From 3cb9d110eafa752715471045342bd8176c63fe00 Mon Sep 17 00:00:00 2001 From: Intern3 Date: Mon, 22 Jul 2019 17:27:25 -0400 Subject: [PATCH 1/2] converted file for epidoc and cts compliance --- .../tlg082a/tlg0007.tlg082a.perseus-grc4.xml | 448 ++++++++++++++++++ 1 file changed, 448 insertions(+) create mode 100644 data/tlg0007/tlg082a/tlg0007.tlg082a.perseus-grc4.xml diff --git a/data/tlg0007/tlg082a/tlg0007.tlg082a.perseus-grc4.xml b/data/tlg0007/tlg082a/tlg0007.tlg082a.perseus-grc4.xml new file mode 100644 index 000000000..ffcaa2fe8 --- /dev/null +++ b/data/tlg0007/tlg082a/tlg0007.tlg082a.perseus-grc4.xml @@ -0,0 +1,448 @@ + + + + + +Τὰ παλαιὰ τῶν Λακεδαινίων ἐπιτηδεύματα +Plutarch +Grēgorios N. Vernardakēs +Perseus Project, Tufts University +Gregory Crane + +Prepared under the supervision of +Lisa Cerrato +Rashmi Singhal +Bridget Almas + +The National Endowment for the Humanities + + +Trustees of Tufts University +Medford, MA +Perseus Project +2010-12-13 + + + +Plutarch +Moralia +Gregorius N. Bernardakis + +Leipzig +Teubner +1889 + +2 + +The Internet Archive + + + + + +

optical character recognition

+
+
+

Text encoded in accordance with the latest EpiDoc standards

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture

+ +

This pointer pattern extracts sections

+ +
+ + +Greek +English + + + +tagged and parsed +EpiDoc and CTS Conversion + +
+ + + +
+
+

+ +τῶν εἰσιόντων εἰς τὰ συσσίτια ἑκάστῳ δεικνύων ὁ πρεσβύτατος τὰς θύρας, “διὰ τούτων” φησὶν “οὐδεὶς ἐξέρχεται λόγος.”

+
+
+

δοκιμαζομένου μάλιστα παρʼ αὐτοῖς τοῦ μέλανος + + λεγομένου ζωμοῦ, ὥστε μὴ κρεαδίου δεῖσθαι τοὺς πρεσβυτέρους, παραχωρεῖν δὲ + τοὺς νεανίσκους, +τοὺς νεανίσκους] τοῖς νεανίσκοις Turnebus λέγεται Διονύσιος ὁ τῆς Σικελίας; τύραννος τούτου χάριν + Λακωνικὸν μάγειρον πρίασθαι καὶ προστάξαι σκευάσαι αὐτῷ μηδενὸς + φειδόμενον ἀναλώματος· + ἔπειτα γευσάμενον καὶ + δυσχεράναντα ἀποπτύσαι· καὶ + τὸν μάγειρον εἰπεῖν “ὦ βασιλεῦ, τοῦτον δεῖ τὸν ζωμὸν + γυμνασάμενον Λακωνικῶς, τῷ Εὐρώτᾳ δὲ +δὲ * λελουμένον ἐποψᾶσθαι.”

+
+
+

πιόντες; οἱ Λάκωνες· ἐν τοῖς συσσιτίοις μετρίως + ἀπίασι δίχα λαμπάδος· οὐ γὰρ ἔξεστι πρὸς φῶς βαδίζειν οὔτε + ταύτην οὔτε ἄλλην ὁδόν, ὅπως ἐθίζωνται σκότους καὶ νυκτὸς εὐθαρσῶς + καὶ ἀδεῶς ὁδεύειν.

+
+
+

γράμματα ἕνεκα τῆς χρείας ἐμάνθανον τῶν δὲ ἄλλων παιδευμάτων ξενηλασίαν + ἐποιοῦντο, οὐ μᾶλλον ἀνθρώπων ἢ λόγων. ἡ δὲ παιδεία + ἦν αὐτοῖς πρὸς τὸ ἄρχεσθαι καλῶς καὶ καρτερεῖν πονοῦντα καὶ μαχόμενον + νικᾶν ἢ ἀποθνήσκειν. + +

+
+
+

διετέλουν δὲ καὶ ἄνευ χιτῶνος, ἓν ἱμάτιον + + εἰς τὸν ἐνιαυτὸν λαμβάνοντες, αὐχμηροὶ τὰ σώματα καὶ λουτρῶν καὶ + ἀλειμμάτων κατὰ τὸ πλεῖστον ἀπεχόμενοι.

+
+
+

ἐκάθευδον δὲ οἱ νέοι ὁμοῦ κατʼ ἴλην καὶ κατʼ ἀγέλην ἐπὶ στιβάδων, ἃς + αὐτοὶ +αὐτοὶ] αὑτοῖς Vit. Lyc. c. 16 συνεφόρουν, + τοῦ παρὰ τῷ Εὐρώτᾳ + πεφυκότος καλάμου τὰ ἄκρα ταῖς χερσὶν ἄνευ σιδήρου κατακλάσαντες· ἐν δὲ + τῷ χειμῶνι τοὺς λεγομένους λυκοφάνους +λυκοφάνους *: λυκοφάνας + ὑπεβάλλοντο καὶ κατεμίγνυσαν ταῖς + στιβάσι, θερμαντικὸν ἔχειν τι τῆς ὕλης δοκούσης. + +

+
+
+

ἐρᾶν τῶν τὴν ψυχὴν σπουδαίων παίδων + ἐφεῖτο· τὸ δὲ πλησιάζειν αἰσχρὸν νενόμιστο, + ὡς τοