μὲν γὰρ +ἱδρύσατο Τύχης ἱερὸν Μάρκιος Ἄγκος, ὁ Νομᾶ θυγατριδοῦς καὶ τέταρτος ἀπὸ Ῥωμύλου βασιλεὺς +γενόμενος· καὶ τάχα που τῇ τύχῃ τὴν ἀνδρείαν παρωνόμασεν, ᾗ πλεῖστον εἰς τὸ νικᾶν τύχης +μέτεστι. τὸ δὲ τῆς Γυναικείας Τύχης κατεσκευάσαντο πρὸ Καμίλλου ὅτε Μάρκιον Κοριόλανον ἐπάγοντα τῇ πόλει Οὐολούσκους ἀπεστρέψαντο διὰ τῶν γυναικῶν. πρεσβευσάμεναι γὰρ αὗται πρὸς τὸν ἄνδρα μετὰ τῆς μητρὸς αὐτοῦ καὶ τῆς +γυναικός, ἐξελιπάρησαν καὶ κατειργάσαντο φείσασθαι τῆς πόλεως καὶ τὴν στρατιὰν τῶν βαρβάρων +ἀπαγαγεῖν. τότε λέγεται τὸ ἄγαλμα τῆς Τύχης ἅμα +τῷ καθιερωθῆναι φωνὴν ἀφεῖναι καὶ εἰπεῖν, ὁσίῳ +με πόλεως νόμῳ, γυναῖκες ἀσταί, καθιδρύσασθε. +

+

καὶ μὴν καὶ Φούριος Κάμιλλος, ὅτε τὸ Κελτικὸν ἔσβεσε πῦρ, καὶ τὴν Ῥώμην ἀντίρροπον χρυσῷ κεκλιμένην ἀπὸ τοῦ ζυγοῦ καὶ τῆς πλάστιγγος + καθεῖλεν, οὔτʼ εὐβουλίας οὔτʼ ἀνδρείας, ἀλλὰ Φήμης +ἱδρύσατο καὶ Κληδόνος ἱερὸν παρὰ τὴν Καινὴν ὁδόν, ὅπου φασὶ πρὸ τοῦ πολέμου Μάρκῳ Καιδικίῳ βαδίζοντι νύκτωρ φωνὴν γενέσθαι κελεύουσαν +ὀλίγῳ χρόνῳ Γαλατικὸν πόλεμον προσδέχεσθαι. +

+

τὴν δὲ πρὸς τῷ ποταμῷ Τύχην φόρτιν ιν καλοῦσιν ὅπερ ἐστὶν ἰσχυρὰν ἢ ἀριστευτικὴν ἢ +ἀνδρείαν, ὡς τὸ νικητικὸν ἁπάντων κράτος ἔχουσαν. καὶ τόν γε ναὸν αὐτῆς ἐν τοῖς ὑπὸ Καίσαρος +τῷ δήμῳ καταλειφθεῖσι κήποις ᾠκοδόμησαν, ἡγούμενοι κἀκεῖνον εὐτυχίᾳ γενέσθαι μέγιστον, ὡς αὐτὸς ἐμαρτύρησε.

+
+
+

περὶ δὲ Γαΐου Καίσαρος +ᾐδέσθην ἂν εἰπεῖν, +ὡς ὑπʼ εὐτυχίας ἤρθη μέγιστος, εἰ μὴ τοῦτʼ αὐτὸς +ἐμαρτύρησεν. ἐπεὶ γὰρ ἀπὸ Βρεντεσίου Πομπήιον +διώκων ἀνήχθη πρὸ μιᾶς ἡμέρας νωνῶν +Ἰανουαρίων, χειμῶνος ἐν τροπαῖς ὄντος, τὸ μὲν πέλαγος ἀσφαλῶς διεπέρασε, τῆς Τύχης τὸν καιρὸν +ὑπερθεμένης· εὑρὼν δὲ τὸν Πομπήιον ἄθρουν καὶ πολὺν + μὲν ἐν γῇ πολὺν δʼ +ἐν θαλάττῃ μετὰ πασῶν ἅμα τῶν δυνάμεων καθεζόμενον αὐτὸς ὀλιγοστὸς ὢν, τῆς +μετʼ Ἀντωνίου καὶ Σαβίνου στρατιᾶς αὐτῷ βραδυ - +νούσης, ἐτόλμησεν εἰς ἀκάτιον μικρὸν ἐμβὰς καὶ +λαθὼν τόν τε ναύκληρον καὶ τὸν κυβερνήτην ὥς τινος θεράπων ἀναχθῆναι. σκληρᾶς δὲ πρὸς τὸ + ῥεῦμα τοῦ ποταμοῦ γενομένης ἀντιμεταβάσεως καὶ κλύδωνος ἰσχυροῦ, μεταβαλλόμενον ὁρῶν τὸν +κυβερνήτην ἀφεῖλεν ἀπὸ τῆς κεφαλῆς ἱμάτιον, καὶ ἀναδείξας ἑαυτόν, ἴθι, ἔφη, γενναῖε, τόλμα καὶ + δέδιθι,θι, μηδέν, ἀλλʼ +ἐπιδίδου τῇ Τύχῃ τὰ ἱστία +καὶ δέχου τὸ πνεῦμα, πιστεύων ὅτι Καίσαρα φέρεις +καὶ τὴν Καίσαρος Τύχην. οὕτως ἐπέπειστο τὴν +Τύχην αὐτῷ συμπλεῖν, συναποδημεῖν, συστρατεύεσθαι, συστρατηγεῖν, ἧς ἔργον ἦν γαλήνην μὲν +ἐπιτάξαι θαλάττῃ, θέρος δὲ χειμῶνι, τάχος δὲ τοῖς +βραδυτάτοις, ἀλκὴν δὲ τοῖς ἀθυμοτάτοις, τὸ δὲ +τούτων ἀπιστότερον, φυγὴν Πομπηίῳ καὶ Πτολεμαίῳ ξενοκτονίαν, ἵνα καὶ Πομπήιος πέσῃ καὶ Καῖσαρ +μὴ μιανθῇ.

+
+
+

τί δέ; ὁ τούτου μὲν υἱός, πρῶτος δʼ +ἀναγορευθεὶς Σεβαστὸς ἄρξας δὲ τέτταρα καὶ πεντήκοντα + ἔτη, οὐκ αὐτὸς ἐκπέμπων τὸν θυγατριδοῦν ἐπὶ στρατείαν εὔξατο τοῖς θεοῖς ἀνδρείαν μὲν αὐτῷ δοῦναι τὴν Σκιπίωνος, εὔνοιαν δὲ τὴν Πομπηίου, Τύχην +δὲ τὴν αὑτοῦ; καθάπερ ἔργῳ μεγάλῳ +δημιουργὸν ἐπιγράψας ἑαυτῷ τὴν Τύχην, ἥτις αὐτὸν +ἐπιθεῖσα Κικέρωνι καὶ Λεπίδῳ καὶ Πάνσᾳ καὶ Ἱρτίῳ +καὶ Μάρκῳ Ἀντωνίῳ, ταῖς ἐκείνων ἀριστείαις καὶ χερσὶ καὶ νίκαις καὶ στόλοις καὶ πολέμοις καὶ +στρατοπέδοις γενόμενον πρῶτον εἰς ὕψος ἄρασα +καὶ καταβαλοῦσα τούτους, διʼ ὧν ἀνέβη, μόνον + κατέλιπεν. ἐκείνῳ γὰρ ἐπολιτεύετο Κικέρων καὶ +Λέπιδος ἐστρατήγει καὶ Πάνσας ἐνίκα καὶ Ἵρτιος + ἔπιπτε καὶ Ἀντώνιος ὕβριζεν. ἐγὼ γὰρ καὶ Κλεοπάτραν τῆς τύχης Καίσαρος τἰθημι, περὶ ἣν ὡς +ἕρμα κατέδυ καὶ συνετρίβη τηλικοῦτος αὐτοκράτωρ, +ἵνʼ +ᾖ μόνος Καῖσαρ. λέγεται δὲ πολλῆς οἰκειότητος αὐτοῖς καὶ συνηθείας ὑπαρχούσης πολλάκις σχολαζόντων εἰς παιδιὰν σφαίρας ἢ κύβων ἢ νὴ Δία θρεμμάτων ἁμίλλης, οἷον ὀρτύγων, +ἀλεκτρυόνων, ἀεὶ νικώμενον Ἀντώνιον ἀπαλλάττεσθαι· καί τινα τῶν περὶ αὐτὸν ἐπὶ μαντείᾳ σεμνυνόμενον + πολλάκις παρρησιάζεσθαι καὶ νουθετεῖν, ὦ +ἄνθρωπε, τί σοι πρᾶγμα πρὸς τοῦτον ἔστι τὸν νεανίσκον; φεῦγʼ αὐτόν· ἐνδοξότερος εἶ, πρεσβύτερος εἶ, ἄρχεις πλειόνων, ἐνήθληκας πολέμοις, ἐμπειρίᾳ διαφέρεις· ἀλλʼ +ὁ σὸς δαίμων τὸν τούτου φοβεῖται· καὶ ἡ τύχη σου καθʼ +ἑαυτήν ἐστι μεγάλη κολακεύει +δὲ τὴν τούτου· ἐὰν μὴ μακρὰν ᾖς, οἰχήσεται μεταβᾶσα πρὸς αὐτόν. +

+
+
+

ἀλλὰ γὰρ αἱ μὲν ἀπὸ τῶν μαρτύρων πίστεις τοσαῦται τῇ Τύχῃ πάρεισι. δεῖ δὲ καὶ τὰς ἀπὸ τῶν πραγμάτων αὐτῶν εἰσάγειν, ἀρχὴν τοῦ λόγου τὴν ἀρχὴν τῆς πόλεως λαβόντας. εὐθὺς οὖν τίς οὐκ +ἂν εἴποι πρὸς τὴν Ῥωμύλου γένεσιν καὶ σωτηρίαν + καί, τροφὴν καὶ αὔξησιν τὴν μὲν Τύχην ὑποβολὰς +κατατεθεῖσθαι τὴν δʼ Ἀρετὴν ἐξῳκοδομηκέναι; + πρῶτον μὲν οὖν τὸ περὶ τὴν γένεσιν καὶ τὴν τέκνωσιν αὐτῶν τῶν ἐνιδρυσαμένων καὶ κτισάντων τὴν πόλιν εὐτυχίας ἔοικε θαυμαστῆς γενέσθαι. θεῷ γὰρ ἡ τεκοῦσα μειχθῆναι λέγεται, καὶ καθάπερ τὸν Ἡρακλέα σπαρῆναί φασιν ἐν μακρᾷ νυκτί, τῆς ἡμέρας ἐπισχεθείσης παρὰ φύσιν καὶ τοῦ ἡλίου βραδύναντος, οὕτω περὶ τὴν Ῥωμύλου σπορὰν καὶ καταβολὴν τὸν ἥλιον ἐκλιπεῖν ἱστοροῦσι, +ποιησάμενον ἀτρεκῆ σύνοδον πρὸς σελήνην, ᾧπερ ὁ Ἄρης + θεὸς ὢν τῇ Σιλβίᾳ θνητῇ συνῆλθε. ταὐτὸ δὲ +συντυχεῖν τῷ Ῥωμύλῳ καὶ περὶ τὴν μετάστασιν αὐτὴν τοῦ βίου· λέγουσι γὰρ ἐκλείποντος τοῦ ἡλίου +ἠφανίσθαι νώναις καπρατίναις, ἣν ἄχρι νῦν ἡμέραν ἐπιφανῶς ἑορτάζουσιν. +

+

ἔπειτα γεννηθέντας αὐτούς, τοῦ τυράννου +τάττοντος ἀνελεῖν, παρέλαβε κατὰ τύχην οὐ βάρβαρος οὐδʼ ἄγριος ὑπηρέτης, ἐλεήμων δέ τις καὶ φιλάνθρωπος, ὥστε μὴ κτεῖναι ἀλλὰ τοῦ ποταμοῦ τις ἦν ὄχθη χλοερῷ λειμῶνι προσκλύζουσα καὶ περισκιαζομένη +χθαμαλοῖς δένδρεσιν· ἐνταῦθα κατέθηκε τὰ βρέφη πλησίον ἐρινεοῦ τινος, ὃν ῥουμινᾶλιν ὠνόμαζον. + εἶτα λύκαινα μὲν νεοτόκος σπαργῶσα καὶ +πλημμυροῦσα τοὺς μαστοὺς γάλακτι, τῶν σκύμνων + ἀπολωλότων, αὐτὴ χρῄζουσα κουφισμοῦ, +περιέστειξε τὰ βρέφη καὶ θηλὴν ἐπέσχεν, ὥσπερ ὠδῖνα δευτέραν ἀποτιθεμένη τὴν τοῦ γάλακτος. ἱερὸς δʼ ὄρνις Ἄρεος, ὃν δρυοκολάπτην καλοῦσιν, ἐπιφοιτῶν καὶ προσκαθίζων ἀκρώνυχος, ἐν μέρει τῶν νηπίων ἑκατέρου στόμα τῇ χηλῇ διοίγων, ἐνετίθει +ψώμισμα, τῆς αὑτοῦ τροφῆς ἀπομερίζων. τὸν μὲν οὖν ἐρινεὸν ῥουμινᾶλιν ὠνόμασαν ἀπὸ τῆς θηλῆς, ἣν ἡ λύκαινα παρʼ αὐτῷ ὀκλάσασα τοῖς βρέφεσι παρέσχε. μέχρι δὲ πολλοῦ διεφύλαττον οἱ περὶ τὸν τόπον + ἐκεῖνον κατοικοῦντες μηδὲν ἐκτιθέναι τῶν γεννωμένων, ἀλλʼ ἀναιρεῖσθαι πάντα καὶ τρέφειν, τὸ +Ῥωμύλου πάθος καὶ τὴν ὁμοιότητα τιμῶντες. +

+

καὶ μὴν τό τε λαθεῖν αὐτοὺς τρεφομένους καὶ παιδευομένους ἐν Γαβίοις ἀγνοηθῆναι τε Σιλβίας ὄντας υἱοὺς καὶ θυγατριδοῦς Νομίτορος +τοῦ βασιλέως παντάπασι Τύχης κλέμμα α καὶ σόφισμα α φαίνεται γεγενημένον, ὅπως μὴ ἀπόλωνται πρὸ τῶν ἔργων διὰ τὸ γένος, ἀλλʼ +ἐν αὐτοῖς φανῶσι τοῖς κατορθώμασι, γνωρίσματα τῆς εὐγενείας τὴν ἀρετὴν παρέχοντες. +

+

ἐνταῦθά μοι μεγάλου καὶ φρονίμου στρατηγοῦ λόγος ἔπεισι Θεμιστοκλέους ῥηθεὶς πρός τινας τῶν + ὕστερον εὐημερούντων Ἀθήνησι στρατηγῶν καὶ προτιμᾶσθαι τοῦ Θεμιστοκλέους ἀξιούντων. ἔφη + γὰρ τὴν ὑστεραίαν ἐρίσαι πρὸς τὴν ἑορτὴν λέγουσαν ὡς ἐκείνη μέν ἐστι κοπώδης καὶ ἄσχολος, +ἐν αὐτῇ δὲ τῶν παρεσκευασμένων ἀπολαύουσι μεθʼ +ἡσυχίας. τὴν οὖν ἑορτὴν εἰπεῖν, ἀληθῆ λέγεις, +ἀλλʼ ἐμοῦ μὴ γενομένης, ποῦ ἂν σὺ ἦσθα; +κἀμοῦ τοίνυν, ἔφη, μὴ γενομένου περὶ τὰ Μηδικά, +τίς ἂν ὑμῶν ἦν νῦν ὄνησις; τοῦτό μοι δοκεῖ πρὸς τὴν Ῥωμύλου Ἀρετὴν ἡ Τύχη λέγειν, λαμπρὰ μὲν τὰ σὰ ἔργα καὶ μεγάλα καὶ θεῖον ὡς ἀληθῶς + ἐξέφηνας αἷμα καὶ γένος οὖσαν σεαυτήν· ἀλλʼ +ὁρᾷς +πόσον ὑστερεῖς μου; εἰ γὰρ ἐγὼ τότε μὴ +παρηκολούθησα χρηστὴ καὶ φιλάνθρωπος, ἀλλʼ ἀπέλιπον +καὶ προηκάμην τὰ νήπια, σὺ πῶς ἂν ἐγένου καὶ +πόθεν ἐξέλαμψας; εἰ τότε μὴ θῆλυ θηρίον ἐπῆλθε +φλεγμαῖνον ὑπὸ πλήθους καὶ φορᾶς γάλακτος καὶ τραφησομένου δεόμενον μᾶλλον ἢ θρέψοντος, ἀλλʼ +ἀνήμερόν τι τελέως καὶ λιμῶττον, οὐκ ἂν ἔτι νῦν +τὰ καλὰ ταῦτα βασίλεια καὶ ναοὶ καὶ θέατρα καὶ +περίπατοι καὶ ἀγοραὶ καὶ ἀρχεῖα βοτηρικαὶ καλύβαι +καὶ σταθμοὶ νομέων ἦσαν Ἀλβανὸν ἢ Τυρρηνὸν ἢ +Λατῖνον ἄνδρα δεσπότην προσκυνούντων; ἀρχὴ + μὲν δὴ μέγιστον ἐν παντί, μάλιστα δʼ +ἐν ἱδρύσει καὶ κτίσει πόλεως· ταύτην δʼ +ἡ Τύχη παρέσχε σῴσασα καὶ φυλάξασα τὸν κτίστην ἡ μὲν γὰρ Ἀρετὴ μέγαν +ἐποίησε Ῥωμύλον, ἡ Τύχη δʼ ἄχρι τοῦ γενέσθαι +μέγαν ἐτήρησε.

+
+
+

καὶ μὴν τήν γε Νομᾶ βασιλείαν + πολυχρονιωτάτην γενομένην ὁμολογουμένως εὐτυχία διεκυβέρνησε θαυμαστή. τὸ μὲν γὰρ Ἐγερίαν τινά, νυμφῶν +μίαν δρυάδων, δαίμονα σοφὴν ἔρωτι τἀνδρὸς ἐν +συνουσίᾳ γενομένην, παραπαιδαγωγεῖν καὶ συσχηματίζειν τὴν πολιτείαν ἴσως μυθωδέστερόν ἐστι. + καὶ γὰρ ἄλλοι λεχθέντες ἅψασθαι γάμων θείων καὶ θεοῖς ἐράσμιοι γενέσθαι, Πηλεῖς καὶ Ἀγχῖσαι καὶ Ὠρίωνες καὶ +Ἠμαθίωνες, οὐ πάντως ἀγαπητῶς +οὐδʼ ἀλύπως διεβίωσαν. ἀλλὰ Νομᾶς ἔοικε τὴν ἀγαθὴν Τύχην ἔχειν ὡς ἀληθῶς σύνοικον καὶ +σύνεδρον καὶ συνάρχουσαν, ἣ, καθάπερ ἐν κλύδωνι θολερῷ καὶ τεταραγμένῳ πελάγει, τῇ τῶν +προσοίκων καὶ γειτόνων ἔχθρᾳ καὶ χαλεπότητι τὴν πόλιν φερομένην καὶ φλεγμαίνουσαν ὑπὸ μυρίων πόνων +καὶ διχοστασιῶν παραλαβοῦσα τοὺς μὲν ἀντιτεταγμένους θυμοὺς καὶ φθόνους ὥσπερ πνεύματα + κατέσβεσεν· οἷα δέ φασι τὰς ἀλκυόνων λοχείας παραδεξαμένην τὴν θάλατταν ἐν χειμῶνι σῴζειν καὶ συνεκτιθηνεῖσθαι, τοιαύτην ἀναχεαμένη καὶ περιστήσασα γαλήνην πραγμάτων ἀπόλεμον καὶ ἄνοσον +καὶ ἀκίνδυνον καὶ ἄφοβον, νεοσταθεῖ δήμῳ καὶ +κραδαινομένῳ παρέσχε ῥιζῶσαι καὶ καταστῆσαι τὴν +πόλιν αὐξανομένην ἐν ἡσυχίᾳ βεβαίως καὶ ἀνεμποδίστως. ὥσπερ γὰρ ὁλκὰς ἢ τριήρης ναυπηγεῖται μὲν ὑπὸ πληγῶν καὶ βίας πολλῆς, σφύραις καὶ +ἥλοις ἀρασσομένη καὶ γομφώμασι καὶ πρίοσι καὶ πελέκεσι, γενομένην δὲ στῆναι δεῖ καὶ παγῆναι + σύμμετρον χρόνον, ἕως οἵ τε δεσμοὶ κάτοχοι +γένωνται καὶ συνήθειαν οἱ γόμφοι λάβωσιν· ἐὰν δὲ ὑγροῖς ἔτι καὶ περιολισθάνουσι τοῖς ἁρμοῖς κατασπασθῇ, πάντα χαλάσει διατιναχθέντα καὶ δέξεται +τὴν θάλατταν· οὕτω τὴν Ῥώμην ὁ μὲν πρῶτος ἄρχων καὶ δημιουργὸς ἐξ ἀγρίων καὶ βοτήρων ὥσπερ ἐκ δρυόχων κραταιῶν συνιστάμενος, οὐκ +ὀλίγους πόνους ἔσχεν οὐδὲ μικροῖς ἀντήρεισε πολέμοις καὶ κινδύνοις, ἐξ ἀνάγκης ἀμυνόμενος τοὺς ἀνθισταμένους πρὸς τὴν γένεσιν καὶ ἵδρυσιν αὐτῆς. +

+

ὁ δὲ δεύτερος παραλαβὼν χρόνον ἔσχε πῆξαι +καὶ βεβαιῶσαι τὴν αὔξησιν τῇ εὐτυχίᾳ, +ἐπιλαβόμενος πολλῆς μὲν εἰρήνης πολλῆς δʼ ἡσυχίας. + εἰ δὲ τότε Πορσίνας τις ἐπέβρισε Τυρρηνικὸν χάρακα καὶ στρατόπεδον παραστήσας τείχεσιν ὑγροῖς ἔτι +καὶ κραδαινομένοις ἤ τις ἐκ Μαρσῶν ἀποστὰς ἀρειμάνιος δυνάστης ἢ Λευκανὸς ὑπὸ φθόνου καὶ φιλονεικίας, ἀνὴρ δύσερις καὶ πολεμοποιός, οἷος ὕστερον +Μουτίλος ἢ Σίλων ὁ θρασὺς ἢ τὸ ἔσχατον Σύλλα πάλαισμα Τελεσῖνος, ὡς ἀφʼ ἑνὸς συνθήματος ὅλην ἐξοπλίζων τὴν +Ἰταλίαν, τὸν φιλόσοφον Νομᾶν +περιεσάλπιζε θύοντα καὶ προσευχόμενον, οὐκ ἂν ἀντέσχον αἱ πρῶται τῆς πόλεως ἀρχαὶ πρὸς σάλον + καὶ κλύδωνα τοσοῦτον οὐδʼ εἰς εὐανδρίαν καὶ +πλῆθος ἐπέδωκαν· νῦν δʼ ἔοικε τῆς πρὸς τοὺς + +ὕστερον πολέμους παρασκευῆς ἐφόδιον Ῥωμαίοις +ἡ τότʼ εἰρήνη γενέσθαι, καὶ καθάπερ ἀθλητὴς ὁ δῆμος ἐκ τῶν κατὰ Ῥωμύλον ἀγώνων ἐν ἡσυχίᾳ χρόνον ἐτῶν τριῶν καὶ τετταράκοντα σωμασκήσας τὴν δύναμιν ἀξιόμαχον καταστῆσαι τοῖς ὕστερον ἀντιταττομένοις. οὐδὲ γὰρ λιμὸν οὐδὲ λοιμὸν οὐδʼ ἀφορίαν γῆς οὐδʼ ἀωρίαν τινὸς θέρους ἢ χειμῶνος +ἐν τῷ τότε χρόνῳ παραλυπῆσαι τὴν Ῥώμην λέγουσιν, ὡς οὐκ ἀνθρωπίνης εὐβουλίας ἀλλὰ θείας Τύχης ἐπιτροπευούσης τῶν καιρῶν ἐκείνων. ἐκλείσθη δʼ οὖν τότε καὶ τὸ τοῦ Ἰανοῦ δίπυλον, ὃ + πολέμου πύλην καλοῦσιν ἀνέῳγε μὲν γὰρ ὅταν ᾖ πόλεμος, κλείεται δʼ εἰρήνης γενομένης. Νομᾶ δʼ ἀποθανόντος ἀνεῴχθη τοῦ πρὸς Ἀλβανοὺς πολέμου συρραγέντος. εἶτα μυρίων ἄλλων συνεχῶς ὑπολαμβανόντων πάλιν δἰ ἐτῶν ὀγδοήκοντα καὶ τετρακοσίων ἐκλείσθη μετὰ τὸν πρὸς Καρχηδονίους πόλεμον εἰρήνης γενομένης Γαΐου Ἀτιλίου καὶ Τίτου Μαλλίου ὑπάτων, μετὰ δὲ τοῦτον τὸν ἐνιαυτὸν αὖθις ἀνεῴχθη καὶ διέμειναν οἱ πόλεμοι. +ἄχρι τῆς ἐν Ἀκτίῳ νίκης Καίσαρος· τότε δʼ ἤργησε +τὰ Ῥωμαίων ὅπλα χρόνον οὐ πολύν αἱ γὰρ ἀπὸ +Καντάβρων ταραχαὶ καὶ Γαλατίας συρραγεῖσαι Γερμανοῖς συνετάραξαν τὴν εἰρήνην. ἀλλὰ ταῦτα μὲν εὐτυχίας τῆς Νομᾶ προσιστόρηται μαρτύρια.

+
+
+

τὴν δὲ Τύχην καὶ οἱ μετʼ ἐκεῖνον ἐθαύμασαν βασιλεῖς ὡς πρωτόπολιν καὶ τιθηνὸν καὶ + +φερέπολιν τῆς Ῥώμης ἀληθῶς κατὰ Πίνδαρον +Σέρβιος δὲ Τύλλιος, ἀνὴρ τῶν βασιλέων μάλιστα καὶ τὴν δύναμιν αὐξήσας τοῦ δήμου καὶ τὸ πολίτευμα κοσμήσας καὶ τάξιν μὲν ἐπιθεὶς ταῖς +ψηφοφορίαις, τάξιν δὲ ταῖς στρατείαις, τιμητὴς δὲ πρῶτος καὶ βίων ἐπίσκοπος καὶ σωφροσύνης +γενόμενος καὶ δοκῶν ἀνδρειότατος εἶναι καὶ +φρονιμώτατος, αὐτὸς ἑαυτὸν εἰς τὴν Τύχην ἀνῆπτε καὶ +ἀνεδεῖτο τὴν ἡγεμονίαν ἐξ ἐκείνης, ὥστε καὶ +συνεῖναι δοκεῖν αὐτῷ τὴν Τύχην διά τινος θυρίδος + +καταβαίνουσαν εἰς τὸ δωμάτιον νῦν Φενέστελλαν πύλην καλοῦσιν. ἱδρύσατο δʼ οὖν Τύχης ἱερὸν ἐν μὲν Καπετωλίῳ τὸ τῆς Πριμιγενείας λεγομένης, +ὃ πρωτογόνου τις ἂν ἑρμηνεύσειε· καὶ τὸ τῆς +Ὀψεκουέντις, ἣν οἱ μὲν πειθήνιον οἱ +δὲ μειλίχιον εἶναι νομίζουσι. μᾶλλον δὲ τὰς Ῥωμαϊκὰς ἐάσας +ὀνομασίας Ἑλληνιστὶ τὰς δυνάμεις τῶν ἱδρυμάτων πειράσομαι καταριθμήσασθαι. καὶ γὰρ ἰδίας Τύχης +ἱερόν ἐστιν ἐν Παλατίῳ, καὶ τὸ τῆς ἰξευτρίας, εἰ +καὶ γελοῖον, ἀλλʼ ἔχον ἐκ μεταφορᾶς ἀναθεώρησιν, +οἷον ἑλκούσης τὰ πόρρω καὶ κρατούσης +συμπροσισχόμενα. παρὰ δὲ τὴν Μουσκῶσαν καλουμένην + κρήνην ἔτι Παρθένου Τύχης ἱερόν ἐστι καὶ ἐν Αἰσκυλίαις ἐπιστρεφομένης· ἐν δὲ τῷ μακρῷ στενωπῷ Τύχης βωμὸς Εὐέλπιδος· ἔστι δὲ καὶ παρὰ τὸν τῆς Ἀφροδίτης ἐπιταλαρίου βωμὸν ἄρρενος Τύχης ἕδος. ἄλλαι τε μυρίαι Τύχης τιμαὶ καὶ ἐπικλήσεις, ὧν τὰς πλείστας Σερούιος κατέστησεν, +εἰδὼς ὅτι μεγάλη ῥοπή, μᾶλλον δʼ ὅλον ἡ Τύχη παρὰ πάντʼ +ἐστὶ τὰ τῶν ἀνθρώπων πράγματα, καὶ μάλιστὰ γʼ +αὐτοῦ διʼ εὐτυχίαν ἐξ αἰχμαλώτου +καὶ πολεμίου γένους εἰς βασιλείαν προαχθέντος. τοῦ γὰρ Κορνικλάνων ἄστεος ἁλόντος ὑπὸ + +Ῥωμαίων, Ὀκρησία παρθένος αἰχμάλωτος, ἧς οὐδὲ + τὴν ὄψιν οὐδὲ τὸν τρόπον ἠμαύρωσεν ἡ τύχη, +δοθεῖσα Τανακυλλίδι τῇ Ταρκυνίου γυναικὶ τοῦ +βασιλέως ἐδούλευσε· καὶ πελάτης τις εἶχεν αὐτήν, +οὓς κλιέντης Ῥωμαῖοι, καλοῦσιν· ἐκ τούτων +ἐγεγόνει Σερούιος. οἱ δʼ +οὔ φασιν, ἀλλὰ παρθένον τὴν +Ὀκρησίαν ἀπάργματα καὶ λοιβὴν ἑκάστοτε λαμβάνουσαν ἀπὸ τῆς βασιλικῆς τραπέζης ἐπὶ τὴν ἑστίαν κομίζειν καί ποτε τυχεῖν μὲν αὐτήν, ὥσπερ εἰώθει, +τῷ πυρὶ τὰς ἀπαρχὰς ἐπιβάλλουσαν, αἰφνίδιον δὲ τῆς φλογὸς μαρανθείσης μόριον ἀνδρὸς ἀνατεῖναι +γόνιμον ἐκ τῆς ἑστίας, καὶ τοῦτο τὴν κόρην τῇ +Τανακυλλίδι φράσαι μόνῃ περίφοβον γενομένην. +τὴν δὲ συνετὴν οὖσαν καὶ φρενήρη κοσμῆσαί τε τὴν κόρην ὅσα νύμφαις πρέπει καὶ συγκαθεῖρξαι τῷ φάσματι, θεῖον ἡγουμένην. οἱ μὲν ἥρωος οἰκουροῦ +λέγουσιν, οἱ δʼ Ἡφαίστου τὸν ἔρωτα τοῦτον +γενέσθαι. τίκτεται γοῦν Σερούιος, καὶ βρέφους ὄντος +ἡ κεφαλὴ σέλας ἀστραπῇ παραπλήσιον ἀπήστραψεν. +οἱ δὲ περὶ Ἀντίαν οὐχ οὕτω λέγουσιν, ἀλλὰ τυχεῖν μὲν τῷ Σερουίῳ τὴν γυναῖκα Γεγανίαν θνήσκουσαν, αὐτὸν δὲ τῆς μητρὸς παρούσης εἰς ὕπνον ἐκ δυσθυμίας καὶ λύπης ἀποκλιθῆναι· καὶ καθεύδοντος αὐτοῦ ταῖς γυναιξὶν ὀφθῆναι τὸ πρόσωπον αὐτοῦ + πυρὶ περιλαμπόμενον· ὅπερ ἦν μαρτύριον αὐτῷ τῆς +ἐκ πυρὸς γενέσεως, σημεῖον δὲ χρηστὸν ἐπὶ τὴν +ἀπροσδόκητον ἡγεμονίαν, ἧς ἔτυχε μετὰ τὴν + +Ταρκυνίου τελευτὴν Τανακυλλίδος σπουδασάσης. ἐπεὶ +πάντων γε τῶν βασιλέων πρὸς μοναρχίαν οὗτος ἀφυέστατος δοκεῖ γενέσθαι καὶ ἀπροθυμότατος, ὅς +γε τὴν βασιλείαν ἀποθέσθαι διανοηθεὶς ἐκωλύθη· τελευτῶσα γὰρ, ὡς ἔοικεν, ἐξώρκωσε τοῦτον ἐμμεῖναι τῇ ἀρχῇ καὶ προθέσθαι τὴν πάτριον Ῥωμαίων πολιτείαν. οὕτως ἡ Σερουίου βασιλεία +παντάπασι τῆς Τύχης, ἣν ἔλαβέ τε μὴ προσδοκήσας καὶ μὴ βουλόμενος διεφύλαξεν. +

+
+
+

ἀλλʼ ἵνα μὴ δοκῶμεν ὥσπερ εἰς τόπον +ἀμαυρὸν τὸν παλαιὸν χρόνον ἐκ τῶν λαμπρῶν καὶ +ἐναργῶν τεκμηρίων φεύγειν καὶ ὑποχωρεῖν, φέρε τοὺς +βασιλεῖς ἐάσαντες ἐπὶ τὰς γνωριμωτάτας πράξεις +καὶ τοὺς ἐπιφανεστάτους πολέμους τὸν λόγον +μεταγάγωμεν, ἐν οἷς πολλὴν τόλμαν καὶ ἀνδρείαν εἶναιαἰδῶ τε συνεργὸν ἀρετᾶς δοριμάχου, +ὥς φησι Τιμόθεος, τίς οὐκ ἂν ὁμολογήσειεν; ἡ δʼ εὔροια τῶν πραγμάτων καὶ τὸ ῥόθιον τῆς εἰς +τοσαύτην δύναμιν καὶ αὔξησιν ὁρμῆς, οὐ χερσὶν +ἀνθρώπων οὐδὲ ὁρμαῖς προχωροῦσαν ἡγεμονίαν, θείᾳ δὲ πομπῇ καὶ πνεύματι Τύχης +ἐπιταχυνομένην, ἐπιδείκνυται τοῖς ὀρθῶς λογιζομένοις. +τρόπαια τροπαίοις ἐπανίσταται καὶ θριάμβοι θριάμβοις ἀπαντῶσι, καὶ τὸ πρῶτον αἷμα τῶν ὅπλων ἔτι θερμὸν ἀποκλύζεται τῷ δευτέρῳ + καταλαμβανόμενον. τὰς δὲ νίκας ἀριθμοῦσιν οὐ νεκρῶν πλήθει καὶ λαφύρων, ἀλλὰ βασιλείαις αἰχμαλώτοις καὶ δεδουλωμένοις ἔθνεσι καὶ νήσοις καὶ ἠπείροις +προσοριζομέναις τῷ μεγέθει τῆς ἡγεμονίας. μιᾷ μάχῃ Φίλιππος ἀπέβαλε Μακεδονίαν, μιᾷ πληγῇ +παρεχώρησεν Ἀντίοχος +Ἀσίας, ἅπαξ Καρχηδόνιοι +σφα λέντες ἀπώλεσαν Λιβύην. εἷς ἀνὴρ μιᾶς ὁρμῇ στρατιᾶς Ἀρμενίαν προσεκτήσατο, Πόντον, Εὔξεινον, Συρίαν, Ἀραβίαν, Ἀλβανούς, Ἴβηρας, τὰ μέχρι Καυκάσου καὶ Ὑρκανῶν· καὶ τρὶς αὐτὸν ὁ περιρρέων +τὴν οἰκουμένην +Ὠκεανὸς εἶδε νικῶντα. Νομάδας μὲν ἐν Λιβύῃ μέχρι τῶν μεσημβρινῶν ἀνέκοψεν +ἠιόνων, +Ἰβηρίαν δὲ Σερτωρίῳ συννοσήσασαν ἄχρι τῆς Ἀτλαντικῆς κατεστρέψατο θαλάττης· τοὺς δʼ Ἀλβανῶν βασιλεῖς διωκομένους περὶ τὸ Κάσπιον πέλαγος ἔστησε. ταῦτα πάντα κατώρθωσε δημοσίᾳ τύχῃ χρώμενος, εἶθʼ ὑπὸ τῆς ἰδίας ἀνετράπη μοίρας. +

+

+ ὁ δὲ Ῥωμαίων μέγας δαίμων οὐκ ἐφήμερος πνεύσας οὐδὲ καιρὸν ἀκμάσας βραχὺν ὡς ὁ +Μακεδόνων, οὐδὲ χερσαῖος μόνον ὡς ὁ Λακώνων οὐδʼ ἐνάλιος ὡς ὁ Ἀθηναίων, οὐδʼ ὀψὲ κινηθεὶς ὡς ὁ Περσῶν, οὐδὲ ταχὺ παυσάμενος ὡς ὁ +Καρχηδονίων ἀλλʼ ἄνωθεν ἐκ πρώτων γενέσεων τῇ πόλει συνηβήσας καὶ συναυξηθεὶς καὶ συμπολιτευσάμενος, + καὶ παραμείνας βέβαιος ἐν γῇ καὶ θαλάττῃ καὶ πολέμοις καὶ εἰρήνῃ καὶ πρὸς βαρβάρους καὶ πρὸς +Ἕλληνας. οὗτος Ἀννίβαν τὸν Καρχηδόνιον, φθόνῳ +καὶ ταῖς πολιτικαῖς δυσμενείαις μηδενὸς οἴκοθεν + ἐπιρρέοντος, ὥσπερ χείμαρρον ἐξέχεε καὶ +κατανήλωσε περὶ τὴν +Ἰταλίαν. οὗτος τὸ Κίμβρων +καὶ τὸ Τευτόνων στράτευμα μεγάλοις διαστήμασι +τόπων καὶ χρόνων ἐχώρισε καὶ διέσπασεν, ἵνʼ ἀρκέσῃ Μάριος ἑκατέροις ἀνὰ μέρος μαχόμενος, καὶ μὴ συμπεσοῦσαι τριάκοντα μυριάδες ἀνδρῶν ἀηττήτων καὶ ἀμάχων ὅπλων ὁμοῦ κατακλύσωσι τὴν +Ἰταλίαν. διὰ τοῦτον Ἀντίοχος μὲν ἠσχολεῖτο πολεμουμένου Φιλίππου, Φίλιππος δὲ κινδυνεύοντος Ἀντιόχου προηττημένος ἔπιπτε· Μιθριδάτην δέ, τοῦ Μαρσικοῦ πολέμου τὴν Ῥώμην ἐπιφλέγοντος, +οἱ Σαρματικοὶ καὶ Βασταρνικοὶ πόλεμοι κατεῖχον· +Τιγράνην δὲ Μιθριδάτου λαμπροῦ μὲν ὄντος ὑπόνοια καὶ φθόνος ἐχώριζεν, ἡττωμένῳ δʼ +ἀνέμειξεν ἑαυτὸν συναπολέσθαι,

+
+
+

τί +δʼ +οὐχὶ καὶ περὶ τὰς μεγίστας συμφορὰς +ὤρθου τὴν πόλιν ἡ Τύχη; Κελτῶν μὲν περὶ τὸ +Καπετώλιον στρατοπεδευόντων καὶ πολιορκούντων +τὴν ἀκρόπολιν, +νοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν, ὀλέκοντο δὲ λαοί· +τὴν δὲ νυκτερινὴν ἔφοδον αὐτῶν, λεληθότων πάντας + +ἀνθρώπους, ἡ Τύχη καὶ ταὐτόματον ἔκπυστον ἐποίησε γενέσθαι. +

+

περὶ ἧς κἀν βραχεῖ πλείω διελθεῖν ἴσως οὐκ +ἄκαιρόν ἐστι. μετὰ τὴν ἐπʼ Ἀλλίᾳ ποταμῷ Ῥωμαίων μεγάλην ἧτταν οἱ μὲν εἰς Ῥώμην +κατάραντες ἀπὸ τῆς φυγῆς καὶ ταραχῆς συναναπλήσαντες τὸν δῆμον ἐξεπτόησαν καὶ διεσκέδασαν, +ὀλίγων εἰς τὸ Καπετώλιον ἀνασκευασαμένων καὶ διακαρτερούντων. οἱ δʼ εὐθὺς ἀπὸ τῆς τροπῆς εἰς Βηίους συναθροισθέντες ᾑροῦντο δικτάτωρα Φούριον Κάμιλλον, ὃν εὐτυχῶν μὲν καὶ ὑψαυχενῶν ὁ δῆμος ἀπεσείσατο καὶ κατέβαλε, δίκῃ περιπεσόντα δημοσίων κλοπῶν· πτήξας δὲ καὶ ταπεινωθεὶς +ἀνεκαλεῖτο μετὰ τὴν ἧτταν, ἐγχειρίζων καὶ παραδιδοὺς ἀνυπεύθυνον ἡγεμονίαν. ἵνʼ οὖν μὴ καιρῷ δοκῇ νόμῳ δὲ λαμβάνειν ὁ ἀνήρ, μηδʼ, ὡς +ἀπ ἐγνωκὼς τὴν πόλιν, ὅπλοις ἀρχαιρεσιάζῃ τὰ τοῦ στρατοῦ σποράδος καὶ πλάνητος, ἔδει τοὺς ἐν Καπετωλίῳ βουλευτὰς ἐπιψηφίς ασθαι τὴν τῶν +στρατιωτῶν γνώμην μαθόντας. ἦν οὖν Γάιος +Πόντιος ἀνὴρ ἀγαθός,ʼ καὶ τῶν δεδογμένων +αὐτάγγελος ὑποστὰς ἔσεσθαι τοῖς ἐν Καπετωλίῳ μέγαν ἀνεδέξατο κίνδυνον· ἡ γὰρ ὁδὸς ἦν διὰ τῶν πολεμίων κύκλῳ φυλακαῖς καὶ χάραξι τὴν ἄκραν + +περιεχόντων. ὡς οὖν ἐπὶ τὸν ποταμὸν ἦλθε νύκτωρ, + φελλοὺς πλατεῖς ὑποστερνισάμενος καὶ τὸ σῶμα τῇ +κουφότητι, τοῦ ὀχήματος παραθέμενος ἀφῆκε τῷ +ῥόῳ· τυχὼν δὲ πράου καὶ σχολαίως ὑποφέροντος +ἥψατο τῆς ἀντιπέρας ὄχθης ἀσφαλῶς, καὶ ἀποβὰς +ἐχώρει πρὸς τὸ τῶν φώτων διάκενον, τῷ τε σκότει καὶ ʼτῇ σιωπῇ τὴν ἐρημίαν τεκμαιρόμενος· ἐμφὺς δὲ +τῷ κρημνῷ, καὶ ταῖς δεχομέναις τὴν ἐπίβασιν καὶ παρεχούσαις ἀντίληψιν ἐγκλίσεσι καὶ περιαγωγαῖς καὶ τραχύτησι τῆς πέτρας παραδοὺς ἑαυτὸν καὶ +ἐπερεισάμενος ἐξίκετο πρὸς τὸ ἄνω πέτρας καὶ ἀναληφθεὶς ὑπὸ τῶν προφυλάκων ἐδήλωσε τοῖς ἔσω + τὰ δεδογμένα· καὶ λαβὼν τὸ ψήφισμα πάλιν ᾤχετο +πρὸς τὸν Κάμιλλον. +

+

ἡμέρας δὲ τῶν βαρβάρων τις ἄλλως τὸν τόπον +περιιὼν ὡς εἶδε τοῦτο μὲν ἴχνη ποδῶν ἀκρώνυχα καὶ περιολισθήσεις, τοῦτο δʼ ἀποτριβὰς καὶ περικλάσεις τῆς ἐπιβλαστανούσης τοῖς γεώδεσι πόας +ὁλκούς τε σώματος πλαγίους καὶ ἀπερείσεις, ἔφραζε τοῖς ἄλλοις. οἱ δὲ δείκνυσθαι τὴν ὁδὸν αὑτοῖς ὑπὸ τῶν πολεμίων νομίζοντες ἐπεχείρουν +ἁμιλλᾶσθαι, καὶ τῆς νυκτὸς τὸ ἐρημότατον διαφυλάξαντες ἀνέβησαν λαθόντες οὐ μόνον τοὺς φύλακας, ἀλλὰ καὶ τοὺς συνεργοὺς καὶ προκοίτους τῆς φρουρᾶς κύνας ὕπνῳ κρατηθέντας. +

+

+οὐ μὴν ἠπόρησεν ἡ τῆς Ῥώμης Τύχη φωνῆς κακὸν τοσοῦτο μηνῦσαι καὶ φράσαι δυναμένης. χῆνες ἱεροὶ περὶ τὸν νεὼν τῆς Ἥρας ἐτρέφοντο + θεραπεύοντες τὴν θεόν. φύσει μὲν οὖν τὸ ζῷον +εὐθορύβητόν ἐστι καὶ ψοφοδεές· τότε δέ, συντόνου περὶ τοὺς ἔνδον οὔσης ἀπορίας ἀμελουμένων αὐτῶν, λεπτὸς ἦν καὶ λιμώδης ὁ ὕπνος, ὡστʼ εὐθὺς ᾔσθοντο τῶν πολεμίων ὑπερφανέντων τῆς στεφάνης καὶ καταβοῶντες ἰταμῶς προσεφέροντο, καὶ τῇ τῶν ὅπλων ὄψει μᾶλλον ἐκταραττόμενοι κλαγγῆς +διατόρου καὶ τραχείας ἐνεπεπλήκεσαν τὸν τόπον ὑφʼ + ἧς ἀναστάντες οἱ Ῥωμαῖοι καὶ συμφρονήσαντες τὸ +γενόμενον ἐώσαντο καὶ κατεκρήμνισαν τοὺς πολεμίους. πομπεύει δὲ μέχρι νῦν ἐπὶ μνήμῃ τῶν τότε συμπτωμάτων κύων μὲν ἀνεσταυρωμένος, χὴν δὲ μάλα σεμνῶς ἐπὶ στρωμνῆς πολυτελοῦς καὶ φορείου καθήμενος. +

+

ἡ δʼ ὄψις ἐπιδείκνυται Τ ύχης ἰσχὺν καὶ πρὸς +ἅπαν εὐπορίαν ἐκ τῶν παραλόγων, ὅταν τι πραγματεύηται καὶ στρατηγῇ, νοῦν μὲν ἀλόγοις καὶ ἄφροσιν, ἀλκὴν δὲ καὶ θράσος δειλοῖς ἐντιθείσης. τίς γὰρ οὐκ ἂν ὡς ἀληθῶς ἐκπλαγείη καὶ θαυμάσειεν +ἐπιμαθὴς γενόμενος καὶ λογισμῷ τινι τὴν τότε +κατήφειαν καὶ τὴν νῦν ὑπάρχουσαν εὐδαιμονίαν + τῆς πόλεως περιλαβὼν καὶ ἀποβλέψας ναῶν +λαμπρότητα καὶ πλοῦτον ἀναθημάτων καὶ τεχνῶν +ἁμίλλας καὶ φιλοτιμίας πόλεων καὶ στεφάνους βασιλέων, καὶ ὅσα γῆ φέρει καὶ θάλαττα καὶ νῆσοι + +καὶ ἤπειροι καὶ ποταμοὶ καὶ δένδρα καὶ ζῷα καὶ πεδία καὶ ὄρη καὶ μέταλλα, πάντων ἀπαρχὰς ἐριζούσας εἰς κάλλος ὄψει καὶ χάριτι κοσμούσῃ τὸν τόπον, ὡς ταῦτα παρὰ μικρὸν ἦλθε μὴ γενέσθαι μηδʼ εἶναι; πυρὶ δὲ καὶ σκότει φοβερῷ καὶ ὄρφνῃ καὶ ξίφεσι βαρβάροις καὶ μιαιφόνοις θυμοῖς κρατουμένων πάντων, εὐτελῆ καὶ ἄλογα καὶ ἄτολμα +θρέμματα σωτηρίας ἀρχὴν παρέσχε καὶ τοὺς μεγάλους ἐκείνους ἀριστεῖς καὶ ἡγεμόνας Μαλλίους καὶ +Σερουιλίους καὶ Ποστουμίους καὶ Παπιρίους, τῶν +αὖθις οἴκων γενάρχας, παρʼ οὐδὲν ἥκοντας +ἀπολέσθαι, χῆνες ἀνέστησαν ὑπὲρ τοῦ πατρίου θεοῦ καὶ τῆς πατρίδος ἀμύνεσθαι. εἰ δέ, ὥσπερ Πολύβιος +ἐν τῇ δευτέρᾳ βίβλῳ περὶ τῶν τότε τὴν Ῥωμαιων πόλιν καταλαβόντων ἱστόρηκε Κελτῶν, ἀληθές ἐστιν, ὅτι προσπεσούσης αὐτοῖς ἀγγελίας φθείρεσθαι +τὰ οἴκοι ὑπὸ τῶν προσοίκων βαρβάρων +ἐμβεβληκότων εἰς τὴν χώραν καὶ κρατούντων ἀνεχώρησαν + εἰρήνην θέμενοι πρὸς τὸν Κάμιλλον, οὐδʼ +ἀμφισβήτησις ἔστι πρὸς τὴν Τύχην ὡς οὐχὶ τῆς σωτηρίας αἰτία κατέστη περισπάσασα τοὺς πολεμίους, μᾶλλον δʼ ἀποσπάσασα τῆς Ῥώμης ἀπροσδοκήτως.

+
+
+

ἀλλὰ τί δεῖ περὶ ταῦτα διατρίβειν, ἃ σαφὲς οὐδὲν οὐδʼ ὡρισμένον ἔχει τῷ καὶ τὰ πράγματα συγχυθῆναι τῶν Ῥωμαίων καὶ διαφθαρῆναι τοὺς +ἐπʼ αὐτῶν ὑπομνηματισμούς, ὡς Λίβιος ἱστόρηκε; + +τὰ γὰρ ὕστερον μᾶλλον ὄντα δῆλα καὶ καταφανῆ δεικνύει τὴν τῆς Τύχης εὐμένειαν, ᾗ ἔγωγε τίθεμαι καὶ τὴν Ἀλεξάνδρου τελευτήν, ἀνδρὸς εὐτυχήμασι μεγάλοις καὶ κατορθώμασι λαμπροῖς ὑπὸ θάρσους + ἀμάχου καὶ φρονήματος ὥσπερ ἄστρου φερομένου καὶ +διᾴττοντος ἐπὶ δυσμὰς ἐξ ἀνατολῶν καὶ βάλλοντος ἤδη τὰς τῶν ὅπλων αὐγὰς εἰς τὴν +Ἰταλίαν, +ὡς πρόφασις μὲν ἦν αὐτῷ τῆς στρατείας ὁ Μολοττὸς Ἀλέξανδρος ὑπὸ Βρεττίων καὶ Λευκανῶν περὶ Πανδοσίαν κατακεκομμένος· ὁ δʼ ἄγων αὐτὸν ὡς ἀληθῶς ἐπὶ πάντας ἀνθρώπους δόξης ἔρως καὶ ἡγεμονίας ζῆλον ἔσχε καὶ ἅμιλλαν ὑπερβαλέσθαι τὰ Διονύσου καὶ Ἡρακλέους πέρατα τῆς +στρατηλασίας. τῆς δʼ Ἰταλίας ἐπυνθάνετο τὴν ἐν Ῥώμῃ δύναμιν καὶ ἀλκὴν ὥσπερ στόμωμα προτεταγμένην + ὄνομα γὰρ καὶ δόξα τούτων ἐπιφανεστάτη +διεπέμπετο πρὸς αὐτὸν ὥσπερ ἀθλητῶν μυρίοις ἐγγεγυμνασμένων πολέμοις. +οὐ γὰρ ἀναιμωτί γε διακρινθήμεναι οἴω, +συμπεσόντων ὅπλοις ἀνικήτοις φρονημάτων +ἀδουλώτων. πλῆθος μὲν γὰρ ἦσαν οὗτοι τρισκαίδεκα μυριάδων οὐκ ἐλάττους, πολεμικοὶ δὲ καὶ ἀνδρώδεις +ἅπαντες, + +ἐπιστάμενοι μὲν ἀφʼ ἵππων + +ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα. + +

+
+
+ +
+
\ No newline at end of file From f216c1979c1447165ce25f038a6b0ec02f393026 Mon Sep 17 00:00:00 2001 From: Intern4 Date: Fri, 12 Jul 2019 10:09:59 -0400 Subject: [PATCH 2/4] fix master --- .../tlg086/tlg0007.tlg086.perseus-grc3.xml | 549 ------------------ 1 file changed, 549 deletions(-) delete mode 100644 data/tlg0007/tlg086/tlg0007.tlg086.perseus-grc3.xml diff --git a/data/tlg0007/tlg086/tlg0007.tlg086.perseus-grc3.xml b/data/tlg0007/tlg086/tlg0007.tlg086.perseus-grc3.xml deleted file mode 100644 index 4038943fe..000000000 --- a/data/tlg0007/tlg086/tlg0007.tlg086.perseus-grc3.xml +++ /dev/null @@ -1,549 +0,0 @@ - - - - - - -περὶ τῆς Ῥωμαίων τύχης -Plutarch -Frank Cole Babbitt -Perseus Project, Tufts University -Gregory Crane - -Prepared under the supervision of -Lisa Cerrato -Rashmi Singhal -Bridget Almas - -The National Endowment for the Humanities - - -Trustees of Tufts University -Medford, MA -Perseus Project -2010-12-13 - - - -Plutarch -Moralia - -with an English Translation by -Frank Cole Babbitt - - -Cambridge, MA -Harvard University Press -London -William Heinemann Ltd. -1936 - -4 - -The Internet Archive - - - - - -

optical character recognition

-
-
-

Text encoded in accordance with the latest EpiDoc standards

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture

- - -

This pointer pattern extracts sections

-
- -
- - -Greek - - - -tagged and parsed -EpiDoc and CTS Conversion - -
- - - -
-
-

αἱ πολλοὺς πολλάκις ἠγωνισμέναι καὶ μεγάλους ἀγῶνας Ἀρετὴ καὶ Τύχη πρὸς ἀλλήλας μέγιστον ἀγωνίζονται τὸν παρόντα, περὶ τῆς Ῥωμαίων ἡγεμονίας διαδικαζόμεναι ποτέρας γέγονεν ἔργον καὶ ποτέρα τὴν τηλικαύτην δύναμιν γεγέννηκεν. οὐ γὰρ μικρὸν ἔσται τῇ περιγενομένῃ τοῦτο μαρτύριον, μᾶλλον δʼ -ἀπολόγημα α πρὸς κατηγορίαν. κατηγορεῖται δʼ Ἀρετὴ μὲν ὡς καλὸν μὲν ἀνωφελὲς δέ, Τύχη δʼ -ὡς ἀβέβαιον μὲν ἀγαθὸν -δέ· καὶ τὴν μὲν ἄκαρπα πονεῖν λέγουσι, τὴν δʼ ἄπιστα δωρεῖσθαι. τίς οὖν οὐχὶ λέξει, τῇ ἑτέρᾳ -τῆς Ῥώμης προστεθείσης, ἢ λυσιτελέστατον -ἀρετήν, εἰ τηλικαῦτα τοὺς ἀγαθοὺς δέδρακεν ἀγαθά, ἢ βεβαιότατον Εὐτυχίαν, χρόνον ἤδη τοσοῦτον ἃ δέδωκε τηροῦσαν; -

-

Ἴων μὲν οὖν ὁ ποιητὴς ἐν τοῖς δίχα μέτρου καὶ καταλογάδην αὐτῷ γεγραμμένοις φησὶν ἀνομοιότατον πρᾶγμα τῇ σοφίᾳ τὴν τύχην οὖσαν ὁμοιοτάτων πραγμάτων γίγνεσθαι δημιουργόν· αὔξουσιν ἀμφότεραι, προσκοσμοῦσιν ἄνδρας, εἰς δόξαν -ἀνάγουσιν, εἰς δύναμιν, εἰς ἡγεμονίαν. τί δεῖ -τὰ πολλὰ μηκύνειν ἐξαριθμούμενον; αὐτὴν τὴν -τὰ πάντα γεννῶσαν ἡμῖν καὶ φέρουσαν φύσιν οἱ - μὲν τύχην εἶναι νομίζουσιν, οἱ δὲ σοφίαν. διὸ - καλόν τι τῇ Ῥώμῃ καὶ ζηλωτὸν ὁ ἐνεστὼς λόγος ἀξίωμα περιτίθησιν, εἰ διαποροῦμεν ὑπὲρ αὐτῆς, -ὡς ὑπὲρ γῆς καὶ θαλάττης καὶ οὐρανοῦ καὶ ἄστρων, -πότερον κατὰ τύχην συνέστηκεν ἢ κατὰ πρόνοιαν.

-
-
-

ἐγὼ δέ, ὅτι μέν, εἰ καὶ πάνυ πρὸς ἀλλήλας ἀεὶ πολεμοῦσι καὶ διαφέρονται Τύχη καὶ Ἀρετή, -πρός γε τηλικαύτην σύμπηξιν ἀρχῆς καὶ δυνάμεως -εἰκός ἐστιν αὐτὰς σπεισαμένας συνελθεῖν καὶ συνελθούσας ἐπιτελειῶσαι καὶ συναπεργάς ασθαι τῶν ἀνθρωπίνων ἔργων τὸ κάλλιστον, ὀρθῶς ὑπονοεῖν οἴομαι. καὶ νομίζω, καθάπερ Πλάτων φησὶν -ἐκ πυρὸς καὶ γῆς ὡς ἀναγκαίων τε καὶ πρώτων -γεγονέναι τὸν σύμπαντα κόσμον, ἵνʼ -ὁρατός τε - γένηται καὶ ἁπτός, γῆς μὲν τὸ ἐμβριθὲς καὶ -στάσιμον αὐτῷ συμβαλομένης, πυρὸς δὲ χρῶμα καὶ -μορφὴν καὶ κίνησιν αἱ ξ δʼ -ἐν μέσῳ φύσεις, ὕδωρ -καὶ ἀήρ, μαλάξασαι καὶ σβέσασαι τὴν ἑκατέρου τῶν ἄκρων ἀνομοιότητα συνήγαγον καὶ ἀνεμείξαντο τὴν ὕλην διʼ αὐτῶν· οὕτως ἄρα καὶ ὁ τὴν Ῥώμην -ὑποβαλόμενος χρόνος μετὰ θεοῦ τύχην καὶ ἀρετὴν - ἐκέρασε καὶ συνέζευξεν, ἵνʼ ἑκατέρας λαβὼν τὸ οἰκεῖον ἀπεργάσηται πᾶσιν ἀνθρώποις ἑστίαν ἱερὰν -ὡς ἀληθῶς καὶ ἀνησιδώραν καὶ πεῖσμα -μόνιμον καὶ στοιχεῖον ἀίδιον, ὑποφερομένοις τοῖς -πράγμασιν ἀγκυρηβόλιον σάλου καὶ πλάνης, ὥς φησι Δημόκριτος. ὡς γὰρ οἱ φυσικοὶ τὸν - -κόσμον λέγουσιν οὐκ εἶναι πάλαι κόσμον οὐδʼ ἐθέλειν τὰ σώματα συνελθόντα καὶ συμμιγέντα κοινὸν ἐκ πάντων εἶδος τῇ φύσει παρασχεῖν, ἀλλὰ τῶν μὲν ἔτι μικρῶν καὶ σποράδην φερομένων καὶ -διολισθανόντων καὶ ὑποφευγόντων τὰς ἐναπολήψεις -καὶ περιπλοκάς, τῶν δʼ ἀδροτέρων καὶ -συνεστηκότων ἤδη δεινοὺς ἀγῶνας πρὸς ἄλληλα καὶ -διαταραχὰς λαμβανόντων, κλύδωνα καὶ βρασμὸν εἶναι καὶ φθόρου καὶ πλάνης καὶ ναυαγίων μεστὰ πάντα, -πρίν γε τὴν γῆν μέγεθος λαβοῦσαν ἐκ τῶν συνισταμένων καὶ φερομένων ἱδρυθῆναί πως αὐτὴν καὶ τοῖς ἄλλοις ἵδρυσιν ἐν αὑτῇ καὶ περὶ αὑτὴν παρασχεῖν, -οὕτω τῶν μεγίστων ἐν ἀνθρώποις δυνάμεων καὶ ἡγεμονιῶν κατὰ τύχας ἐλαυνομένων καὶ συμφερομένων ὑπὸ τοῦ μηδένα κρατεῖν βούλεσθαι δὲ πάντας, ἀμήχανος ἦν ἡ φορὰ καὶ πλάνη καὶ μεταβολὴ πᾶσα πάντων, μέχρι οὗ τῆς Ῥώμης ἰσχὺν καὶ αὔξησιν - λαβούσης καὶ ἀναδησαμένης τοῦτο μὲν ἔθνη καὶ δήμους ἐν αὑτῇ, τοῦτο δʼ ἀλλοφύλους καὶ διαποντίους βασιλέων ἡγεμονίας, ἕδραν ἔσχε τὰ μέγιστα καὶ ἀσφάλειαν, εἰς κόσμον εἰρήνης καὶ ἕνα κύκλον τῆς ἡγεμονίας ἀπταίστου περιφερομένης, πάσης μὲν ἀρετῆς ἐγγενομένης τοῖς ταῦτα μηχανησαμένοις, πολλῆς δὲ καὶ τύχης συνελθούσης, -ὡς ἐνέσται τοῦ λόγου προϊόντος ἐνδείξασθαι. - -

-
-
-

νυνὶ δέ μοι δοκῶ τοῦ προβλήματος ὥσπερ ἀπὸ σκοπιᾶς καθορᾶν ἐπὶ τὴν σύγκρισιν καὶ τὸν ἀγῶνα τήν τε Τύχην καὶ τὴν -Ἀρετὴν βαδιζούσας. ἀλλὰ τῆς μὲν Ἀρετῆς πρᾶόν τε τὸ βάδισμα καὶ -τὸ βλέμμα καθεστηκός, παρέχει δέ τι καὶ τῷ - προσώπῳ πρὸς τὴν ἅμιλλαν ἐρύθημα τῆς -φιλοτιμίας. καὶ πολὺ μὲν ὑστερεῖ σπευδούσης τῆς Τύχης, -ἄγουσι δʼ αὐτὴν καὶ δορυφοροῦσι κατὰ πλῆθος -ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες, -ἐναντίων τραυμάτων ἀνάπλεῳ, αἷμα συμμεμιγμένον ἱδρῶτι σταλάζοντες, ἡμικλάστοις -ἐπιβεβηκότες λαφύροις. βούλεσθε δὲ πυθώμεθα, τίνες ποτʼ εἰσὶν οὗτοι; Φαβρίκιοί φασιν εἶναι καὶ Κάμιλλοι -καὶ Δέκιοι καὶ Κικιννᾶτοι καὶ Μάξιμοι Φάβιοι καὶ Κλαύδιοι Μάρκελλοι καὶ Σκιπίωνες. ὁρῶ δὲ καὶ -Γάιον Μάριον ὀργιζόμενον τῇ Τύχῃ, καὶ Μούκιος ἐκεῖ Σκαιόλας τὴν φλεγομένην χεῖρα δείκνυσι βοῶν - -μὴ καὶ ταύτην τῇ Τύχῃ χαρίζῃ; καὶ Μάρκος -Ὡράτιος ἀριστεὺς παραποτάμιος Τυρρηνικοῖς -βέλεσι βαρυνόμενος καὶ σκάζοντα μηρὸν παρέχων, -ἐκ βαθείας ὑποφθέγγεται δίνης, οὐκοῦν κἀγὼ -κατὰ τύχην πεπήρωμαι; τοιοῦτος ὁ τῆς Ἀρετῆς χορὸς πρόσεισιν ἐπὶ τὴν σύγκρισιν, -βριθὺς ὁπλιτοπάλας δάιος ἀντιπάλοις. - -

- -
-
-

τῆς δὲ Τύχης ὀξὺ μὲν τὸ κίνημα καὶ θρασὺ -τὸ φρόνημα καὶ μεγάλαυχος ἡ ἐλπίς, φθάνουσα δὲ -τὴν Ἀρετὴν ἐγγύς ἐστιν, οὐ πτεροῖς ἐλαφρίζουσα -κούφοις ἑαυτὴν οὐδʼ ἀκρώνυχον ὑπὲρ σφαίρας τινὸς -ἴχνος καθεῖσα περισφαλὴς καὶ ἀμφίβολος -πρόσεισιν, εἶτʼ ἄπεισιν ἀιδής· ἀλλʼ ὥσπερ οἱ Σπαρτιᾶται - τὴν Ἀφροδίτην λέγουσι διαβαίνουσαν τὸν Εὐρώταν -τὰ μὲν ἔσοπτρα καὶ τοὺς χλιδῶνας καὶ τὸν κεστὸν -ἀποθέσθαι, δόρυ δὲ καὶ ἀσπίδα λαβεῖν κοσμουμένην -τῷ Λυκούργῳ· οὕτως ἡ Τύχη καταλιποῦσα Πέρσας -καὶ Ἀσσυρίους Μακεδονίαν μὲν ἐλαφρὰ διέπτη καὶ -ἀπεσείσατο ταχέως Ἀλέξανδρον, καὶ διʼ Αἰγύπτου -καὶ Συρίας περιφέρουσα βασιλείας διώδευσε, καὶ -Καρχηδονίους στρεφομένη πολλάκις ἐβάστασε· τῷ -δὲ Παλατίῳ προσερχομένη καὶ διαβαίνουσα τὸν -Θύμβριν ὡς ἔοικεν ἔθηκε τὰς πτέρυγας, ἐξέβη τῶν -πεδίλων, ἀπέλιπε τὴν ἄπιστον καὶ παλίμβολον -σφαῖραν. οὕτως εἰσῆλθεν εἰς Ῥώμην ὡς μενοῦσα -καὶ τοιαύτη πάρεστιν ὡς ἐπὶ τὴν δίκην. -οὐ μὲν γὰρἀπειθὴς, -κατὰ Πίνδαρον, -οὐδὲ δίδυμον στρέφουσα πηδάλιον, -ἀλλὰ μᾶλλον - -εὐνομίας καὶ Πειθοῦς ἀδελφὰ - -καὶ Προμαθείας θυγάτηρ, - - -ὡς γενεαλογεῖ Ἀλκμάν. τὸ δʼ ὑμνούμενον ἐκεῖνο τοῦ πλούτου κέρας ἔχει διὰ χειρός, οὐκ ὀπώρας ἀεὶ θαλλούσης μεστόν, ἀλλʼ ὅσα φέρει πᾶσα γῆ πᾶσα - δὲ θάλαττα καὶ ποταμοὶ καὶ μέταλλα καὶ λιμένες, ἄφθονα καὶ ῥύδην ἐπιχεαμένη. λαμπροὶ δὲ καὶ διαπρεπεῖς ἄνδρες οὐκ ὀλίγοι μετʼ -αὐτῆς ὁρῶνται, Πομπίλιος Νομᾶς ἐκ Σαβίνων καὶ Πρῖσκος -ἐκ Ταρκυνίων, οὓς ἐπήλυδας βασιλεῖς καὶ ξένους ἐνιδρύσατο τοῖς Ῥωμύλου θρόνοις· καὶ Παῦλος Αἰμίλιος ἀπὸ Περσέως καὶ Μακεδόνων ἄτρωτον στρατὸν ἄγων καὶ νίκην ἄδακρυν θριαμβεύων -μεγαλύνει τὴν Τύχην μεγαλύνει δὲ καὶ Καικίλιος Μέτελλος ὁ Μακεδονικός γέρων, ὑπὸ τεττάρων παίδων εον -ὑπατικῶν ἐκκομιζόμενος, Κοΐντου Βαλεαρικοῦ καὶ -Λευκίου Διαδημάτα καὶ Μάρκου Μετέλλου καὶ -Γαΐου Καπραρίου, καὶ δυοῖν γαμβρῶν ὑπατικῶν καὶ θυγατριδῶν κοσμουμένων ἐπιφανέσιν ἀριστείαις -καὶ πολιτείαις. Αἰμίλιος δὲ Σκαῦρος ἐκ ταπεινοῦ βίου καὶ ταπεινοτέρου γένους καινὸς ἄνθρωπος ἀρθεὶς ὑπʼ -αὐτῆς προγράφεται τοῦ μεγάλου συνεδρίου. Κορνήλιον δὲ Σύλλαν ἐκ τῶν Νικοπόλεως τῆς ἑταίρας ἀναλαβοῦσα καὶ βαστάσασα κόλπων -ὑψηλότερον τῶν Κιμβρικῶν Μαρίου θριάμβων καὶ τῶν ἑπτὰ ὑπατειῶν ἐπιτίθησι μοναρχίαις καὶ -δικτατωρίαις. ἄντικρυς οὗτος τῇ Τύχῃ μετὰ τῶν πράξεων - ἑαυτὸν εἰσεποίει βοῶν κατὰ τὸν Οἰδίποδα τὸν Σοφοκλέους - -ἐγὼ δʼ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμω. -καὶ Ῥωμαϊστὶ μὲν Φήλιξ ὠνομάζετο, τοῖς δʼ Ἕλλησιν οὕτως ἔγραφε Λούκιος Κορνήλιος Σύλλας Ἐπαφρόδιτος. καὶ τὰ παρʼ ἡμῖν ἐν Χαιρωνείᾳ τρόπαια καὶ τὰ τῶν Μιθριδατικῶν οὕτως -ἐπιγέγραπται,, καὶ εἰκότως· πλεῖστον γὰρ Ἀφροδίτης οὐ -νύξ, κατὰ Μένανδρον, ἀλλὰ τύχη μετέσχηκεν.

-
-
-

ἆρʼ -οὖν ταύτην τις ἀρχὴν ποιησάμενος οἰ -- -κείαν ἂν ὑπὲρ τῆς Τύχης ἐπάγοιτο μάρτυρας αὖ -τοὺς Ῥωμαίους, ὡς τῇ Τύχῃ πλέον ἢ τῇ Ἀρετῇ νέμοντας; ἀρετῆς μέν γε παρʼ αὐτοῖς ὀψὲ καὶ μετὰ πολλοὺς χρόνους ἱερὸν ἱδρύσατο Σκιπίων ὁ -Νομαντῖνος, εἶτα Μάρκελλος τὸ Οὐιρτοῦτίς τε καὶ -Ὀνῶρις προσαγορευόμενον, καὶ τὸ τῆς Μέντις καλουμένης Γνώμης ἂν νομίζοιτο Σκαῦρος -Αἰμίλιος, περὶ τὰ Κιμβρικὰ τοῖς χρόνοις γεγονώς· ἤδη τότε λόγων καὶ σοφισμάτων καὶ στωμυλίας -παρεισρυείσης εἰς τὴν πόλιν ἤρχοντο σεμνύνειν τὰ - τοιαῦτα. σοφίας δὲ μέχρι καὶ νῦν ἱερὸν οὐκ ἔστιν οὐδὲ Σωφροσύνης ἢ μεγαλοψυχίας ἢ καρτερίας ἢ -ἐγκρατείας· ἀλλὰ τά γε τῆς Τύχης ἱερὰ λαμπρὰ καὶ -παλαιά, καὶ ὁμοῦ τι τοῖς πρώτοις καταμεμειγμένα -τῆς πόλεως θεμελίοις γέγονε. πρῶτος μὲν γὰρ -ἱδρύσατο Τύχης ἱερὸν Μάρκιος Ἄγκος, ὁ Νομᾶ θυγατριδοῦς καὶ τέταρτος ἀπὸ Ῥωμύλου βασιλεὺς -γενόμενος· καὶ τάχα που τῇ τύχῃ τὴν ἀνδρείαν παρωνόμασεν, ᾗ πλεῖστον εἰς τὸ νικᾶν τύχης -μέτεστι. τὸ δὲ τῆς Γυναικείας Τύχης κατεσκευάσαντο πρὸ Καμίλλου ὅτε Μάρκιον Κοριόλανον ἐπάγοντα τῇ πόλει Οὐολούσκους ἀπεστρέψαντο διὰ τῶν γυναικῶν. πρεσβευσάμεναι γὰρ αὗται πρὸς τὸν ἄνδρα μετὰ τῆς μητρὸς αὐτοῦ καὶ τῆς -γυναικός, ἐξελιπάρησαν καὶ κατειργάσαντο φείσασθαι τῆς πόλεως καὶ τὴν στρατιὰν τῶν βαρβάρων -ἀπαγαγεῖν. τότε λέγεται τὸ ἄγαλμα τῆς Τύχης ἅμα -τῷ καθιερωθῆναι φωνὴν ἀφεῖναι καὶ εἰπεῖν, ὁσίῳ -με πόλεως νόμῳ, γυναῖκες ἀσταί, καθιδρύσασθε. -

-

καὶ μὴν καὶ Φούριος Κάμιλλος, ὅτε τὸ Κελτικὸν ἔσβεσε πῦρ, καὶ τὴν Ῥώμην ἀντίρροπον χρυσῷ κεκλιμένην ἀπὸ τοῦ ζυγοῦ καὶ τῆς πλάστιγγος - καθεῖλεν, οὔτʼ εὐβουλίας οὔτʼ ἀνδρείας, ἀλλὰ Φήμης -ἱδρύσατο καὶ Κληδόνος ἱερὸν παρὰ τὴν Καινὴν ὁδόν, ὅπου φασὶ πρὸ τοῦ πολέμου Μάρκῳ Καιδικίῳ βαδίζοντι νύκτωρ φωνὴν γενέσθαι κελεύουσαν -ὀλίγῳ χρόνῳ Γαλατικὸν πόλεμον προσδέχεσθαι. -

-

τὴν δὲ πρὸς τῷ ποταμῷ Τύχην φόρτιν ιν καλοῦσιν ὅπερ ἐστὶν ἰσχυρὰν ἢ ἀριστευτικὴν ἢ -ἀνδρείαν, ὡς τὸ νικητικὸν ἁπάντων κράτος ἔχουσαν. καὶ τόν γε ναὸν αὐτῆς ἐν τοῖς ὑπὸ Καίσαρος -τῷ δήμῳ καταλειφθεῖσι κήποις ᾠκοδόμησαν, ἡγούμενοι κἀκεῖνον εὐτυχίᾳ γενέσθαι μέγιστον, ὡς αὐτὸς ἐμαρτύρησε.

-
-
-

περὶ δὲ Γαΐου Καίσαρος -ᾐδέσθην ἂν εἰπεῖν, -ὡς ὑπʼ εὐτυχίας ἤρθη μέγιστος, εἰ μὴ τοῦτʼ αὐτὸς -ἐμαρτύρησεν. ἐπεὶ γὰρ ἀπὸ Βρεντεσίου Πομπήιον -διώκων ἀνήχθη πρὸ μιᾶς ἡμέρας νωνῶν -Ἰανουαρίων, χειμῶνος ἐν τροπαῖς ὄντος, τὸ μὲν πέλαγος ἀσφαλῶς διεπέρασε, τῆς Τύχης τὸν καιρὸν -ὑπερθεμένης· εὑρὼν δὲ τὸν Πομπήιον ἄθρουν καὶ πολὺν - μὲν ἐν γῇ πολὺν δʼ -ἐν θαλάττῃ μετὰ πασῶν ἅμα τῶν δυνάμεων καθεζόμενον αὐτὸς ὀλιγοστὸς ὢν, τῆς -μετʼ Ἀντωνίου καὶ Σαβίνου στρατιᾶς αὐτῷ βραδυ - -νούσης, ἐτόλμησεν εἰς ἀκάτιον μικρὸν ἐμβὰς καὶ -λαθὼν τόν τε ναύκληρον καὶ τὸν κυβερνήτην ὥς τινος θεράπων ἀναχθῆναι. σκληρᾶς δὲ πρὸς τὸ - ῥεῦμα τοῦ ποταμοῦ γενομένης ἀντιμεταβάσεως καὶ κλύδωνος ἰσχυροῦ, μεταβαλλόμενον ὁρῶν τὸν -κυβερνήτην ἀφεῖλεν ἀπὸ τῆς κεφαλῆς ἱμάτιον, καὶ ἀναδείξας ἑαυτόν, ἴθι, ἔφη, γενναῖε, τόλμα καὶ - δέδιθι,θι, μηδέν, ἀλλʼ -ἐπιδίδου τῇ Τύχῃ τὰ ἱστία -καὶ δέχου τὸ πνεῦμα, πιστεύων ὅτι Καίσαρα φέρεις -καὶ τὴν Καίσαρος Τύχην. οὕτως ἐπέπειστο τὴν -Τύχην αὐτῷ συμπλεῖν, συναποδημεῖν, συστρατεύεσθαι, συστρατηγεῖν, ἧς ἔργον ἦν γαλήνην μὲν -ἐπιτάξαι θαλάττῃ, θέρος δὲ χειμῶνι, τάχος δὲ τοῖς -βραδυτάτοις, ἀλκὴν δὲ τοῖς ἀθυμοτάτοις, τὸ δὲ -τούτων ἀπιστότερον, φυγὴν Πομπηίῳ καὶ Πτολεμαίῳ ξενοκτονίαν, ἵνα καὶ Πομπήιος πέσῃ καὶ Καῖσαρ -μὴ μιανθῇ.

-
-
-

τί δέ; ὁ τούτου μὲν υἱός, πρῶτος δʼ -ἀναγορευθεὶς Σεβαστὸς ἄρξας δὲ τέτταρα καὶ πεντήκοντα - ἔτη, οὐκ αὐτὸς ἐκπέμπων τὸν θυγατριδοῦν ἐπὶ στρατείαν εὔξατο τοῖς θεοῖς ἀνδρείαν μὲν αὐτῷ δοῦναι τὴν Σκιπίωνος, εὔνοιαν δὲ τὴν Πομπηίου, Τύχην -δὲ τὴν αὑτοῦ; καθάπερ ἔργῳ μεγάλῳ -δημιουργὸν ἐπιγράψας ἑαυτῷ τὴν Τύχην, ἥτις αὐτὸν -ἐπιθεῖσα Κικέρωνι καὶ Λεπίδῳ καὶ Πάνσᾳ καὶ Ἱρτίῳ -καὶ Μάρκῳ Ἀντωνίῳ, ταῖς ἐκείνων ἀριστείαις καὶ χερσὶ καὶ νίκαις καὶ στόλοις καὶ πολέμοις καὶ -στρατοπέδοις γενόμενον πρῶτον εἰς ὕψος ἄρασα -καὶ καταβαλοῦσα τούτους, διʼ ὧν ἀνέβη, μόνον - κατέλιπεν. ἐκείνῳ γὰρ ἐπολιτεύετο Κικέρων καὶ -Λέπιδος ἐστρατήγει καὶ Πάνσας ἐνίκα καὶ Ἵρτιος - ἔπιπτε καὶ Ἀντώνιος ὕβριζεν. ἐγὼ γὰρ καὶ Κλεοπάτραν τῆς τύχης Καίσαρος τἰθημι, περὶ ἣν ὡς -ἕρμα κατέδυ καὶ συνετρίβη τηλικοῦτος αὐτοκράτωρ, -ἵνʼ -ᾖ μόνος Καῖσαρ. λέγεται δὲ πολλῆς οἰκειότητος αὐτοῖς καὶ συνηθείας ὑπαρχούσης πολλάκις σχολαζόντων εἰς παιδιὰν σφαίρας ἢ κύβων ἢ νὴ Δία θρεμμάτων ἁμίλλης, οἷον ὀρτύγων, -ἀλεκτρυόνων, ἀεὶ νικώμενον Ἀντώνιον ἀπαλλάττεσθαι· καί τινα τῶν περὶ αὐτὸν ἐπὶ μαντείᾳ σεμνυνόμενον - πολλάκις παρρησιάζεσθαι καὶ νουθετεῖν, ὦ -ἄνθρωπε, τί σοι πρᾶγμα πρὸς τοῦτον ἔστι τὸν νεανίσκον; φεῦγʼ αὐτόν· ἐνδοξότερος εἶ, πρεσβύτερος εἶ, ἄρχεις πλειόνων, ἐνήθληκας πολέμοις, ἐμπειρίᾳ διαφέρεις· ἀλλʼ -ὁ σὸς δαίμων τὸν τούτου φοβεῖται· καὶ ἡ τύχη σου καθʼ -ἑαυτήν ἐστι μεγάλη κολακεύει -δὲ τὴν τούτου· ἐὰν μὴ μακρὰν ᾖς, οἰχήσεται μεταβᾶσα πρὸς αὐτόν. -

-
-
-

ἀλλὰ γὰρ αἱ μὲν ἀπὸ τῶν μαρτύρων πίστεις τοσαῦται τῇ Τύχῃ πάρεισι. δεῖ δὲ καὶ τὰς ἀπὸ τῶν πραγμάτων αὐτῶν εἰσάγειν, ἀρχὴν τοῦ λόγου τὴν ἀρχὴν τῆς πόλεως λαβόντας. εὐθὺς οὖν τίς οὐκ -ἂν εἴποι πρὸς τὴν Ῥωμύλου γένεσιν καὶ σωτηρίαν - καί, τροφὴν καὶ αὔξησιν τὴν μὲν Τύχην ὑποβολὰς -κατατεθεῖσθαι τὴν δʼ Ἀρετὴν ἐξῳκοδομηκέναι; - πρῶτον μὲν οὖν τὸ περὶ τὴν γένεσιν καὶ τὴν τέκνωσιν αὐτῶν τῶν ἐνιδρυσαμένων καὶ κτισάντων τὴν πόλιν εὐτυχίας ἔοικε θαυμαστῆς γενέσθαι. θεῷ γὰρ ἡ τεκοῦσα μειχθῆναι λέγεται, καὶ καθάπερ τὸν Ἡρακλέα σπαρῆναί φασιν ἐν μακρᾷ νυκτί, τῆς ἡμέρας ἐπισχεθείσης παρὰ φύσιν καὶ τοῦ ἡλίου βραδύναντος, οὕτω περὶ τὴν Ῥωμύλου σπορὰν καὶ καταβολὴν τὸν ἥλιον ἐκλιπεῖν ἱστοροῦσι, -ποιησάμενον ἀτρεκῆ σύνοδον πρὸς σελήνην, ᾧπερ ὁ Ἄρης - θεὸς ὢν τῇ Σιλβίᾳ θνητῇ συνῆλθε. ταὐτὸ δὲ -συντυχεῖν τῷ Ῥωμύλῳ καὶ περὶ τὴν μετάστασιν αὐτὴν τοῦ βίου· λέγουσι γὰρ ἐκλείποντος τοῦ ἡλίου -ἠφανίσθαι νώναις καπρατίναις, ἣν ἄχρι νῦν ἡμέραν ἐπιφανῶς ἑορτάζουσιν. -

-

ἔπειτα γεννηθέντας αὐτούς, τοῦ τυράννου -τάττοντος ἀνελεῖν, παρέλαβε κατὰ τύχην οὐ βάρβαρος οὐδʼ ἄγριος ὑπηρέτης, ἐλεήμων δέ τις καὶ φιλάνθρωπος, ὥστε μὴ κτεῖναι ἀλλὰ τοῦ ποταμοῦ τις ἦν ὄχθη χλοερῷ λειμῶνι προσκλύζουσα καὶ περισκιαζομένη -χθαμαλοῖς δένδρεσιν· ἐνταῦθα κατέθηκε τὰ βρέφη πλησίον ἐρινεοῦ τινος, ὃν ῥουμινᾶλιν ὠνόμαζον. - εἶτα λύκαινα μὲν νεοτόκος σπαργῶσα καὶ -πλημμυροῦσα τοὺς μαστοὺς γάλακτι, τῶν σκύμνων - ἀπολωλότων, αὐτὴ χρῄζουσα κουφισμοῦ, -περιέστειξε τὰ βρέφη καὶ θηλὴν ἐπέσχεν, ὥσπερ ὠδῖνα δευτέραν ἀποτιθεμένη τὴν τοῦ γάλακτος. ἱερὸς δʼ ὄρνις Ἄρεος, ὃν δρυοκολάπτην καλοῦσιν, ἐπιφοιτῶν καὶ προσκαθίζων ἀκρώνυχος, ἐν μέρει τῶν νηπίων ἑκατέρου στόμα τῇ χηλῇ διοίγων, ἐνετίθει -ψώμισμα, τῆς αὑτοῦ τροφῆς ἀπομερίζων. τὸν μὲν οὖν ἐρινεὸν ῥουμινᾶλιν ὠνόμασαν ἀπὸ τῆς θηλῆς, ἣν ἡ λύκαινα παρʼ αὐτῷ ὀκλάσασα τοῖς βρέφεσι παρέσχε. μέχρι δὲ πολλοῦ διεφύλαττον οἱ περὶ τὸν τόπον - ἐκεῖνον κατοικοῦντες μηδὲν ἐκτιθέναι τῶν γεννωμένων, ἀλλʼ ἀναιρεῖσθαι πάντα καὶ τρέφειν, τὸ -Ῥωμύλου πάθος καὶ τὴν ὁμοιότητα τιμῶντες. -

-

καὶ μὴν τό τε λαθεῖν αὐτοὺς τρεφομένους καὶ παιδευομένους ἐν Γαβίοις ἀγνοηθῆναι τε Σιλβίας ὄντας υἱοὺς καὶ θυγατριδοῦς Νομίτορος -τοῦ βασιλέως παντάπασι Τύχης κλέμμα α καὶ σόφισμα α φαίνεται γεγενημένον, ὅπως μὴ ἀπόλωνται πρὸ τῶν ἔργων διὰ τὸ γένος, ἀλλʼ -ἐν αὐτοῖς φανῶσι τοῖς κατορθώμασι, γνωρίσματα τῆς εὐγενείας τὴν ἀρετὴν παρέχοντες. -

-

ἐνταῦθά μοι μεγάλου καὶ φρονίμου στρατηγοῦ λόγος ἔπεισι Θεμιστοκλέους ῥηθεὶς πρός τινας τῶν - ὕστερον εὐημερούντων Ἀθήνησι στρατηγῶν καὶ προτιμᾶσθαι τοῦ Θεμιστοκλέους ἀξιούντων. ἔφη - γὰρ τὴν ὑστεραίαν ἐρίσαι πρὸς τὴν ἑορτὴν λέγουσαν ὡς ἐκείνη μέν ἐστι κοπώδης καὶ ἄσχολος, -ἐν αὐτῇ δὲ τῶν παρεσκευασμένων ἀπολαύουσι μεθʼ -ἡσυχίας. τὴν οὖν ἑορτὴν εἰπεῖν, ἀληθῆ λέγεις, -ἀλλʼ ἐμοῦ μὴ γενομένης, ποῦ ἂν σὺ ἦσθα; -κἀμοῦ τοίνυν, ἔφη, μὴ γενομένου περὶ τὰ Μηδικά, -τίς ἂν ὑμῶν ἦν νῦν ὄνησις; τοῦτό μοι δοκεῖ πρὸς τὴν Ῥωμύλου Ἀρετὴν ἡ Τύχη λέγειν, λαμπρὰ μὲν τὰ σὰ ἔργα καὶ μεγάλα καὶ θεῖον ὡς ἀληθῶς - ἐξέφηνας αἷμα καὶ γένος οὖσαν σεαυτήν· ἀλλʼ -ὁρᾷς -πόσον ὑστερεῖς μου; εἰ γὰρ ἐγὼ τότε μὴ -παρηκολούθησα χρηστὴ καὶ φιλάνθρωπος, ἀλλʼ ἀπέλιπον -καὶ προηκάμην τὰ νήπια, σὺ πῶς ἂν ἐγένου καὶ -πόθεν ἐξέλαμψας; εἰ τότε μὴ θῆλυ θηρίον ἐπῆλθε -φλεγμαῖνον ὑπὸ πλήθους καὶ φορᾶς γάλακτος καὶ τραφησομένου δεόμενον μᾶλλον ἢ θρέψοντος, ἀλλʼ -ἀνήμερόν τι τελέως καὶ λιμῶττον, οὐκ ἂν ἔτι νῦν -τὰ καλὰ ταῦτα βασίλεια καὶ ναοὶ καὶ θέατρα καὶ -περίπατοι καὶ ἀγοραὶ καὶ ἀρχεῖα βοτηρικαὶ καλύβαι -καὶ σταθμοὶ νομέων ἦσαν Ἀλβανὸν ἢ Τυρρηνὸν ἢ -Λατῖνον ἄνδρα δεσπότην προσκυνούντων; ἀρχὴ - μὲν δὴ μέγιστον ἐν παντί, μάλιστα δʼ -ἐν ἱδρύσει καὶ κτίσει πόλεως· ταύτην δʼ -ἡ Τύχη παρέσχε σῴσασα καὶ φυλάξασα τὸν κτίστην ἡ μὲν γὰρ Ἀρετὴ μέγαν -ἐποίησε Ῥωμύλον, ἡ Τύχη δʼ ἄχρι τοῦ γενέσθαι -μέγαν ἐτήρησε.

-
-
-

καὶ μὴν τήν γε Νομᾶ βασιλείαν - πολυχρονιωτάτην γενομένην ὁμολογουμένως εὐτυχία διεκυβέρνησε θαυμαστή. τὸ μὲν γὰρ Ἐγερίαν τινά, νυμφῶν -μίαν δρυάδων, δαίμονα σοφὴν ἔρωτι τἀνδρὸς ἐν -συνουσίᾳ γενομένην, παραπαιδαγωγεῖν καὶ συσχηματίζειν τὴν πολιτείαν ἴσως μυθωδέστερόν ἐστι. - καὶ γὰρ ἄλλοι λεχθέντες ἅψασθαι γάμων θείων καὶ θεοῖς ἐράσμιοι γενέσθαι, Πηλεῖς καὶ Ἀγχῖσαι καὶ Ὠρίωνες καὶ -Ἠμαθίωνες, οὐ πάντως ἀγαπητῶς -οὐδʼ ἀλύπως διεβίωσαν. ἀλλὰ Νομᾶς ἔοικε τὴν ἀγαθὴν Τύχην ἔχειν ὡς ἀληθῶς σύνοικον καὶ -σύνεδρον καὶ συνάρχουσαν, ἣ, καθάπερ ἐν κλύδωνι θολερῷ καὶ τεταραγμένῳ πελάγει, τῇ τῶν -προσοίκων καὶ γειτόνων ἔχθρᾳ καὶ χαλεπότητι τὴν πόλιν φερομένην καὶ φλεγμαίνουσαν ὑπὸ μυρίων πόνων -καὶ διχοστασιῶν παραλαβοῦσα τοὺς μὲν ἀντιτεταγμένους θυμοὺς καὶ φθόνους ὥσπερ πνεύματα - κατέσβεσεν· οἷα δέ φασι τὰς ἀλκυόνων λοχείας παραδεξαμένην τὴν θάλατταν ἐν χειμῶνι σῴζειν καὶ συνεκτιθηνεῖσθαι, τοιαύτην ἀναχεαμένη καὶ περιστήσασα γαλήνην πραγμάτων ἀπόλεμον καὶ ἄνοσον -καὶ ἀκίνδυνον καὶ ἄφοβον, νεοσταθεῖ δήμῳ καὶ -κραδαινομένῳ παρέσχε ῥιζῶσαι καὶ καταστῆσαι τὴν -πόλιν αὐξανομένην ἐν ἡσυχίᾳ βεβαίως καὶ ἀνεμποδίστως. ὥσπερ γὰρ ὁλκὰς ἢ τριήρης ναυπηγεῖται μὲν ὑπὸ πληγῶν καὶ βίας πολλῆς, σφύραις καὶ -ἥλοις ἀρασσομένη καὶ γομφώμασι καὶ πρίοσι καὶ πελέκεσι, γενομένην δὲ στῆναι δεῖ καὶ παγῆναι - σύμμετρον χρόνον, ἕως οἵ τε δεσμοὶ κάτοχοι -γένωνται καὶ συνήθειαν οἱ γόμφοι λάβωσιν· ἐὰν δὲ ὑγροῖς ἔτι καὶ περιολισθάνουσι τοῖς ἁρμοῖς κατασπασθῇ, πάντα χαλάσει διατιναχθέντα καὶ δέξεται -τὴν θάλατταν· οὕτω τὴν Ῥώμην ὁ μὲν πρῶτος ἄρχων καὶ δημιουργὸς ἐξ ἀγρίων καὶ βοτήρων ὥσπερ ἐκ δρυόχων κραταιῶν συνιστάμενος, οὐκ -ὀλίγους πόνους ἔσχεν οὐδὲ μικροῖς ἀντήρεισε πολέμοις καὶ κινδύνοις, ἐξ ἀνάγκης ἀμυνόμενος τοὺς ἀνθισταμένους πρὸς τὴν γένεσιν καὶ ἵδρυσιν αὐτῆς. -

-

ὁ δὲ δεύτερος παραλαβὼν χρόνον ἔσχε πῆξαι -καὶ βεβαιῶσαι τὴν αὔξησιν τῇ εὐτυχίᾳ, -ἐπιλαβόμενος πολλῆς μὲν εἰρήνης πολλῆς δʼ ἡσυχίας. - εἰ δὲ τότε Πορσίνας τις ἐπέβρισε Τυρρηνικὸν χάρακα καὶ στρατόπεδον παραστήσας τείχεσιν ὑγροῖς ἔτι -καὶ κραδαινομένοις ἤ τις ἐκ Μαρσῶν ἀποστὰς ἀρειμάνιος δυνάστης ἢ Λευκανὸς ὑπὸ φθόνου καὶ φιλονεικίας, ἀνὴρ δύσερις καὶ πολεμοποιός, οἷος ὕστερον -Μουτίλος ἢ Σίλων ὁ θρασὺς ἢ τὸ ἔσχατον Σύλλα πάλαισμα Τελεσῖνος, ὡς ἀφʼ ἑνὸς συνθήματος ὅλην ἐξοπλίζων τὴν -Ἰταλίαν, τὸν φιλόσοφον Νομᾶν -περιεσάλπιζε θύοντα καὶ προσευχόμενον, οὐκ ἂν ἀντέσχον αἱ πρῶται τῆς πόλεως ἀρχαὶ πρὸς σάλον - καὶ κλύδωνα τοσοῦτον οὐδʼ εἰς εὐανδρίαν καὶ -πλῆθος ἐπέδωκαν· νῦν δʼ ἔοικε τῆς πρὸς τοὺς - -ὕστερον πολέμους παρασκευῆς ἐφόδιον Ῥωμαίοις -ἡ τότʼ εἰρήνη γενέσθαι, καὶ καθάπερ ἀθλητὴς ὁ δῆμος ἐκ τῶν κατὰ Ῥωμύλον ἀγώνων ἐν ἡσυχίᾳ χρόνον ἐτῶν τριῶν καὶ τετταράκοντα σωμασκήσας τὴν δύναμιν ἀξιόμαχον καταστῆσαι τοῖς ὕστερον ἀντιταττομένοις. οὐδὲ γὰρ λιμὸν οὐδὲ λοιμὸν οὐδʼ ἀφορίαν γῆς οὐδʼ ἀωρίαν τινὸς θέρους ἢ χειμῶνος -ἐν τῷ τότε χρόνῳ παραλυπῆσαι τὴν Ῥώμην λέγουσιν, ὡς οὐκ ἀνθρωπίνης εὐβουλίας ἀλλὰ θείας Τύχης ἐπιτροπευούσης τῶν καιρῶν ἐκείνων. ἐκλείσθη δʼ οὖν τότε καὶ τὸ τοῦ Ἰανοῦ δίπυλον, ὃ - πολέμου πύλην καλοῦσιν ἀνέῳγε μὲν γὰρ ὅταν ᾖ πόλεμος, κλείεται δʼ εἰρήνης γενομένης. Νομᾶ δʼ ἀποθανόντος ἀνεῴχθη τοῦ πρὸς Ἀλβανοὺς πολέμου συρραγέντος. εἶτα μυρίων ἄλλων συνεχῶς ὑπολαμβανόντων πάλιν δἰ ἐτῶν ὀγδοήκοντα καὶ τετρακοσίων ἐκλείσθη μετὰ τὸν πρὸς Καρχηδονίους πόλεμον εἰρήνης γενομένης Γαΐου Ἀτιλίου καὶ Τίτου Μαλλίου ὑπάτων, μετὰ δὲ τοῦτον τὸν ἐνιαυτὸν αὖθις ἀνεῴχθη καὶ διέμειναν οἱ πόλεμοι. -ἄχρι τῆς ἐν Ἀκτίῳ νίκης Καίσαρος· τότε δʼ ἤργησε -τὰ Ῥωμαίων ὅπλα χρόνον οὐ πολύν αἱ γὰρ ἀπὸ -Καντάβρων ταραχαὶ καὶ Γαλατίας συρραγεῖσαι Γερμανοῖς συνετάραξαν τὴν εἰρήνην. ἀλλὰ ταῦτα μὲν εὐτυχίας τῆς Νομᾶ προσιστόρηται μαρτύρια.

-
-
-

τὴν δὲ Τύχην καὶ οἱ μετʼ ἐκεῖνον ἐθαύμασαν βασιλεῖς ὡς πρωτόπολιν καὶ τιθηνὸν καὶ - -φερέπολιν τῆς Ῥώμης ἀληθῶς κατὰ Πίνδαρον -Σέρβιος δὲ Τύλλιος, ἀνὴρ τῶν βασιλέων μάλιστα καὶ τὴν δύναμιν αὐξήσας τοῦ δήμου καὶ τὸ πολίτευμα κοσμήσας καὶ τάξιν μὲν ἐπιθεὶς ταῖς -ψηφοφορίαις, τάξιν δὲ ταῖς στρατείαις, τιμητὴς δὲ πρῶτος καὶ βίων ἐπίσκοπος καὶ σωφροσύνης -γενόμενος καὶ δοκῶν ἀνδρειότατος εἶναι καὶ -φρονιμώτατος, αὐτὸς ἑαυτὸν εἰς τὴν Τύχην ἀνῆπτε καὶ -ἀνεδεῖτο τὴν ἡγεμονίαν ἐξ ἐκείνης, ὥστε καὶ -συνεῖναι δοκεῖν αὐτῷ τὴν Τύχην διά τινος θυρίδος - -καταβαίνουσαν εἰς τὸ δωμάτιον νῦν Φενέστελλαν πύλην καλοῦσιν. ἱδρύσατο δʼ οὖν Τύχης ἱερὸν ἐν μὲν Καπετωλίῳ τὸ τῆς Πριμιγενείας λεγομένης, -ὃ πρωτογόνου τις ἂν ἑρμηνεύσειε· καὶ τὸ τῆς -Ὀψεκουέντις, ἣν οἱ μὲν πειθήνιον οἱ -δὲ μειλίχιον εἶναι νομίζουσι. μᾶλλον δὲ τὰς Ῥωμαϊκὰς ἐάσας -ὀνομασίας Ἑλληνιστὶ τὰς δυνάμεις τῶν ἱδρυμάτων πειράσομαι καταριθμήσασθαι. καὶ γὰρ ἰδίας Τύχης -ἱερόν ἐστιν ἐν Παλατίῳ, καὶ τὸ τῆς ἰξευτρίας, εἰ -καὶ γελοῖον, ἀλλʼ ἔχον ἐκ μεταφορᾶς ἀναθεώρησιν, -οἷον ἑλκούσης τὰ πόρρω καὶ κρατούσης -συμπροσισχόμενα. παρὰ δὲ τὴν Μουσκῶσαν καλουμένην - κρήνην ἔτι Παρθένου Τύχης ἱερόν ἐστι καὶ ἐν Αἰσκυλίαις ἐπιστρεφομένης· ἐν δὲ τῷ μακρῷ στενωπῷ Τύχης βωμὸς Εὐέλπιδος· ἔστι δὲ καὶ παρὰ τὸν τῆς Ἀφροδίτης ἐπιταλαρίου βωμὸν ἄρρενος Τύχης ἕδος. ἄλλαι τε μυρίαι Τύχης τιμαὶ καὶ ἐπικλήσεις, ὧν τὰς πλείστας Σερούιος κατέστησεν, -εἰδὼς ὅτι μεγάλη ῥοπή, μᾶλλον δʼ ὅλον ἡ Τύχη παρὰ πάντʼ -ἐστὶ τὰ τῶν ἀνθρώπων πράγματα, καὶ μάλιστὰ γʼ -αὐτοῦ διʼ εὐτυχίαν ἐξ αἰχμαλώτου -καὶ πολεμίου γένους εἰς βασιλείαν προαχθέντος. τοῦ γὰρ Κορνικλάνων ἄστεος ἁλόντος ὑπὸ - -Ῥωμαίων, Ὀκρησία παρθένος αἰχμάλωτος, ἧς οὐδὲ - τὴν ὄψιν οὐδὲ τὸν τρόπον ἠμαύρωσεν ἡ τύχη, -δοθεῖσα Τανακυλλίδι τῇ Ταρκυνίου γυναικὶ τοῦ -βασιλέως ἐδούλευσε· καὶ πελάτης τις εἶχεν αὐτήν, -οὓς κλιέντης Ῥωμαῖοι, καλοῦσιν· ἐκ τούτων -ἐγεγόνει Σερούιος. οἱ δʼ -οὔ φασιν, ἀλλὰ παρθένον τὴν -Ὀκρησίαν ἀπάργματα καὶ λοιβὴν ἑκάστοτε λαμβάνουσαν ἀπὸ τῆς βασιλικῆς τραπέζης ἐπὶ τὴν ἑστίαν κομίζειν καί ποτε τυχεῖν μὲν αὐτήν, ὥσπερ εἰώθει, -τῷ πυρὶ τὰς ἀπαρχὰς ἐπιβάλλουσαν, αἰφνίδιον δὲ τῆς φλογὸς μαρανθείσης μόριον ἀνδρὸς ἀνατεῖναι -γόνιμον ἐκ τῆς ἑστίας, καὶ τοῦτο τὴν κόρην τῇ -Τανακυλλίδι φράσαι μόνῃ περίφοβον γενομένην. -τὴν δὲ συνετὴν οὖσαν καὶ φρενήρη κοσμῆσαί τε τὴν κόρην ὅσα νύμφαις πρέπει καὶ συγκαθεῖρξαι τῷ φάσματι, θεῖον ἡγουμένην. οἱ μὲν ἥρωος οἰκουροῦ -λέγουσιν, οἱ δʼ Ἡφαίστου τὸν ἔρωτα τοῦτον -γενέσθαι. τίκτεται γοῦν Σερούιος, καὶ βρέφους ὄντος -ἡ κεφαλὴ σέλας ἀστραπῇ παραπλήσιον ἀπήστραψεν. -οἱ δὲ περὶ Ἀντίαν οὐχ οὕτω λέγουσιν, ἀλλὰ τυχεῖν μὲν τῷ Σερουίῳ τὴν γυναῖκα Γεγανίαν θνήσκουσαν, αὐτὸν δὲ τῆς μητρὸς παρούσης εἰς ὕπνον ἐκ δυσθυμίας καὶ λύπης ἀποκλιθῆναι· καὶ καθεύδοντος αὐτοῦ ταῖς γυναιξὶν ὀφθῆναι τὸ πρόσωπον αὐτοῦ - πυρὶ περιλαμπόμενον· ὅπερ ἦν μαρτύριον αὐτῷ τῆς -ἐκ πυρὸς γενέσεως, σημεῖον δὲ χρηστὸν ἐπὶ τὴν -ἀπροσδόκητον ἡγεμονίαν, ἧς ἔτυχε μετὰ τὴν - -Ταρκυνίου τελευτὴν Τανακυλλίδος σπουδασάσης. ἐπεὶ -πάντων γε τῶν βασιλέων πρὸς μοναρχίαν οὗτος ἀφυέστατος δοκεῖ γενέσθαι καὶ ἀπροθυμότατος, ὅς -γε τὴν βασιλείαν ἀποθέσθαι διανοηθεὶς ἐκωλύθη· τελευτῶσα γὰρ, ὡς ἔοικεν, ἐξώρκωσε τοῦτον ἐμμεῖναι τῇ ἀρχῇ καὶ προθέσθαι τὴν πάτριον Ῥωμαίων πολιτείαν. οὕτως ἡ Σερουίου βασιλεία -παντάπασι τῆς Τύχης, ἣν ἔλαβέ τε μὴ προσδοκήσας καὶ μὴ βουλόμενος διεφύλαξεν. -

-
-
-

ἀλλʼ ἵνα μὴ δοκῶμεν ὥσπερ εἰς τόπον -ἀμαυρὸν τὸν παλαιὸν χρόνον ἐκ τῶν λαμπρῶν καὶ -ἐναργῶν τεκμηρίων φεύγειν καὶ ὑποχωρεῖν, φέρε τοὺς -βασιλεῖς ἐάσαντες ἐπὶ τὰς γνωριμωτάτας πράξεις -καὶ τοὺς ἐπιφανεστάτους πολέμους τὸν λόγον -μεταγάγωμεν, ἐν οἷς πολλὴν τόλμαν καὶ ἀνδρείαν εἶναιαἰδῶ τε συνεργὸν ἀρετᾶς δοριμάχου, -ὥς φησι Τιμόθεος, τίς οὐκ ἂν ὁμολογήσειεν; ἡ δʼ εὔροια τῶν πραγμάτων καὶ τὸ ῥόθιον τῆς εἰς -τοσαύτην δύναμιν καὶ αὔξησιν ὁρμῆς, οὐ χερσὶν -ἀνθρώπων οὐδὲ ὁρμαῖς προχωροῦσαν ἡγεμονίαν, θείᾳ δὲ πομπῇ καὶ πνεύματι Τύχης -ἐπιταχυνομένην, ἐπιδείκνυται τοῖς ὀρθῶς λογιζομένοις. -τρόπαια τροπαίοις ἐπανίσταται καὶ θριάμβοι θριάμβοις ἀπαντῶσι, καὶ τὸ πρῶτον αἷμα τῶν ὅπλων ἔτι θερμὸν ἀποκλύζεται τῷ δευτέρῳ - καταλαμβανόμενον. τὰς δὲ νίκας ἀριθμοῦσιν οὐ νεκρῶν πλήθει καὶ λαφύρων, ἀλλὰ βασιλείαις αἰχμαλώτοις καὶ δεδουλωμένοις ἔθνεσι καὶ νήσοις καὶ ἠπείροις -προσοριζομέναις τῷ μεγέθει τῆς ἡγεμονίας. μιᾷ μάχῃ Φίλιππος ἀπέβαλε Μακεδονίαν, μιᾷ πληγῇ -παρεχώρησεν Ἀντίοχος -Ἀσίας, ἅπαξ Καρχηδόνιοι -σφα λέντες ἀπώλεσαν Λιβύην. εἷς ἀνὴρ μιᾶς ὁρμῇ στρατιᾶς Ἀρμενίαν προσεκτήσατο, Πόντον, Εὔξεινον, Συρίαν, Ἀραβίαν, Ἀλβανούς, Ἴβηρας, τὰ μέχρι Καυκάσου καὶ Ὑρκανῶν· καὶ τρὶς αὐτὸν ὁ περιρρέων -τὴν οἰκουμένην -Ὠκεανὸς εἶδε νικῶντα. Νομάδας μὲν ἐν Λιβύῃ μέχρι τῶν μεσημβρινῶν ἀνέκοψεν -ἠιόνων, -Ἰβηρίαν δὲ Σερτωρίῳ συννοσήσασαν ἄχρι τῆς Ἀτλαντικῆς κατεστρέψατο θαλάττης· τοὺς δʼ Ἀλβανῶν βασιλεῖς διωκομένους περὶ τὸ Κάσπιον πέλαγος ἔστησε. ταῦτα πάντα κατώρθωσε δημοσίᾳ τύχῃ χρώμενος, εἶθʼ ὑπὸ τῆς ἰδίας ἀνετράπη μοίρας. -

-

- ὁ δὲ Ῥωμαίων μέγας δαίμων οὐκ ἐφήμερος πνεύσας οὐδὲ καιρὸν ἀκμάσας βραχὺν ὡς ὁ -Μακεδόνων, οὐδὲ χερσαῖος μόνον ὡς ὁ Λακώνων οὐδʼ ἐνάλιος ὡς ὁ Ἀθηναίων, οὐδʼ ὀψὲ κινηθεὶς ὡς ὁ Περσῶν, οὐδὲ ταχὺ παυσάμενος ὡς ὁ -Καρχηδονίων ἀλλʼ ἄνωθεν ἐκ πρώτων γενέσεων τῇ πόλει συνηβήσας καὶ συναυξηθεὶς καὶ συμπολιτευσάμενος, - καὶ παραμείνας βέβαιος ἐν γῇ καὶ θαλάττῃ καὶ πολέμοις καὶ εἰρήνῃ καὶ πρὸς βαρβάρους καὶ πρὸς -Ἕλληνας. οὗτος Ἀννίβαν τὸν Καρχηδόνιον, φθόνῳ -καὶ ταῖς πολιτικαῖς δυσμενείαις μηδενὸς οἴκοθεν - ἐπιρρέοντος, ὥσπερ χείμαρρον ἐξέχεε καὶ -κατανήλωσε περὶ τὴν -Ἰταλίαν. οὗτος τὸ Κίμβρων -καὶ τὸ Τευτόνων στράτευμα μεγάλοις διαστήμασι -τόπων καὶ χρόνων ἐχώρισε καὶ διέσπασεν, ἵνʼ ἀρκέσῃ Μάριος ἑκατέροις ἀνὰ μέρος μαχόμενος, καὶ μὴ συμπεσοῦσαι τριάκοντα μυριάδες ἀνδρῶν ἀηττήτων καὶ ἀμάχων ὅπλων ὁμοῦ κατακλύσωσι τὴν -Ἰταλίαν. διὰ τοῦτον Ἀντίοχος μὲν ἠσχολεῖτο πολεμουμένου Φιλίππου, Φίλιππος δὲ κινδυνεύοντος Ἀντιόχου προηττημένος ἔπιπτε· Μιθριδάτην δέ, τοῦ Μαρσικοῦ πολέμου τὴν Ῥώμην ἐπιφλέγοντος, -οἱ Σαρματικοὶ καὶ Βασταρνικοὶ πόλεμοι κατεῖχον· -Τιγράνην δὲ Μιθριδάτου λαμπροῦ μὲν ὄντος ὑπόνοια καὶ φθόνος ἐχώριζεν, ἡττωμένῳ δʼ -ἀνέμειξεν ἑαυτὸν συναπολέσθαι,

-
-
-

τί -δʼ -οὐχὶ καὶ περὶ τὰς μεγίστας συμφορὰς -ὤρθου τὴν πόλιν ἡ Τύχη; Κελτῶν μὲν περὶ τὸ -Καπετώλιον στρατοπεδευόντων καὶ πολιορκούντων -τὴν ἀκρόπολιν, -νοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν, ὀλέκοντο δὲ λαοί· -τὴν δὲ νυκτερινὴν ἔφοδον αὐτῶν, λεληθότων πάντας - -ἀνθρώπους, ἡ Τύχη καὶ ταὐτόματον ἔκπυστον ἐποίησε γενέσθαι. -

-

περὶ ἧς κἀν βραχεῖ πλείω διελθεῖν ἴσως οὐκ -ἄκαιρόν ἐστι. μετὰ τὴν ἐπʼ Ἀλλίᾳ ποταμῷ Ῥωμαίων μεγάλην ἧτταν οἱ μὲν εἰς Ῥώμην -κατάραντες ἀπὸ τῆς φυγῆς καὶ ταραχῆς συναναπλήσαντες τὸν δῆμον ἐξεπτόησαν καὶ διεσκέδασαν, -ὀλίγων εἰς τὸ Καπετώλιον ἀνασκευασαμένων καὶ διακαρτερούντων. οἱ δʼ εὐθὺς ἀπὸ τῆς τροπῆς εἰς Βηίους συναθροισθέντες ᾑροῦντο δικτάτωρα Φούριον Κάμιλλον, ὃν εὐτυχῶν μὲν καὶ ὑψαυχενῶν ὁ δῆμος ἀπεσείσατο καὶ κατέβαλε, δίκῃ περιπεσόντα δημοσίων κλοπῶν· πτήξας δὲ καὶ ταπεινωθεὶς -ἀνεκαλεῖτο μετὰ τὴν ἧτταν, ἐγχειρίζων καὶ παραδιδοὺς ἀνυπεύθυνον ἡγεμονίαν. ἵνʼ οὖν μὴ καιρῷ δοκῇ νόμῳ δὲ λαμβάνειν ὁ ἀνήρ, μηδʼ, ὡς -ἀπ ἐγνωκὼς τὴν πόλιν, ὅπλοις ἀρχαιρεσιάζῃ τὰ τοῦ στρατοῦ σποράδος καὶ πλάνητος, ἔδει τοὺς ἐν Καπετωλίῳ βουλευτὰς ἐπιψηφίς ασθαι τὴν τῶν -στρατιωτῶν γνώμην μαθόντας. ἦν οὖν Γάιος -Πόντιος ἀνὴρ ἀγαθός,ʼ καὶ τῶν δεδογμένων -αὐτάγγελος ὑποστὰς ἔσεσθαι τοῖς ἐν Καπετωλίῳ μέγαν ἀνεδέξατο κίνδυνον· ἡ γὰρ ὁδὸς ἦν διὰ τῶν πολεμίων κύκλῳ φυλακαῖς καὶ χάραξι τὴν ἄκραν - -περιεχόντων. ὡς οὖν ἐπὶ τὸν ποταμὸν ἦλθε νύκτωρ, - φελλοὺς πλατεῖς ὑποστερνισάμενος καὶ τὸ σῶμα τῇ -κουφότητι, τοῦ ὀχήματος παραθέμενος ἀφῆκε τῷ -ῥόῳ· τυχὼν δὲ πράου καὶ σχολαίως ὑποφέροντος -ἥψατο τῆς ἀντιπέρας ὄχθης ἀσφαλῶς, καὶ ἀποβὰς -ἐχώρει πρὸς τὸ τῶν φώτων διάκενον, τῷ τε σκότει καὶ ʼτῇ σιωπῇ τὴν ἐρημίαν τεκμαιρόμενος· ἐμφὺς δὲ -τῷ κρημνῷ, καὶ ταῖς δεχομέναις τὴν ἐπίβασιν καὶ παρεχούσαις ἀντίληψιν ἐγκλίσεσι καὶ περιαγωγαῖς καὶ τραχύτησι τῆς πέτρας παραδοὺς ἑαυτὸν καὶ -ἐπερεισάμενος ἐξίκετο πρὸς τὸ ἄνω πέτρας καὶ ἀναληφθεὶς ὑπὸ τῶν προφυλάκων ἐδήλωσε τοῖς ἔσω - τὰ δεδογμένα· καὶ λαβὼν τὸ ψήφισμα πάλιν ᾤχετο -πρὸς τὸν Κάμιλλον. -

-

ἡμέρας δὲ τῶν βαρβάρων τις ἄλλως τὸν τόπον -περιιὼν ὡς εἶδε τοῦτο μὲν ἴχνη ποδῶν ἀκρώνυχα καὶ περιολισθήσεις, τοῦτο δʼ ἀποτριβὰς καὶ περικλάσεις τῆς ἐπιβλαστανούσης τοῖς γεώδεσι πόας -ὁλκούς τε σώματος πλαγίους καὶ ἀπερείσεις, ἔφραζε τοῖς ἄλλοις. οἱ δὲ δείκνυσθαι τὴν ὁδὸν αὑτοῖς ὑπὸ τῶν πολεμίων νομίζοντες ἐπεχείρουν -ἁμιλλᾶσθαι, καὶ τῆς νυκτὸς τὸ ἐρημότατον διαφυλάξαντες ἀνέβησαν λαθόντες οὐ μόνον τοὺς φύλακας, ἀλλὰ καὶ τοὺς συνεργοὺς καὶ προκοίτους τῆς φρουρᾶς κύνας ὕπνῳ κρατηθέντας. -

-

-οὐ μὴν ἠπόρησεν ἡ τῆς Ῥώμης Τύχη φωνῆς κακὸν τοσοῦτο μηνῦσαι καὶ φράσαι δυναμένης. χῆνες ἱεροὶ περὶ τὸν νεὼν τῆς Ἥρας ἐτρέφοντο - θεραπεύοντες τὴν θεόν. φύσει μὲν οὖν τὸ ζῷον -εὐθορύβητόν ἐστι καὶ ψοφοδεές· τότε δέ, συντόνου περὶ τοὺς ἔνδον οὔσης ἀπορίας ἀμελουμένων αὐτῶν, λεπτὸς ἦν καὶ λιμώδης ὁ ὕπνος, ὡστʼ εὐθὺς ᾔσθοντο τῶν πολεμίων ὑπερφανέντων τῆς στεφάνης καὶ καταβοῶντες ἰταμῶς προσεφέροντο, καὶ τῇ τῶν ὅπλων ὄψει μᾶλλον ἐκταραττόμενοι κλαγγῆς -διατόρου καὶ τραχείας ἐνεπεπλήκεσαν τὸν τόπον ὑφʼ - ἧς ἀναστάντες οἱ Ῥωμαῖοι καὶ συμφρονήσαντες τὸ -γενόμενον ἐώσαντο καὶ κατεκρήμνισαν τοὺς πολεμίους. πομπεύει δὲ μέχρι νῦν ἐπὶ μνήμῃ τῶν τότε συμπτωμάτων κύων μὲν ἀνεσταυρωμένος, χὴν δὲ μάλα σεμνῶς ἐπὶ στρωμνῆς πολυτελοῦς καὶ φορείου καθήμενος. -

-

ἡ δʼ ὄψις ἐπιδείκνυται Τ ύχης ἰσχὺν καὶ πρὸς -ἅπαν εὐπορίαν ἐκ τῶν παραλόγων, ὅταν τι πραγματεύηται καὶ στρατηγῇ, νοῦν μὲν ἀλόγοις καὶ ἄφροσιν, ἀλκὴν δὲ καὶ θράσος δειλοῖς ἐντιθείσης. τίς γὰρ οὐκ ἂν ὡς ἀληθῶς ἐκπλαγείη καὶ θαυμάσειεν -ἐπιμαθὴς γενόμενος καὶ λογισμῷ τινι τὴν τότε -κατήφειαν καὶ τὴν νῦν ὑπάρχουσαν εὐδαιμονίαν - τῆς πόλεως περιλαβὼν καὶ ἀποβλέψας ναῶν -λαμπρότητα καὶ πλοῦτον ἀναθημάτων καὶ τεχνῶν -ἁμίλλας καὶ φιλοτιμίας πόλεων καὶ στεφάνους βασιλέων, καὶ ὅσα γῆ φέρει καὶ θάλαττα καὶ νῆσοι - -καὶ ἤπειροι καὶ ποταμοὶ καὶ δένδρα καὶ ζῷα καὶ πεδία καὶ ὄρη καὶ μέταλλα, πάντων ἀπαρχὰς ἐριζούσας εἰς κάλλος ὄψει καὶ χάριτι κοσμούσῃ τὸν τόπον, ὡς ταῦτα παρὰ μικρὸν ἦλθε μὴ γενέσθαι μηδʼ εἶναι; πυρὶ δὲ καὶ σκότει φοβερῷ καὶ ὄρφνῃ καὶ ξίφεσι βαρβάροις καὶ μιαιφόνοις θυμοῖς κρατουμένων πάντων, εὐτελῆ καὶ ἄλογα καὶ ἄτολμα -θρέμματα σωτηρίας ἀρχὴν παρέσχε καὶ τοὺς μεγάλους ἐκείνους ἀριστεῖς καὶ ἡγεμόνας Μαλλίους καὶ -Σερουιλίους καὶ Ποστουμίους καὶ Παπιρίους, τῶν -αὖθις οἴκων γενάρχας, παρʼ οὐδὲν ἥκοντας -ἀπολέσθαι, χῆνες ἀνέστησαν ὑπὲρ τοῦ πατρίου θεοῦ καὶ τῆς πατρίδος ἀμύνεσθαι. εἰ δέ, ὥσπερ Πολύβιος -ἐν τῇ δευτέρᾳ βίβλῳ περὶ τῶν τότε τὴν Ῥωμαιων πόλιν καταλαβόντων ἱστόρηκε Κελτῶν, ἀληθές ἐστιν, ὅτι προσπεσούσης αὐτοῖς ἀγγελίας φθείρεσθαι -τὰ οἴκοι ὑπὸ τῶν προσοίκων βαρβάρων -ἐμβεβληκότων εἰς τὴν χώραν καὶ κρατούντων ἀνεχώρησαν - εἰρήνην θέμενοι πρὸς τὸν Κάμιλλον, οὐδʼ -ἀμφισβήτησις ἔστι πρὸς τὴν Τύχην ὡς οὐχὶ τῆς σωτηρίας αἰτία κατέστη περισπάσασα τοὺς πολεμίους, μᾶλλον δʼ ἀποσπάσασα τῆς Ῥώμης ἀπροσδοκήτως.

-
-
-

ἀλλὰ τί δεῖ περὶ ταῦτα διατρίβειν, ἃ σαφὲς οὐδὲν οὐδʼ ὡρισμένον ἔχει τῷ καὶ τὰ πράγματα συγχυθῆναι τῶν Ῥωμαίων καὶ διαφθαρῆναι τοὺς -ἐπʼ αὐτῶν ὑπομνηματισμούς, ὡς Λίβιος ἱστόρηκε; - -τὰ γὰρ ὕστερον μᾶλλον ὄντα δῆλα καὶ καταφανῆ δεικνύει τὴν τῆς Τύχης εὐμένειαν, ᾗ ἔγωγε τίθεμαι καὶ τὴν Ἀλεξάνδρου τελευτήν, ἀνδρὸς εὐτυχήμασι μεγάλοις καὶ κατορθώμασι λαμπροῖς ὑπὸ θάρσους - ἀμάχου καὶ φρονήματος ὥσπερ ἄστρου φερομένου καὶ -διᾴττοντος ἐπὶ δυσμὰς ἐξ ἀνατολῶν καὶ βάλλοντος ἤδη τὰς τῶν ὅπλων αὐγὰς εἰς τὴν -Ἰταλίαν, -ὡς πρόφασις μὲν ἦν αὐτῷ τῆς στρατείας ὁ Μολοττὸς Ἀλέξανδρος ὑπὸ Βρεττίων καὶ Λευκανῶν περὶ Πανδοσίαν κατακεκομμένος· ὁ δʼ ἄγων αὐτὸν ὡς ἀληθῶς ἐπὶ πάντας ἀνθρώπους δόξης ἔρως καὶ ἡγεμονίας ζῆλον ἔσχε καὶ ἅμιλλαν ὑπερβαλέσθαι τὰ Διονύσου καὶ Ἡρακλέους πέρατα τῆς -στρατηλασίας. τῆς δʼ Ἰταλίας ἐπυνθάνετο τὴν ἐν Ῥώμῃ δύναμιν καὶ ἀλκὴν ὥσπερ στόμωμα προτεταγμένην - ὄνομα γὰρ καὶ δόξα τούτων ἐπιφανεστάτη -διεπέμπετο πρὸς αὐτὸν ὥσπερ ἀθλητῶν μυρίοις ἐγγεγυμνασμένων πολέμοις. -οὐ γὰρ ἀναιμωτί γε διακρινθήμεναι οἴω, -συμπεσόντων ὅπλοις ἀνικήτοις φρονημάτων -ἀδουλώτων. πλῆθος μὲν γὰρ ἦσαν οὗτοι τρισκαίδεκα μυριάδων οὐκ ἐλάττους, πολεμικοὶ δὲ καὶ ἀνδρώδεις -ἅπαντες, - -ἐπιστάμενοι μὲν ἀφʼ ἵππων - -ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα. - -

-
-
- -
-
\ No newline at end of file From 4e3b5eb8c5eb70613d634185f481f245de969721 Mon Sep 17 00:00:00 2001 From: Intern4 Date: Fri, 12 Jul 2019 10:12:01 -0400 Subject: [PATCH 3/4] issue#704 converted file for EpiDoc and CTS compliance --- .../tlg086/tlg0007.tlg086.perseus-grc3.xml | 549 ++++++++++++++++++ 1 file changed, 549 insertions(+) create mode 100644 data/tlg0007/tlg086/tlg0007.tlg086.perseus-grc3.xml diff --git a/data/tlg0007/tlg086/tlg0007.tlg086.perseus-grc3.xml b/data/tlg0007/tlg086/tlg0007.tlg086.perseus-grc3.xml new file mode 100644 index 000000000..4038943fe --- /dev/null +++ b/data/tlg0007/tlg086/tlg0007.tlg086.perseus-grc3.xml @@ -0,0 +1,549 @@ + + + + + + +περὶ τῆς Ῥωμαίων τύχης +Plutarch +Frank Cole Babbitt +Perseus Project, Tufts University +Gregory Crane + +Prepared under the supervision of +Lisa Cerrato +Rashmi Singhal +Bridget Almas + +The National Endowment for the Humanities + + +Trustees of Tufts University +Medford, MA +Perseus Project +2010-12-13 + + + +Plutarch +Moralia + +with an English Translation by +Frank Cole Babbitt + + +Cambridge, MA +Harvard University Press +London +William Heinemann Ltd. +1936 + +4 + +The Internet Archive + + + + + +

optical character recognition

+
+
+

Text encoded in accordance with the latest EpiDoc standards

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture

+ + +

This pointer pattern extracts sections

+
+ +
+ + +Greek + + + +tagged and parsed +EpiDoc and CTS Conversion + +
+ + + +
+
+

αἱ πολλοὺς πολλάκις ἠγωνισμέναι καὶ μεγάλους ἀγῶνας Ἀρετὴ καὶ Τύχη πρὸς ἀλλήλας μέγιστον ἀγωνίζονται τὸν παρόντα, περὶ τῆς Ῥωμαίων ἡγεμονίας διαδικαζόμεναι ποτέρας γέγονεν ἔργον καὶ ποτέρα τὴν τηλικαύτην δύναμιν γεγέννηκεν. οὐ γὰρ μικρὸν ἔσται τῇ περιγενομένῃ τοῦτο μαρτύριον, μᾶλλον δʼ +ἀπολόγημα α πρὸς κατηγορίαν. κατηγορεῖται δʼ Ἀρετὴ μὲν ὡς καλὸν μὲν ἀνωφελὲς δέ, Τύχη δʼ +ὡς ἀβέβαιον μὲν ἀγαθὸν +δέ· καὶ τὴν μὲν ἄκαρπα πονεῖν λέγουσι, τὴν δʼ ἄπιστα δωρεῖσθαι. τίς οὖν οὐχὶ λέξει, τῇ ἑτέρᾳ +τῆς Ῥώμης προστεθείσης, ἢ λυσιτελέστατον +ἀρετήν, εἰ τηλικαῦτα τοὺς ἀγαθοὺς δέδρακεν ἀγαθά, ἢ βεβαιότατον Εὐτυχίαν, χρόνον ἤδη τοσοῦτον ἃ δέδωκε τηροῦσαν; +

+

Ἴων μὲν οὖν ὁ ποιητὴς ἐν τοῖς δίχα μέτρου καὶ καταλογάδην αὐτῷ γεγραμμένοις φησὶν ἀνομοιότατον πρᾶγμα τῇ σοφίᾳ τὴν τύχην οὖσαν ὁμοιοτάτων πραγμάτων γίγνεσθαι δημιουργόν· αὔξουσιν ἀμφότεραι, προσκοσμοῦσιν ἄνδρας, εἰς δόξαν +ἀνάγουσιν, εἰς δύναμιν, εἰς ἡγεμονίαν. τί δεῖ +τὰ πολλὰ μηκύνειν ἐξαριθμούμενον; αὐτὴν τὴν +τὰ πάντα γεννῶσαν ἡμῖν καὶ φέρουσαν φύσιν οἱ + μὲν τύχην εἶναι νομίζουσιν, οἱ δὲ σοφίαν. διὸ + καλόν τι τῇ Ῥώμῃ καὶ ζηλωτὸν ὁ ἐνεστὼς λόγος ἀξίωμα περιτίθησιν, εἰ διαποροῦμεν ὑπὲρ αὐτῆς, +ὡς ὑπὲρ γῆς καὶ θαλάττης καὶ οὐρανοῦ καὶ ἄστρων, +πότερον κατὰ τύχην συνέστηκεν ἢ κατὰ πρόνοιαν.

+
+
+

ἐγὼ δέ, ὅτι μέν, εἰ καὶ πάνυ πρὸς ἀλλήλας ἀεὶ πολεμοῦσι καὶ διαφέρονται Τύχη καὶ Ἀρετή, +πρός γε τηλικαύτην σύμπηξιν ἀρχῆς καὶ δυνάμεως +εἰκός ἐστιν αὐτὰς σπεισαμένας συνελθεῖν καὶ συνελθούσας ἐπιτελειῶσαι καὶ συναπεργάς ασθαι τῶν ἀνθρωπίνων ἔργων τὸ κάλλιστον, ὀρθῶς ὑπονοεῖν οἴομαι. καὶ νομίζω, καθάπερ Πλάτων φησὶν +ἐκ πυρὸς καὶ γῆς ὡς ἀναγκαίων τε καὶ πρώτων +γεγονέναι τὸν σύμπαντα κόσμον, ἵνʼ +ὁρατός τε + γένηται καὶ ἁπτός, γῆς μὲν τὸ ἐμβριθὲς καὶ +στάσιμον αὐτῷ συμβαλομένης, πυρὸς δὲ χρῶμα καὶ +μορφὴν καὶ κίνησιν αἱ ξ δʼ +ἐν μέσῳ φύσεις, ὕδωρ +καὶ ἀήρ, μαλάξασαι καὶ σβέσασαι τὴν ἑκατέρου τῶν ἄκρων ἀνομοιότητα συνήγαγον καὶ ἀνεμείξαντο τὴν ὕλην διʼ αὐτῶν· οὕτως ἄρα καὶ ὁ τὴν Ῥώμην +ὑποβαλόμενος χρόνος μετὰ θεοῦ τύχην καὶ ἀρετὴν + ἐκέρασε καὶ συνέζευξεν, ἵνʼ ἑκατέρας λαβὼν τὸ οἰκεῖον ἀπεργάσηται πᾶσιν ἀνθρώποις ἑστίαν ἱερὰν +ὡς ἀληθῶς καὶ ἀνησιδώραν καὶ πεῖσμα +μόνιμον καὶ στοιχεῖον ἀίδιον, ὑποφερομένοις τοῖς +πράγμασιν ἀγκυρηβόλιον σάλου καὶ πλάνης, ὥς φησι Δημόκριτος. ὡς γὰρ οἱ φυσικοὶ τὸν + +κόσμον λέγουσιν οὐκ εἶναι πάλαι κόσμον οὐδʼ ἐθέλειν τὰ σώματα συνελθόντα καὶ συμμιγέντα κοινὸν ἐκ πάντων εἶδος τῇ φύσει παρασχεῖν, ἀλλὰ τῶν μὲν ἔτι μικρῶν καὶ σποράδην φερομένων καὶ +διολισθανόντων καὶ ὑποφευγόντων τὰς ἐναπολήψεις +καὶ περιπλοκάς, τῶν δʼ ἀδροτέρων καὶ +συνεστηκότων ἤδη δεινοὺς ἀγῶνας πρὸς ἄλληλα καὶ +διαταραχὰς λαμβανόντων, κλύδωνα καὶ βρασμὸν εἶναι καὶ φθόρου καὶ πλάνης καὶ ναυαγίων μεστὰ πάντα, +πρίν γε τὴν γῆν μέγεθος λαβοῦσαν ἐκ τῶν συνισταμένων καὶ φερομένων ἱδρυθῆναί πως αὐτὴν καὶ τοῖς ἄλλοις ἵδρυσιν ἐν αὑτῇ καὶ περὶ αὑτὴν παρασχεῖν, +οὕτω τῶν μεγίστων ἐν ἀνθρώποις δυνάμεων καὶ ἡγεμονιῶν κατὰ τύχας ἐλαυνομένων καὶ συμφερομένων ὑπὸ τοῦ μηδένα κρατεῖν βούλεσθαι δὲ πάντας, ἀμήχανος ἦν ἡ φορὰ καὶ πλάνη καὶ μεταβολὴ πᾶσα πάντων, μέχρι οὗ τῆς Ῥώμης ἰσχὺν καὶ αὔξησιν + λαβούσης καὶ ἀναδησαμένης τοῦτο μὲν ἔθνη καὶ δήμους ἐν αὑτῇ, τοῦτο δʼ ἀλλοφύλους καὶ διαποντίους βασιλέων ἡγεμονίας, ἕδραν ἔσχε τὰ μέγιστα καὶ ἀσφάλειαν, εἰς κόσμον εἰρήνης καὶ ἕνα κύκλον τῆς ἡγεμονίας ἀπταίστου περιφερομένης, πάσης μὲν ἀρετῆς ἐγγενομένης τοῖς ταῦτα μηχανησαμένοις, πολλῆς δὲ καὶ τύχης συνελθούσης, +ὡς ἐνέσται τοῦ λόγου προϊόντος ἐνδείξασθαι. + +

+
+
+

νυνὶ δέ μοι δοκῶ τοῦ προβλήματος ὥσπερ ἀπὸ σκοπιᾶς καθορᾶν ἐπὶ τὴν σύγκρισιν καὶ τὸν ἀγῶνα τήν τε Τύχην καὶ τὴν +Ἀρετὴν βαδιζούσας. ἀλλὰ τῆς μὲν Ἀρετῆς πρᾶόν τε τὸ βάδισμα καὶ +τὸ βλέμμα καθεστηκός, παρέχει δέ τι καὶ τῷ + προσώπῳ πρὸς τὴν ἅμιλλαν ἐρύθημα τῆς +φιλοτιμίας. καὶ πολὺ μὲν ὑστερεῖ σπευδούσης τῆς Τύχης, +ἄγουσι δʼ αὐτὴν καὶ δορυφοροῦσι κατὰ πλῆθος +ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες, +ἐναντίων τραυμάτων ἀνάπλεῳ, αἷμα συμμεμιγμένον ἱδρῶτι σταλάζοντες, ἡμικλάστοις +ἐπιβεβηκότες λαφύροις. βούλεσθε δὲ πυθώμεθα, τίνες ποτʼ εἰσὶν οὗτοι; Φαβρίκιοί φασιν εἶναι καὶ Κάμιλλοι +καὶ Δέκιοι καὶ Κικιννᾶτοι καὶ Μάξιμοι Φάβιοι καὶ Κλαύδιοι Μάρκελλοι καὶ Σκιπίωνες. ὁρῶ δὲ καὶ +Γάιον Μάριον ὀργιζόμενον τῇ Τύχῃ, καὶ Μούκιος ἐκεῖ Σκαιόλας τὴν φλεγομένην χεῖρα δείκνυσι βοῶν + +μὴ καὶ ταύτην τῇ Τύχῃ χαρίζῃ; καὶ Μάρκος +Ὡράτιος ἀριστεὺς παραποτάμιος Τυρρηνικοῖς +βέλεσι βαρυνόμενος καὶ σκάζοντα μηρὸν παρέχων, +ἐκ βαθείας ὑποφθέγγεται δίνης, οὐκοῦν κἀγὼ +κατὰ τύχην πεπήρωμαι; τοιοῦτος ὁ τῆς Ἀρετῆς χορὸς πρόσεισιν ἐπὶ τὴν σύγκρισιν, +βριθὺς ὁπλιτοπάλας δάιος ἀντιπάλοις. + +

+ +
+
+

τῆς δὲ Τύχης ὀξὺ μὲν τὸ κίνημα καὶ θρασὺ +τὸ φρόνημα καὶ μεγάλαυχος ἡ ἐλπίς, φθάνουσα δὲ +τὴν Ἀρετὴν ἐγγύς ἐστιν, οὐ πτεροῖς ἐλαφρίζουσα +κούφοις ἑαυτὴν οὐδʼ ἀκρώνυχον ὑπὲρ σφαίρας τινὸς +ἴχνος καθεῖσα περισφαλὴς καὶ ἀμφίβολος +πρόσεισιν, εἶτʼ ἄπεισιν ἀιδής· ἀλλʼ ὥσπερ οἱ Σπαρτιᾶται + τὴν Ἀφροδίτην λέγουσι διαβαίνουσαν τὸν Εὐρώταν +τὰ μὲν ἔσοπτρα καὶ τοὺς χλιδῶνας καὶ τὸν κεστὸν +ἀποθέσθαι, δόρυ δὲ καὶ ἀσπίδα λαβεῖν κοσμουμένην +τῷ Λυκούργῳ· οὕτως ἡ Τύχη καταλιποῦσα Πέρσας +καὶ Ἀσσυρίους Μακεδονίαν μὲν ἐλαφρὰ διέπτη καὶ +ἀπεσείσατο ταχέως Ἀλέξανδρον, καὶ διʼ Αἰγύπτου +καὶ Συρίας περιφέρουσα βασιλείας διώδευσε, καὶ +Καρχηδονίους στρεφομένη πολλάκις ἐβάστασε· τῷ +δὲ Παλατίῳ προσερχομένη καὶ διαβαίνουσα τὸν +Θύμβριν ὡς ἔοικεν ἔθηκε τὰς πτέρυγας, ἐξέβη τῶν +πεδίλων, ἀπέλιπε τὴν ἄπιστον καὶ παλίμβολον +σφαῖραν. οὕτως εἰσῆλθεν εἰς Ῥώμην ὡς μενοῦσα +καὶ τοιαύτη πάρεστιν ὡς ἐπὶ τὴν δίκην. +οὐ μὲν γὰρἀπειθὴς, +κατὰ Πίνδαρον, +οὐδὲ δίδυμον στρέφουσα πηδάλιον, +ἀλλὰ μᾶλλον + +εὐνομίας καὶ Πειθοῦς ἀδελφὰ + +καὶ Προμαθείας θυγάτηρ, + + +ὡς γενεαλογεῖ Ἀλκμάν. τὸ δʼ ὑμνούμενον ἐκεῖνο τοῦ πλούτου κέρας ἔχει διὰ χειρός, οὐκ ὀπώρας ἀεὶ θαλλούσης μεστόν, ἀλλʼ ὅσα φέρει πᾶσα γῆ πᾶσα + δὲ θάλαττα καὶ ποταμοὶ καὶ μέταλλα καὶ λιμένες, ἄφθονα καὶ ῥύδην ἐπιχεαμένη. λαμπροὶ δὲ καὶ διαπρεπεῖς ἄνδρες οὐκ ὀλίγοι μετʼ +αὐτῆς ὁρῶνται, Πομπίλιος Νομᾶς ἐκ Σαβίνων καὶ Πρῖσκος +ἐκ Ταρκυνίων, οὓς ἐπήλυδας βασιλεῖς καὶ ξένους ἐνιδρύσατο τοῖς Ῥωμύλου θρόνοις· καὶ Παῦλος Αἰμίλιος ἀπὸ Περσέως καὶ Μακεδόνων ἄτρωτον στρατὸν ἄγων καὶ νίκην ἄδακρυν θριαμβεύων +μεγαλύνει τὴν Τύχην μεγαλύνει δὲ καὶ Καικίλιος Μέτελλος ὁ Μακεδονικός γέρων, ὑπὸ τεττάρων παίδων εον +ὑπατικῶν ἐκκομιζόμενος, Κοΐντου Βαλεαρικοῦ καὶ +Λευκίου Διαδημάτα καὶ Μάρκου Μετέλλου καὶ +Γαΐου Καπραρίου, καὶ δυοῖν γαμβρῶν ὑπατικῶν καὶ θυγατριδῶν κοσμουμένων ἐπιφανέσιν ἀριστείαις +καὶ πολιτείαις. Αἰμίλιος δὲ Σκαῦρος ἐκ ταπεινοῦ βίου καὶ ταπεινοτέρου γένους καινὸς ἄνθρωπος ἀρθεὶς ὑπʼ +αὐτῆς προγράφεται τοῦ μεγάλου συνεδρίου. Κορνήλιον δὲ Σύλλαν ἐκ τῶν Νικοπόλεως τῆς ἑταίρας ἀναλαβοῦσα καὶ βαστάσασα κόλπων +ὑψηλότερον τῶν Κιμβρικῶν Μαρίου θριάμβων καὶ τῶν ἑπτὰ ὑπατειῶν ἐπιτίθησι μοναρχίαις καὶ +δικτατωρίαις. ἄντικρυς οὗτος τῇ Τύχῃ μετὰ τῶν πράξεων + ἑαυτὸν εἰσεποίει βοῶν κατὰ τὸν Οἰδίποδα τὸν Σοφοκλέους + +ἐγὼ δʼ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμω. +καὶ Ῥωμαϊστὶ μὲν Φήλιξ ὠνομάζετο, τοῖς δʼ Ἕλλησιν οὕτως ἔγραφε Λούκιος Κορνήλιος Σύλλας Ἐπαφρόδιτος. καὶ τὰ παρʼ ἡμῖν ἐν Χαιρωνείᾳ τρόπαια καὶ τὰ τῶν Μιθριδατικῶν οὕτως +ἐπιγέγραπται,, καὶ εἰκότως· πλεῖστον γὰρ Ἀφροδίτης οὐ +νύξ, κατὰ Μένανδρον, ἀλλὰ τύχη μετέσχηκεν.

+
+
+

ἆρʼ +οὖν ταύτην τις ἀρχὴν ποιησάμενος οἰ +- +κείαν ἂν ὑπὲρ τῆς Τύχης ἐπάγοιτο μάρτυρας αὖ +τοὺς Ῥωμαίους, ὡς τῇ Τύχῃ πλέον ἢ τῇ Ἀρετῇ νέμοντας; ἀρετῆς μέν γε παρʼ αὐτοῖς ὀψὲ καὶ μετὰ πολλοὺς χρόνους ἱερὸν ἱδρύσατο Σκιπίων ὁ +Νομαντῖνος, εἶτα Μάρκελλος τὸ Οὐιρτοῦτίς τε καὶ +Ὀνῶρις προσαγορευόμενον, καὶ τὸ τῆς Μέντις καλουμένης Γνώμης ἂν νομίζοιτο Σκαῦρος +Αἰμίλιος, περὶ τὰ Κιμβρικὰ τοῖς χρόνοις γεγονώς· ἤδη τότε λόγων καὶ σοφισμάτων καὶ στωμυλίας +παρεισρυείσης εἰς τὴν πόλιν ἤρχοντο σεμνύνειν τὰ + τοιαῦτα. σοφίας δὲ μέχρι καὶ νῦν ἱερὸν οὐκ ἔστιν οὐδὲ Σωφροσύνης ἢ μεγαλοψυχίας ἢ καρτερίας ἢ +ἐγκρατείας· ἀλλὰ τά γε τῆς Τύχης ἱερὰ λαμπρὰ καὶ +παλαιά, καὶ ὁμοῦ τι τοῖς πρώτοις καταμεμειγμένα +τῆς πόλεως θεμελίοις γέγονε. πρῶτος μὲν γὰρ +ἱδρύσατο Τύχης ἱερὸν Μάρκιος Ἄγκος, ὁ Νομᾶ θυγατριδοῦς καὶ τέταρτος ἀπὸ Ῥωμύλου βασιλεὺς +γενόμενος· καὶ τάχα που τῇ τύχῃ τὴν ἀνδρείαν παρωνόμασεν, ᾗ πλεῖστον εἰς τὸ νικᾶν τύχης +μέτεστι. τὸ δὲ τῆς Γυναικείας Τύχης κατεσκευάσαντο πρὸ Καμίλλου ὅτε Μάρκιον Κοριόλανον ἐπάγοντα τῇ πόλει Οὐολούσκους ἀπεστρέψαντο διὰ τῶν γυναικῶν. πρεσβευσάμεναι γὰρ αὗται πρὸς τὸν ἄνδρα μετὰ τῆς μητρὸς αὐτοῦ καὶ τῆς +γυναικός, ἐξελιπάρησαν καὶ κατειργάσαντο φείσασθαι τῆς πόλεως καὶ τὴν στρατιὰν τῶν βαρβάρων +ἀπαγαγεῖν. τότε λέγεται τὸ ἄγαλμα τῆς Τύχης ἅμα +τῷ καθιερωθῆναι φωνὴν ἀφεῖναι καὶ εἰπεῖν, ὁσίῳ +με πόλεως νόμῳ, γυναῖκες ἀσταί, καθιδρύσασθε. +

+

καὶ μὴν καὶ Φούριος Κάμιλλος, ὅτε τὸ Κελτικὸν ἔσβεσε πῦρ, καὶ τὴν Ῥώμην ἀντίρροπον χρυσῷ κεκλιμένην ἀπὸ τοῦ ζυγοῦ καὶ τῆς πλάστιγγος + καθεῖλεν, οὔτʼ εὐβουλίας οὔτʼ ἀνδρείας, ἀλλὰ Φήμης +ἱδρύσατο καὶ Κληδόνος ἱερὸν παρὰ τὴν Καινὴν ὁδόν, ὅπου φασὶ πρὸ τοῦ πολέμου Μάρκῳ Καιδικίῳ βαδίζοντι νύκτωρ φωνὴν γενέσθαι κελεύουσαν +ὀλίγῳ χρόνῳ Γαλατικὸν πόλεμον προσδέχεσθαι. +

+

τὴν δὲ πρὸς τῷ ποταμῷ Τύχην φόρτιν ιν καλοῦσιν ὅπερ ἐστὶν ἰσχυρὰν ἢ ἀριστευτικὴν ἢ +ἀνδρείαν, ὡς τὸ νικητικὸν ἁπάντων κράτος ἔχουσαν. καὶ τόν γε ναὸν αὐτῆς ἐν τοῖς ὑπὸ Καίσαρος +τῷ δήμῳ καταλειφθεῖσι κήποις ᾠκοδόμησαν, ἡγούμενοι κἀκεῖνον εὐτυχίᾳ γενέσθαι μέγιστον, ὡς αὐτὸς ἐμαρτύρησε.

+
+
+

περὶ δὲ Γαΐου Καίσαρος +ᾐδέσθην ἂν εἰπεῖν, +ὡς ὑπʼ εὐτυχίας ἤρθη μέγιστος, εἰ μὴ τοῦτʼ αὐτὸς +ἐμαρτύρησεν. ἐπεὶ γὰρ ἀπὸ Βρεντεσίου Πομπήιον +διώκων ἀνήχθη πρὸ μιᾶς ἡμέρας νωνῶν +Ἰανουαρίων, χειμῶνος ἐν τροπαῖς ὄντος, τὸ μὲν πέλαγος ἀσφαλῶς διεπέρασε, τῆς Τύχης τὸν καιρὸν +ὑπερθεμένης· εὑρὼν δὲ τὸν Πομπήιον ἄθρουν καὶ πολὺν + μὲν ἐν γῇ πολὺν δʼ +ἐν θαλάττῃ μετὰ πασῶν ἅμα τῶν δυνάμεων καθεζόμενον αὐτὸς ὀλιγοστὸς ὢν, τῆς +μετʼ Ἀντωνίου καὶ Σαβίνου στρατιᾶς αὐτῷ βραδυ - +νούσης, ἐτόλμησεν εἰς ἀκάτιον μικρὸν ἐμβὰς καὶ +λαθὼν τόν τε ναύκληρον καὶ τὸν κυβερνήτην ὥς τινος θεράπων ἀναχθῆναι. σκληρᾶς δὲ πρὸς τὸ + ῥεῦμα τοῦ ποταμοῦ γενομένης ἀντιμεταβάσεως καὶ κλύδωνος ἰσχυροῦ, μεταβαλλόμενον ὁρῶν τὸν +κυβερνήτην ἀφεῖλεν ἀπὸ τῆς κεφαλῆς ἱμάτιον, καὶ ἀναδείξας ἑαυτόν, ἴθι, ἔφη, γενναῖε, τόλμα καὶ + δέδιθι,θι, μηδέν, ἀλλʼ +ἐπιδίδου τῇ Τύχῃ τὰ ἱστία +καὶ δέχου τὸ πνεῦμα, πιστεύων ὅτι Καίσαρα φέρεις +καὶ τὴν Καίσαρος Τύχην. οὕτως ἐπέπειστο τὴν +Τύχην αὐτῷ συμπλεῖν, συναποδημεῖν, συστρατεύεσθαι, συστρατηγεῖν, ἧς ἔργον ἦν γαλήνην μὲν +ἐπιτάξαι θαλάττῃ, θέρος δὲ χειμῶνι, τάχος δὲ τοῖς +βραδυτάτοις, ἀλκὴν δὲ τοῖς ἀθυμοτάτοις, τὸ δὲ +τούτων ἀπιστότερον, φυγὴν Πομπηίῳ καὶ Πτολεμαίῳ ξενοκτονίαν, ἵνα καὶ Πομπήιος πέσῃ καὶ Καῖσαρ +μὴ μιανθῇ.

+
+
+

τί δέ; ὁ τούτου μὲν υἱός, πρῶτος δʼ +ἀναγορευθεὶς Σεβαστὸς ἄρξας δὲ τέτταρα καὶ πεντήκοντα + ἔτη, οὐκ αὐτὸς ἐκπέμπων τὸν θυγατριδοῦν ἐπὶ στρατείαν εὔξατο τοῖς θεοῖς ἀνδρείαν μὲν αὐτῷ δοῦναι τὴν Σκιπίωνος, εὔνοιαν δὲ τὴν Πομπηίου, Τύχην +δὲ τὴν αὑτοῦ; καθάπερ ἔργῳ μεγάλῳ +δημιουργὸν ἐπιγράψας ἑαυτῷ τὴν Τύχην, ἥτις αὐτὸν +ἐπιθεῖσα Κικέρωνι καὶ Λεπίδῳ καὶ Πάνσᾳ καὶ Ἱρτίῳ +καὶ Μάρκῳ Ἀντωνίῳ, ταῖς ἐκείνων ἀριστείαις καὶ χερσὶ καὶ νίκαις καὶ στόλοις καὶ πολέμοις καὶ +στρατοπέδοις γενόμενον πρῶτον εἰς ὕψος ἄρασα +καὶ καταβαλοῦσα τούτους, διʼ ὧν ἀνέβη, μόνον + κατέλιπεν. ἐκείνῳ γὰρ ἐπολιτεύετο Κικέρων καὶ +Λέπιδος ἐστρατήγει καὶ Πάνσας ἐνίκα καὶ Ἵρτιος + ἔπιπτε καὶ Ἀντώνιος ὕβριζεν. ἐγὼ γὰρ καὶ Κλεοπάτραν τῆς τύχης Καίσαρος τἰθημι, περὶ ἣν ὡς +ἕρμα κατέδυ καὶ συνετρίβη τηλικοῦτος αὐτοκράτωρ, +ἵνʼ +ᾖ μόνος Καῖσαρ. λέγεται δὲ πολλῆς οἰκειότητος αὐτοῖς καὶ συνηθείας ὑπαρχούσης πολλάκις σχολαζόντων εἰς παιδιὰν σφαίρας ἢ κύβων ἢ νὴ Δία θρεμμάτων ἁμίλλης, οἷον ὀρτύγων, +ἀλεκτρυόνων, ἀεὶ νικώμενον Ἀντώνιον ἀπαλλάττεσθαι· καί τινα τῶν περὶ αὐτὸν ἐπὶ μαντείᾳ σεμνυνόμενον + πολλάκις παρρησιάζεσθαι καὶ νουθετεῖν, ὦ +ἄνθρωπε, τί σοι πρᾶγμα πρὸς τοῦτον ἔστι τὸν νεανίσκον; φεῦγʼ αὐτόν· ἐνδοξότερος εἶ, πρεσβύτερος εἶ, ἄρχεις πλειόνων, ἐνήθληκας πολέμοις, ἐμπειρίᾳ διαφέρεις· ἀλλʼ +ὁ σὸς δαίμων τὸν τούτου φοβεῖται· καὶ ἡ τύχη σου καθʼ +ἑαυτήν ἐστι μεγάλη κολακεύει +δὲ τὴν τούτου· ἐὰν μὴ μακρὰν ᾖς, οἰχήσεται μεταβᾶσα πρὸς αὐτόν. +

+
+
+

ἀλλὰ γὰρ αἱ μὲν ἀπὸ τῶν μαρτύρων πίστεις τοσαῦται τῇ Τύχῃ πάρεισι. δεῖ δὲ καὶ τὰς ἀπὸ τῶν πραγμάτων αὐτῶν εἰσάγειν, ἀρχὴν τοῦ λόγου τὴν ἀρχὴν τῆς πόλεως λαβόντας. εὐθὺς οὖν τίς οὐκ +ἂν εἴποι πρὸς τὴν Ῥωμύλου γένεσιν καὶ σωτηρίαν + καί, τροφὴν καὶ αὔξησιν τὴν μὲν Τύχην ὑποβολὰς +κατατεθεῖσθαι τὴν δʼ Ἀρετὴν ἐξῳκοδομηκέναι; + πρῶτον μὲν οὖν τὸ περὶ τὴν γένεσιν καὶ τὴν τέκνωσιν αὐτῶν τῶν ἐνιδρυσαμένων καὶ κτισάντων τὴν πόλιν εὐτυχίας ἔοικε θαυμαστῆς γενέσθαι. θεῷ γὰρ ἡ τεκοῦσα μειχθῆναι λέγεται, καὶ καθάπερ τὸν Ἡρακλέα σπαρῆναί φασιν ἐν μακρᾷ νυκτί, τῆς ἡμέρας ἐπισχεθείσης παρὰ φύσιν καὶ τοῦ ἡλίου βραδύναντος, οὕτω περὶ τὴν Ῥωμύλου σπορὰν καὶ καταβολὴν τὸν ἥλιον ἐκλιπεῖν ἱστοροῦσι, +ποιησάμενον ἀτρεκῆ σύνοδον πρὸς σελήνην, ᾧπερ ὁ Ἄρης + θεὸς ὢν τῇ Σιλβίᾳ θνητῇ συνῆλθε. ταὐτὸ δὲ +συντυχεῖν τῷ Ῥωμύλῳ καὶ περὶ τὴν μετάστασιν αὐτὴν τοῦ βίου· λέγουσι γὰρ ἐκλείποντος τοῦ ἡλίου +ἠφανίσθαι νώναις καπρατίναις, ἣν ἄχρι νῦν ἡμέραν ἐπιφανῶς ἑορτάζουσιν. +

+

ἔπειτα γεννηθέντας αὐτούς, τοῦ τυράννου +τάττοντος ἀνελεῖν, παρέλαβε κατὰ τύχην οὐ βάρβαρος οὐδʼ ἄγριος ὑπηρέτης, ἐλεήμων δέ τις καὶ φιλάνθρωπος, ὥστε μὴ κτεῖναι ἀλλὰ τοῦ ποταμοῦ τις ἦν ὄχθη χλοερῷ λειμῶνι προσκλύζουσα καὶ περισκιαζομένη +χθαμαλοῖς δένδρεσιν· ἐνταῦθα κατέθηκε τὰ βρέφη πλησίον ἐρινεοῦ τινος, ὃν ῥουμινᾶλιν ὠνόμαζον. + εἶτα λύκαινα μὲν νεοτόκος σπαργῶσα καὶ +πλημμυροῦσα τοὺς μαστοὺς γάλακτι, τῶν σκύμνων + ἀπολωλότων, αὐτὴ χρῄζουσα κουφισμοῦ, +περιέστειξε τὰ βρέφη καὶ θηλὴν ἐπέσχεν, ὥσπερ ὠδῖνα δευτέραν ἀποτιθεμένη τὴν τοῦ γάλακτος. ἱερὸς δʼ ὄρνις Ἄρεος, ὃν δρυοκολάπτην καλοῦσιν, ἐπιφοιτῶν καὶ προσκαθίζων ἀκρώνυχος, ἐν μέρει τῶν νηπίων ἑκατέρου στόμα τῇ χηλῇ διοίγων, ἐνετίθει +ψώμισμα, τῆς αὑτοῦ τροφῆς ἀπομερίζων. τὸν μὲν οὖν ἐρινεὸν ῥουμινᾶλιν ὠνόμασαν ἀπὸ τῆς θηλῆς, ἣν ἡ λύκαινα παρʼ αὐτῷ ὀκλάσασα τοῖς βρέφεσι παρέσχε. μέχρι δὲ πολλοῦ διεφύλαττον οἱ περὶ τὸν τόπον + ἐκεῖνον κατοικοῦντες μηδὲν ἐκτιθέναι τῶν γεννωμένων, ἀλλʼ ἀναιρεῖσθαι πάντα καὶ τρέφειν, τὸ +Ῥωμύλου πάθος καὶ τὴν ὁμοιότητα τιμῶντες. +

+

καὶ μὴν τό τε λαθεῖν αὐτοὺς τρεφομένους καὶ παιδευομένους ἐν Γαβίοις ἀγνοηθῆναι τε Σιλβίας ὄντας υἱοὺς καὶ θυγατριδοῦς Νομίτορος +τοῦ βασιλέως παντάπασι Τύχης κλέμμα α καὶ σόφισμα α φαίνεται γεγενημένον, ὅπως μὴ ἀπόλωνται πρὸ τῶν ἔργων διὰ τὸ γένος, ἀλλʼ +ἐν αὐτοῖς φανῶσι τοῖς κατορθώμασι, γνωρίσματα τῆς εὐγενείας τὴν ἀρετὴν παρέχοντες. +

+

ἐνταῦθά μοι μεγάλου καὶ φρονίμου στρατηγοῦ λόγος ἔπεισι Θεμιστοκλέους ῥηθεὶς πρός τινας τῶν + ὕστερον εὐημερούντων Ἀθήνησι στρατηγῶν καὶ προτιμᾶσθαι τοῦ Θεμιστοκλέους ἀξιούντων. ἔφη + γὰρ τὴν ὑστεραίαν ἐρίσαι πρὸς τὴν ἑορτὴν λέγουσαν ὡς ἐκείνη μέν ἐστι κοπώδης καὶ ἄσχολος, +ἐν αὐτῇ δὲ τῶν παρεσκευασμένων ἀπολαύουσι μεθʼ +ἡσυχίας. τὴν οὖν ἑορτὴν εἰπεῖν, ἀληθῆ λέγεις, +ἀλλʼ ἐμοῦ μὴ γενομένης, ποῦ ἂν σὺ ἦσθα; +κἀμοῦ τοίνυν, ἔφη, μὴ γενομένου περὶ τὰ Μηδικά, +τίς ἂν ὑμῶν ἦν νῦν ὄνησις; τοῦτό μοι δοκεῖ πρὸς τὴν Ῥωμύλου Ἀρετὴν ἡ Τύχη λέγειν, λαμπρὰ μὲν τὰ σὰ ἔργα καὶ μεγάλα καὶ θεῖον ὡς ἀληθῶς + ἐξέφηνας αἷμα καὶ γένος οὖσαν σεαυτήν· ἀλλʼ +ὁρᾷς +πόσον ὑστερεῖς μου; εἰ γὰρ ἐγὼ τότε μὴ +παρηκολούθησα χρηστὴ καὶ φιλάνθρωπος, ἀλλʼ ἀπέλιπον +καὶ προηκάμην τὰ νήπια, σὺ πῶς ἂν ἐγένου καὶ +πόθεν ἐξέλαμψας; εἰ τότε μὴ θῆλυ θηρίον ἐπῆλθε +φλεγμαῖνον ὑπὸ πλήθους καὶ φορᾶς γάλακτος καὶ τραφησομένου δεόμενον μᾶλλον ἢ θρέψοντος, ἀλλʼ +ἀνήμερόν τι τελέως καὶ λιμῶττον, οὐκ ἂν ἔτι νῦν +τὰ καλὰ ταῦτα βασίλεια καὶ ναοὶ καὶ θέατρα καὶ +περίπατοι καὶ ἀγοραὶ καὶ ἀρχεῖα βοτηρικαὶ καλύβαι +καὶ σταθμοὶ νομέων ἦσαν Ἀλβανὸν ἢ Τυρρηνὸν ἢ +Λατῖνον ἄνδρα δεσπότην προσκυνούντων; ἀρχὴ + μὲν δὴ μέγιστον ἐν παντί, μάλιστα δʼ +ἐν ἱδρύσει καὶ κτίσει πόλεως· ταύτην δʼ +ἡ Τύχη παρέσχε σῴσασα καὶ φυλάξασα τὸν κτίστην ἡ μὲν γὰρ Ἀρετὴ μέγαν +ἐποίησε Ῥωμύλον, ἡ Τύχη δʼ ἄχρι τοῦ γενέσθαι +μέγαν ἐτήρησε.

+
+
+

καὶ μὴν τήν γε Νομᾶ βασιλείαν + πολυχρονιωτάτην γενομένην ὁμολογουμένως εὐτυχία διεκυβέρνησε θαυμαστή. τὸ μὲν γὰρ Ἐγερίαν τινά, νυμφῶν +μίαν δρυάδων, δαίμονα σοφὴν ἔρωτι τἀνδρὸς ἐν +συνουσίᾳ γενομένην, παραπαιδαγωγεῖν καὶ συσχηματίζειν τὴν πολιτείαν ἴσως μυθωδέστερόν ἐστι. + καὶ γὰρ ἄλλοι λεχθέντες ἅψασθαι γάμων θείων καὶ θεοῖς ἐράσμιοι γενέσθαι, Πηλεῖς καὶ Ἀγχῖσαι καὶ Ὠρίωνες καὶ +Ἠμαθίωνες, οὐ πάντως ἀγαπητῶς +οὐδʼ ἀλύπως διεβίωσαν. ἀλλὰ Νομᾶς ἔοικε τὴν ἀγαθὴν Τύχην ἔχειν ὡς ἀληθῶς σύνοικον καὶ +σύνεδρον καὶ συνάρχουσαν, ἣ, καθάπερ ἐν κλύδωνι θολερῷ καὶ τεταραγμένῳ πελάγει, τῇ τῶν +προσοίκων καὶ γειτόνων ἔχθρᾳ καὶ χαλεπότητι τὴν πόλιν φερομένην καὶ φλεγμαίνουσαν ὑπὸ μυρίων πόνων +καὶ διχοστασιῶν παραλαβοῦσα τοὺς μὲν ἀντιτεταγμένους θυμοὺς καὶ φθόνους ὥσπερ πνεύματα + κατέσβεσεν· οἷα δέ φασι τὰς ἀλκυόνων λοχείας παραδεξαμένην τὴν θάλατταν ἐν χειμῶνι σῴζειν καὶ συνεκτιθηνεῖσθαι, τοιαύτην ἀναχεαμένη καὶ περιστήσασα γαλήνην πραγμάτων ἀπόλεμον καὶ ἄνοσον +καὶ ἀκίνδυνον καὶ ἄφοβον, νεοσταθεῖ δήμῳ καὶ +κραδαινομένῳ παρέσχε ῥιζῶσαι καὶ καταστῆσαι τὴν +πόλιν αὐξανομένην ἐν ἡσυχίᾳ βεβαίως καὶ ἀνεμποδίστως. ὥσπερ γὰρ ὁλκὰς ἢ τριήρης ναυπηγεῖται μὲν ὑπὸ πληγῶν καὶ βίας πολλῆς, σφύραις καὶ +ἥλοις ἀρασσομένη καὶ γομφώμασι καὶ πρίοσι καὶ πελέκεσι, γενομένην δὲ στῆναι δεῖ καὶ παγῆναι + σύμμετρον χρόνον, ἕως οἵ τε δεσμοὶ κάτοχοι +γένωνται καὶ συνήθειαν οἱ γόμφοι λάβωσιν· ἐὰν δὲ ὑγροῖς ἔτι καὶ περιολισθάνουσι τοῖς ἁρμοῖς κατασπασθῇ, πάντα χαλάσει διατιναχθέντα καὶ δέξεται +τὴν θάλατταν· οὕτω τὴν Ῥώμην ὁ μὲν πρῶτος ἄρχων καὶ δημιουργὸς ἐξ ἀγρίων καὶ βοτήρων ὥσπερ ἐκ δρυόχων κραταιῶν συνιστάμενος, οὐκ +ὀλίγους πόνους ἔσχεν οὐδὲ μικροῖς ἀντήρεισε πολέμοις καὶ κινδύνοις, ἐξ ἀνάγκης ἀμυνόμενος τοὺς ἀνθισταμένους πρὸς τὴν γένεσιν καὶ ἵδρυσιν αὐτῆς. +

+

ὁ δὲ δεύτερος παραλαβὼν χρόνον ἔσχε πῆξαι +καὶ βεβαιῶσαι τὴν αὔξησιν τῇ εὐτυχίᾳ, +ἐπιλαβόμενος πολλῆς μὲν εἰρήνης πολλῆς δʼ ἡσυχίας. + εἰ δὲ τότε Πορσίνας τις ἐπέβρισε Τυρρηνικὸν χάρακα καὶ στρατόπεδον παραστήσας τείχεσιν ὑγροῖς ἔτι +καὶ κραδαινομένοις ἤ τις ἐκ Μαρσῶν ἀποστὰς ἀρειμάνιος δυνάστης ἢ Λευκανὸς ὑπὸ φθόνου καὶ φιλονεικίας, ἀνὴρ δύσερις καὶ πολεμοποιός, οἷος ὕστερον +Μουτίλος ἢ Σίλων ὁ θρασὺς ἢ τὸ ἔσχατον Σύλλα πάλαισμα Τελεσῖνος, ὡς ἀφʼ ἑνὸς συνθήματος ὅλην ἐξοπλίζων τὴν +Ἰταλίαν, τὸν φιλόσοφον Νομᾶν +περιεσάλπιζε θύοντα καὶ προσευχόμενον, οὐκ ἂν ἀντέσχον αἱ πρῶται τῆς πόλεως ἀρχαὶ πρὸς σάλον + καὶ κλύδωνα τοσοῦτον οὐδʼ εἰς εὐανδρίαν καὶ +πλῆθος ἐπέδωκαν· νῦν δʼ ἔοικε τῆς πρὸς τοὺς + +ὕστερον πολέμους παρασκευῆς ἐφόδιον Ῥωμαίοις +ἡ τότʼ εἰρήνη γενέσθαι, καὶ καθάπερ ἀθλητὴς ὁ δῆμος ἐκ τῶν κατὰ Ῥωμύλον ἀγώνων ἐν ἡσυχίᾳ χρόνον ἐτῶν τριῶν καὶ τετταράκοντα σωμασκήσας τὴν δύναμιν ἀξιόμαχον καταστῆσαι τοῖς ὕστερον ἀντιταττομένοις. οὐδὲ γὰρ λιμὸν οὐδὲ λοιμὸν οὐδʼ ἀφορίαν γῆς οὐδʼ ἀωρίαν τινὸς θέρους ἢ χειμῶνος +ἐν τῷ τότε χρόνῳ παραλυπῆσαι τὴν Ῥώμην λέγουσιν, ὡς οὐκ ἀνθρωπίνης εὐβουλίας ἀλλὰ θείας Τύχης ἐπιτροπευούσης τῶν καιρῶν ἐκείνων. ἐκλείσθη δʼ οὖν τότε καὶ τὸ τοῦ Ἰανοῦ δίπυλον, ὃ + πολέμου πύλην καλοῦσιν ἀνέῳγε μὲν γὰρ ὅταν ᾖ πόλεμος, κλείεται δʼ εἰρήνης γενομένης. Νομᾶ δʼ ἀποθανόντος ἀνεῴχθη τοῦ πρὸς Ἀλβανοὺς πολέμου συρραγέντος. εἶτα μυρίων ἄλλων συνεχῶς ὑπολαμβανόντων πάλιν δἰ ἐτῶν ὀγδοήκοντα καὶ τετρακοσίων ἐκλείσθη μετὰ τὸν πρὸς Καρχηδονίους πόλεμον εἰρήνης γενομένης Γαΐου Ἀτιλίου καὶ Τίτου Μαλλίου ὑπάτων, μετὰ δὲ τοῦτον τὸν ἐνιαυτὸν αὖθις ἀνεῴχθη καὶ διέμειναν οἱ πόλεμοι. +ἄχρι τῆς ἐν Ἀκτίῳ νίκης Καίσαρος· τότε δʼ ἤργησε +τὰ Ῥωμαίων ὅπλα χρόνον οὐ πολύν αἱ γὰρ ἀπὸ +Καντάβρων ταραχαὶ καὶ Γαλατίας συρραγεῖσαι Γερμανοῖς συνετάραξαν τὴν εἰρήνην. ἀλλὰ ταῦτα μὲν εὐτυχίας τῆς Νομᾶ προσιστόρηται μαρτύρια.

+
+
+

τὴν δὲ Τύχην καὶ οἱ μετʼ ἐκεῖνον ἐθαύμασαν βασιλεῖς ὡς πρωτόπολιν καὶ τιθηνὸν καὶ + +φερέπολιν τῆς Ῥώμης ἀληθῶς κατὰ Πίνδαρον +Σέρβιος δὲ Τύλλιος, ἀνὴρ τῶν βασιλέων μάλιστα καὶ τὴν δύναμιν αὐξήσας τοῦ δήμου καὶ τὸ πολίτευμα κοσμήσας καὶ τάξιν μὲν ἐπιθεὶς ταῖς +ψηφοφορίαις, τάξιν δὲ ταῖς στρατείαις, τιμητὴς δὲ πρῶτος καὶ βίων ἐπίσκοπος καὶ σωφροσύνης +γενόμενος καὶ δοκῶν ἀνδρειότατος εἶναι καὶ +φρονιμώτατος, αὐτὸς ἑαυτὸν εἰς τὴν Τύχην ἀνῆπτε καὶ +ἀνεδεῖτο τὴν ἡγεμονίαν ἐξ ἐκείνης, ὥστε καὶ +συνεῖναι δοκεῖν αὐτῷ τὴν Τύχην διά τινος θυρίδος + +καταβαίνουσαν εἰς τὸ δωμάτιον νῦν Φενέστελλαν πύλην καλοῦσιν. ἱδρύσατο δʼ οὖν Τύχης ἱερὸν ἐν μὲν Καπετωλίῳ τὸ τῆς Πριμιγενείας λεγομένης, +ὃ πρωτογόνου τις ἂν ἑρμηνεύσειε· καὶ τὸ τῆς +Ὀψεκουέντις, ἣν οἱ μὲν πειθήνιον οἱ +δὲ μειλίχιον εἶναι νομίζουσι. μᾶλλον δὲ τὰς Ῥωμαϊκὰς ἐάσας +ὀνομασίας Ἑλληνιστὶ τὰς δυνάμεις τῶν ἱδρυμάτων πειράσομαι καταριθμήσασθαι. καὶ γὰρ ἰδίας Τύχης +ἱερόν ἐστιν ἐν Παλατίῳ, καὶ τὸ τῆς ἰξευτρίας, εἰ +καὶ γελοῖον, ἀλλʼ ἔχον ἐκ μεταφορᾶς ἀναθεώρησιν, +οἷον ἑλκούσης τὰ πόρρω καὶ κρατούσης +συμπροσισχόμενα. παρὰ δὲ τὴν Μουσκῶσαν καλουμένην + κρήνην ἔτι Παρθένου Τύχης ἱερόν ἐστι καὶ ἐν Αἰσκυλίαις ἐπιστρεφομένης· ἐν δὲ τῷ μακρῷ στενωπῷ Τύχης βωμὸς Εὐέλπιδος· ἔστι δὲ καὶ παρὰ τὸν τῆς Ἀφροδίτης ἐπιταλαρίου βωμὸν ἄρρενος Τύχης ἕδος. ἄλλαι τε μυρίαι Τύχης τιμαὶ καὶ ἐπικλήσεις, ὧν τὰς πλείστας Σερούιος κατέστησεν, +εἰδὼς ὅτι μεγάλη ῥοπή, μᾶλλον δʼ ὅλον ἡ Τύχη παρὰ πάντʼ +ἐστὶ τὰ τῶν ἀνθρώπων πράγματα, καὶ μάλιστὰ γʼ +αὐτοῦ διʼ εὐτυχίαν ἐξ αἰχμαλώτου +καὶ πολεμίου γένους εἰς βασιλείαν προαχθέντος. τοῦ γὰρ Κορνικλάνων ἄστεος ἁλόντος ὑπὸ + +Ῥωμαίων, Ὀκρησία παρθένος αἰχμάλωτος, ἧς οὐδὲ + τὴν ὄψιν οὐδὲ τὸν τρόπον ἠμαύρωσεν ἡ τύχη, +δοθεῖσα Τανακυλλίδι τῇ Ταρκυνίου γυναικὶ τοῦ +βασιλέως ἐδούλευσε· καὶ πελάτης τις εἶχεν αὐτήν, +οὓς κλιέντης Ῥωμαῖοι, καλοῦσιν· ἐκ τούτων +ἐγεγόνει Σερούιος. οἱ δʼ +οὔ φασιν, ἀλλὰ παρθένον τὴν +Ὀκρησίαν ἀπάργματα καὶ λοιβὴν ἑκάστοτε λαμβάνουσαν ἀπὸ τῆς βασιλικῆς τραπέζης ἐπὶ τὴν ἑστίαν κομίζειν καί ποτε τυχεῖν μὲν αὐτήν, ὥσπερ εἰώθει, +τῷ πυρὶ τὰς ἀπαρχὰς ἐπιβάλλουσαν, αἰφνίδιον δὲ τῆς φλογὸς μαρανθείσης μόριον ἀνδρὸς ἀνατεῖναι +γόνιμον ἐκ τῆς ἑστίας, καὶ τοῦτο τὴν κόρην τῇ +Τανακυλλίδι φράσαι μόνῃ περίφοβον γενομένην. +τὴν δὲ συνετὴν οὖσαν καὶ φρενήρη κοσμῆσαί τε τὴν κόρην ὅσα νύμφαις πρέπει καὶ συγκαθεῖρξαι τῷ φάσματι, θεῖον ἡγουμένην. οἱ μὲν ἥρωος οἰκουροῦ +λέγουσιν, οἱ δʼ Ἡφαίστου τὸν ἔρωτα τοῦτον +γενέσθαι. τίκτεται γοῦν Σερούιος, καὶ βρέφους ὄντος +ἡ κεφαλὴ σέλας ἀστραπῇ παραπλήσιον ἀπήστραψεν. +οἱ δὲ περὶ Ἀντίαν οὐχ οὕτω λέγουσιν, ἀλλὰ τυχεῖν μὲν τῷ Σερουίῳ τὴν γυναῖκα Γεγανίαν θνήσκουσαν, αὐτὸν δὲ τῆς μητρὸς παρούσης εἰς ὕπνον ἐκ δυσθυμίας καὶ λύπης ἀποκλιθῆναι· καὶ καθεύδοντος αὐτοῦ ταῖς γυναιξὶν ὀφθῆναι τὸ πρόσωπον αὐτοῦ + πυρὶ περιλαμπόμενον· ὅπερ ἦν μαρτύριον αὐτῷ τῆς +ἐκ πυρὸς γενέσεως, σημεῖον δὲ χρηστὸν ἐπὶ τὴν +ἀπροσδόκητον ἡγεμονίαν, ἧς ἔτυχε μετὰ τὴν + +Ταρκυνίου τελευτὴν Τανακυλλίδος σπουδασάσης. ἐπεὶ +πάντων γε τῶν βασιλέων πρὸς μοναρχίαν οὗτος ἀφυέστατος δοκεῖ γενέσθαι καὶ ἀπροθυμότατος, ὅς +γε τὴν βασιλείαν ἀποθέσθαι διανοηθεὶς ἐκωλύθη· τελευτῶσα γὰρ, ὡς ἔοικεν, ἐξώρκωσε τοῦτον ἐμμεῖναι τῇ ἀρχῇ καὶ προθέσθαι τὴν πάτριον Ῥωμαίων πολιτείαν. οὕτως ἡ Σερουίου βασιλεία +παντάπασι τῆς Τύχης, ἣν ἔλαβέ τε μὴ προσδοκήσας καὶ μὴ βουλόμενος διεφύλαξεν. +

+
+
+

ἀλλʼ ἵνα μὴ δοκῶμεν ὥσπερ εἰς τόπον +ἀμαυρὸν τὸν παλαιὸν χρόνον ἐκ τῶν λαμπρῶν καὶ +ἐναργῶν τεκμηρίων φεύγειν καὶ ὑποχωρεῖν, φέρε τοὺς +βασιλεῖς ἐάσαντες ἐπὶ τὰς γνωριμωτάτας πράξεις +καὶ τοὺς ἐπιφανεστάτους πολέμους τὸν λόγον +μεταγάγωμεν, ἐν οἷς πολλὴν τόλμαν καὶ ἀνδρείαν εἶναιαἰδῶ τε συνεργὸν ἀρετᾶς δοριμάχου, +ὥς φησι Τιμόθεος, τίς οὐκ ἂν ὁμολογήσειεν; ἡ δʼ εὔροια τῶν πραγμάτων καὶ τὸ ῥόθιον τῆς εἰς +τοσαύτην δύναμιν καὶ αὔξησιν ὁρμῆς, οὐ χερσὶν +ἀνθρώπων οὐδὲ ὁρμαῖς προχωροῦσαν ἡγεμονίαν, θείᾳ δὲ πομπῇ καὶ πνεύματι Τύχης +ἐπιταχυνομένην, ἐπιδείκνυται τοῖς ὀρθῶς λογιζομένοις. +τρόπαια τροπαίοις ἐπανίσταται καὶ θριάμβοι θριάμβοις ἀπαντῶσι, καὶ τὸ πρῶτον αἷμα τῶν ὅπλων ἔτι θερμὸν ἀποκλύζεται τῷ δευτέρῳ + καταλαμβανόμενον. τὰς δὲ νίκας ἀριθμοῦσιν οὐ νεκρῶν πλήθει καὶ λαφύρων, ἀλλὰ βασιλείαις αἰχμαλώτοις καὶ δεδουλωμένοις ἔθνεσι καὶ νήσοις καὶ ἠπείροις +προσοριζομέναις τῷ μεγέθει τῆς ἡγεμονίας. μιᾷ μάχῃ Φίλιππος ἀπέβαλε Μακεδονίαν, μιᾷ πληγῇ +παρεχώρησεν Ἀντίοχος +Ἀσίας, ἅπαξ Καρχηδόνιοι +σφα λέντες ἀπώλεσαν Λιβύην. εἷς ἀνὴρ μιᾶς ὁρμῇ στρατιᾶς Ἀρμενίαν προσεκτήσατο, Πόντον, Εὔξεινον, Συρίαν, Ἀραβίαν, Ἀλβανούς, Ἴβηρας, τὰ μέχρι Καυκάσου καὶ Ὑρκανῶν· καὶ τρὶς αὐτὸν ὁ περιρρέων +τὴν οἰκουμένην +Ὠκεανὸς εἶδε νικῶντα. Νομάδας μὲν ἐν Λιβύῃ μέχρι τῶν μεσημβρινῶν ἀνέκοψεν +ἠιόνων, +Ἰβηρίαν δὲ Σερτωρίῳ συννοσήσασαν ἄχρι τῆς Ἀτλαντικῆς κατεστρέψατο θαλάττης· τοὺς δʼ Ἀλβανῶν βασιλεῖς διωκομένους περὶ τὸ Κάσπιον πέλαγος ἔστησε. ταῦτα πάντα κατώρθωσε δημοσίᾳ τύχῃ χρώμενος, εἶθʼ ὑπὸ τῆς ἰδίας ἀνετράπη μοίρας. +

+

+ ὁ δὲ Ῥωμαίων μέγας δαίμων οὐκ ἐφήμερος πνεύσας οὐδὲ καιρὸν ἀκμάσας βραχὺν ὡς ὁ +Μακεδόνων, οὐδὲ χερσαῖος μόνον ὡς ὁ Λακώνων οὐδʼ ἐνάλιος ὡς ὁ Ἀθηναίων, οὐδʼ ὀψὲ κινηθεὶς ὡς ὁ Περσῶν, οὐδὲ ταχὺ παυσάμενος ὡς ὁ +Καρχηδονίων ἀλλʼ ἄνωθεν ἐκ πρώτων γενέσεων τῇ πόλει συνηβήσας καὶ συναυξηθεὶς καὶ συμπολιτευσάμενος, + καὶ παραμείνας βέβαιος ἐν γῇ καὶ θαλάττῃ καὶ πολέμοις καὶ εἰρήνῃ καὶ πρὸς βαρβάρους καὶ πρὸς +Ἕλληνας. οὗτος Ἀννίβαν τὸν Καρχηδόνιον, φθόνῳ +καὶ ταῖς πολιτικαῖς δυσμενείαις μηδενὸς οἴκοθεν + ἐπιρρέοντος, ὥσπερ χείμαρρον ἐξέχεε καὶ +κατανήλωσε περὶ τὴν +Ἰταλίαν. οὗτος τὸ Κίμβρων +καὶ τὸ Τευτόνων στράτευμα μεγάλοις διαστήμασι +τόπων καὶ χρόνων ἐχώρισε καὶ διέσπασεν, ἵνʼ ἀρκέσῃ Μάριος ἑκατέροις ἀνὰ μέρος μαχόμενος, καὶ μὴ συμπεσοῦσαι τριάκοντα μυριάδες ἀνδρῶν ἀηττήτων καὶ ἀμάχων ὅπλων ὁμοῦ κατακλύσωσι τὴν +Ἰταλίαν. διὰ τοῦτον Ἀντίοχος μὲν ἠσχολεῖτο πολεμουμένου Φιλίππου, Φίλιππος δὲ κινδυνεύοντος Ἀντιόχου προηττημένος ἔπιπτε· Μιθριδάτην δέ, τοῦ Μαρσικοῦ πολέμου τὴν Ῥώμην ἐπιφλέγοντος, +οἱ Σαρματικοὶ καὶ Βασταρνικοὶ πόλεμοι κατεῖχον· +Τιγράνην δὲ Μιθριδάτου λαμπροῦ μὲν ὄντος ὑπόνοια καὶ φθόνος ἐχώριζεν, ἡττωμένῳ δʼ +ἀνέμειξεν ἑαυτὸν συναπολέσθαι,

+
+
+

τί +δʼ +οὐχὶ καὶ περὶ τὰς μεγίστας συμφορὰς +ὤρθου τὴν πόλιν ἡ Τύχη; Κελτῶν μὲν περὶ τὸ +Καπετώλιον στρατοπεδευόντων καὶ πολιορκούντων +τὴν ἀκρόπολιν, +νοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν, ὀλέκοντο δὲ λαοί· +τὴν δὲ νυκτερινὴν ἔφοδον αὐτῶν, λεληθότων πάντας + +ἀνθρώπους, ἡ Τύχη καὶ ταὐτόματον ἔκπυστον ἐποίησε γενέσθαι. +

+

περὶ ἧς κἀν βραχεῖ πλείω διελθεῖν ἴσως οὐκ +ἄκαιρόν ἐστι. μετὰ τὴν ἐπʼ Ἀλλίᾳ ποταμῷ Ῥωμαίων μεγάλην ἧτταν οἱ μὲν εἰς Ῥώμην +κατάραντες ἀπὸ τῆς φυγῆς καὶ ταραχῆς συναναπλήσαντες τὸν δῆμον ἐξεπτόησαν καὶ διεσκέδασαν, +ὀλίγων εἰς τὸ Καπετώλιον ἀνασκευασαμένων καὶ διακαρτερούντων. οἱ δʼ εὐθὺς ἀπὸ τῆς τροπῆς εἰς Βηίους συναθροισθέντες ᾑροῦντο δικτάτωρα Φούριον Κάμιλλον, ὃν εὐτυχῶν μὲν καὶ ὑψαυχενῶν ὁ δῆμος ἀπεσείσατο καὶ κατέβαλε, δίκῃ περιπεσόντα δημοσίων κλοπῶν· πτήξας δὲ καὶ ταπεινωθεὶς +ἀνεκαλεῖτο μετὰ τὴν ἧτταν, ἐγχειρίζων καὶ παραδιδοὺς ἀνυπεύθυνον ἡγεμονίαν. ἵνʼ οὖν μὴ καιρῷ δοκῇ νόμῳ δὲ λαμβάνειν ὁ ἀνήρ, μηδʼ, ὡς +ἀπ ἐγνωκὼς τὴν πόλιν, ὅπλοις ἀρχαιρεσιάζῃ τὰ τοῦ στρατοῦ σποράδος καὶ πλάνητος, ἔδει τοὺς ἐν Καπετωλίῳ βουλευτὰς ἐπιψηφίς ασθαι τὴν τῶν +στρατιωτῶν γνώμην μαθόντας. ἦν οὖν Γάιος +Πόντιος ἀνὴρ ἀγαθός,ʼ καὶ τῶν δεδογμένων +αὐτάγγελος ὑποστὰς ἔσεσθαι τοῖς ἐν Καπετωλίῳ μέγαν ἀνεδέξατο κίνδυνον· ἡ γὰρ ὁδὸς ἦν διὰ τῶν πολεμίων κύκλῳ φυλακαῖς καὶ χάραξι τὴν ἄκραν + +περιεχόντων. ὡς οὖν ἐπὶ τὸν ποταμὸν ἦλθε νύκτωρ, + φελλοὺς πλατεῖς ὑποστερνισάμενος καὶ τὸ σῶμα τῇ +κουφότητι, τοῦ ὀχήματος παραθέμενος ἀφῆκε τῷ +ῥόῳ· τυχὼν δὲ πράου καὶ σχολαίως ὑποφέροντος +ἥψατο τῆς ἀντιπέρας ὄχθης ἀσφαλῶς, καὶ ἀποβὰς +ἐχώρει πρὸς τὸ τῶν φώτων διάκενον, τῷ τε σκότει καὶ ʼτῇ σιωπῇ τὴν ἐρημίαν τεκμαιρόμενος· ἐμφὺς δὲ +τῷ κρημνῷ, καὶ ταῖς δεχομέναις τὴν ἐπίβασιν καὶ παρεχούσαις ἀντίληψιν ἐγκλίσεσι καὶ περιαγωγαῖς καὶ τραχύτησι τῆς πέτρας παραδοὺς ἑαυτὸν καὶ +ἐπερεισάμενος ἐξίκετο πρὸς τὸ ἄνω πέτρας καὶ ἀναληφθεὶς ὑπὸ τῶν προφυλάκων ἐδήλωσε τοῖς ἔσω + τὰ δεδογμένα· καὶ λαβὼν τὸ ψήφισμα πάλιν ᾤχετο +πρὸς τὸν Κάμιλλον. +

+

ἡμέρας δὲ τῶν βαρβάρων τις ἄλλως τὸν τόπον +περιιὼν ὡς εἶδε τοῦτο μὲν ἴχνη ποδῶν ἀκρώνυχα καὶ περιολισθήσεις, τοῦτο δʼ ἀποτριβὰς καὶ περικλάσεις τῆς ἐπιβλαστανούσης τοῖς γεώδεσι πόας +ὁλκούς τε σώματος πλαγίους καὶ ἀπερείσεις, ἔφραζε τοῖς ἄλλοις. οἱ δὲ δείκνυσθαι τὴν ὁδὸν αὑτοῖς ὑπὸ τῶν πολεμίων νομίζοντες ἐπεχείρουν +ἁμιλλᾶσθαι, καὶ τῆς νυκτὸς τὸ ἐρημότατον διαφυλάξαντες ἀνέβησαν λαθόντες οὐ μόνον τοὺς φύλακας, ἀλλὰ καὶ τοὺς συνεργοὺς καὶ προκοίτους τῆς φρουρᾶς κύνας ὕπνῳ κρατηθέντας. +

+

+οὐ μὴν ἠπόρησεν ἡ τῆς Ῥώμης Τύχη φωνῆς κακὸν τοσοῦτο μηνῦσαι καὶ φράσαι δυναμένης. χῆνες ἱεροὶ περὶ τὸν νεὼν τῆς Ἥρας ἐτρέφοντο + θεραπεύοντες τὴν θεόν. φύσει μὲν οὖν τὸ ζῷον +εὐθορύβητόν ἐστι καὶ ψοφοδεές· τότε δέ, συντόνου περὶ τοὺς ἔνδον οὔσης ἀπορίας ἀμελουμένων αὐτῶν, λεπτὸς ἦν καὶ λιμώδης ὁ ὕπνος, ὡστʼ εὐθὺς ᾔσθοντο τῶν πολεμίων ὑπερφανέντων τῆς στεφάνης καὶ καταβοῶντες ἰταμῶς προσεφέροντο, καὶ τῇ τῶν ὅπλων ὄψει μᾶλλον ἐκταραττόμενοι κλαγγῆς +διατόρου καὶ τραχείας ἐνεπεπλήκεσαν τὸν τόπον ὑφʼ + ἧς ἀναστάντες οἱ Ῥωμαῖοι καὶ συμφρονήσαντες τὸ +γενόμενον ἐώσαντο καὶ κατεκρήμνισαν τοὺς πολεμίους. πομπεύει δὲ μέχρι νῦν ἐπὶ μνήμῃ τῶν τότε συμπτωμάτων κύων μὲν ἀνεσταυρωμένος, χὴν δὲ μάλα σεμνῶς ἐπὶ στρωμνῆς πολυτελοῦς καὶ φορείου καθήμενος. +

+

ἡ δʼ ὄψις ἐπιδείκνυται Τ ύχης ἰσχὺν καὶ πρὸς +ἅπαν εὐπορίαν ἐκ τῶν παραλόγων, ὅταν τι πραγματεύηται καὶ στρατηγῇ, νοῦν μὲν ἀλόγοις καὶ ἄφροσιν, ἀλκὴν δὲ καὶ θράσος δειλοῖς ἐντιθείσης. τίς γὰρ οὐκ ἂν ὡς ἀληθῶς ἐκπλαγείη καὶ θαυμάσειεν +ἐπιμαθὴς γενόμενος καὶ λογισμῷ τινι τὴν τότε +κατήφειαν καὶ τὴν νῦν ὑπάρχουσαν εὐδαιμονίαν + τῆς πόλεως περιλαβὼν καὶ ἀποβλέψας ναῶν +λαμπρότητα καὶ πλοῦτον ἀναθημάτων καὶ τεχνῶν +ἁμίλλας καὶ φιλοτιμίας πόλεων καὶ στεφάνους βασιλέων, καὶ ὅσα γῆ φέρει καὶ θάλαττα καὶ νῆσοι + +καὶ ἤπειροι καὶ ποταμοὶ καὶ δένδρα καὶ ζῷα καὶ πεδία καὶ ὄρη καὶ μέταλλα, πάντων ἀπαρχὰς ἐριζούσας εἰς κάλλος ὄψει καὶ χάριτι κοσμούσῃ τὸν τόπον, ὡς ταῦτα παρὰ μικρὸν ἦλθε μὴ γενέσθαι μηδʼ εἶναι; πυρὶ δὲ καὶ σκότει φοβερῷ καὶ ὄρφνῃ καὶ ξίφεσι βαρβάροις καὶ μιαιφόνοις θυμοῖς κρατουμένων πάντων, εὐτελῆ καὶ ἄλογα καὶ ἄτολμα +θρέμματα σωτηρίας ἀρχὴν παρέσχε καὶ τοὺς μεγάλους ἐκείνους ἀριστεῖς καὶ ἡγεμόνας Μαλλίους καὶ +Σερουιλίους καὶ Ποστουμίους καὶ Παπιρίους, τῶν +αὖθις οἴκων γενάρχας, παρʼ οὐδὲν ἥκοντας +ἀπολέσθαι, χῆνες ἀνέστησαν ὑπὲρ τοῦ πατρίου θεοῦ καὶ τῆς πατρίδος ἀμύνεσθαι. εἰ δέ, ὥσπερ Πολύβιος +ἐν τῇ δευτέρᾳ βίβλῳ περὶ τῶν τότε τὴν Ῥωμαιων πόλιν καταλαβόντων ἱστόρηκε Κελτῶν, ἀληθές ἐστιν, ὅτι προσπεσούσης αὐτοῖς ἀγγελίας φθείρεσθαι +τὰ οἴκοι ὑπὸ τῶν προσοίκων βαρβάρων +ἐμβεβληκότων εἰς τὴν χώραν καὶ κρατούντων ἀνεχώρησαν + εἰρήνην θέμενοι πρὸς τὸν Κάμιλλον, οὐδʼ +ἀμφισβήτησις ἔστι πρὸς τὴν Τύχην ὡς οὐχὶ τῆς σωτηρίας αἰτία κατέστη περισπάσασα τοὺς πολεμίους, μᾶλλον δʼ ἀποσπάσασα τῆς Ῥώμης ἀπροσδοκήτως.

+
+
+

ἀλλὰ τί δεῖ περὶ ταῦτα διατρίβειν, ἃ σαφὲς οὐδὲν οὐδʼ ὡρισμένον ἔχει τῷ καὶ τὰ πράγματα συγχυθῆναι τῶν Ῥωμαίων καὶ διαφθαρῆναι τοὺς +ἐπʼ αὐτῶν ὑπομνηματισμούς, ὡς Λίβιος ἱστόρηκε; + +τὰ γὰρ ὕστερον μᾶλλον ὄντα δῆλα καὶ καταφανῆ δεικνύει τὴν τῆς Τύχης εὐμένειαν, ᾗ ἔγωγε τίθεμαι καὶ τὴν Ἀλεξάνδρου τελευτήν, ἀνδρὸς εὐτυχήμασι μεγάλοις καὶ κατορθώμασι λαμπροῖς ὑπὸ θάρσους + ἀμάχου καὶ φρονήματος ὥσπερ ἄστρου φερομένου καὶ +διᾴττοντος ἐπὶ δυσμὰς ἐξ ἀνατολῶν καὶ βάλλοντος ἤδη τὰς τῶν ὅπλων αὐγὰς εἰς τὴν +Ἰταλίαν, +ὡς πρόφασις μὲν ἦν αὐτῷ τῆς στρατείας ὁ Μολοττὸς Ἀλέξανδρος ὑπὸ Βρεττίων καὶ Λευκανῶν περὶ Πανδοσίαν κατακεκομμένος· ὁ δʼ ἄγων αὐτὸν ὡς ἀληθῶς ἐπὶ πάντας ἀνθρώπους δόξης ἔρως καὶ ἡγεμονίας ζῆλον ἔσχε καὶ ἅμιλλαν ὑπερβαλέσθαι τὰ Διονύσου καὶ Ἡρακλέους πέρατα τῆς +στρατηλασίας. τῆς δʼ Ἰταλίας ἐπυνθάνετο τὴν ἐν Ῥώμῃ δύναμιν καὶ ἀλκὴν ὥσπερ στόμωμα προτεταγμένην + ὄνομα γὰρ καὶ δόξα τούτων ἐπιφανεστάτη +διεπέμπετο πρὸς αὐτὸν ὥσπερ ἀθλητῶν μυρίοις ἐγγεγυμνασμένων πολέμοις. +οὐ γὰρ ἀναιμωτί γε διακρινθήμεναι οἴω, +συμπεσόντων ὅπλοις ἀνικήτοις φρονημάτων +ἀδουλώτων. πλῆθος μὲν γὰρ ἦσαν οὗτοι τρισκαίδεκα μυριάδων οὐκ ἐλάττους, πολεμικοὶ δὲ καὶ ἀνδρώδεις +ἅπαντες, + +ἐπιστάμενοι μὲν ἀφʼ ἵππων + +ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα. + +

+
+
+ +
+
\ No newline at end of file From 018d26d00421260b692fbd39cd897f1762541cbd Mon Sep 17 00:00:00 2001 From: Intern4 Date: Fri, 12 Jul 2019 11:10:23 -0400 Subject: [PATCH 4/4] updated file --- data/tlg0007/tlg086/tlg0007.tlg086.perseus-grc3.xml | 6 +++--- 1 file changed, 3 insertions(+), 3 deletions(-) diff --git a/data/tlg0007/tlg086/tlg0007.tlg086.perseus-grc3.xml b/data/tlg0007/tlg086/tlg0007.tlg086.perseus-grc3.xml index 4038943fe..cd154895d 100644 --- a/data/tlg0007/tlg086/tlg0007.tlg086.perseus-grc3.xml +++ b/data/tlg0007/tlg086/tlg0007.tlg086.perseus-grc3.xml @@ -5,9 +5,9 @@ schematypens="http://relaxng.org/ns/structure/1.0"?> -περὶ τῆς Ῥωμαίων τύχης +Περὶ τῆς Ῥωμαίων τύχης Plutarch -Frank Cole Babbitt +Frank Cole Babbitt Perseus Project, Tufts University Gregory Crane @@ -37,7 +37,7 @@ schematypens="http://relaxng.org/ns/structure/1.0"?> Harvard University Press London William Heinemann Ltd. -1936 +1936 4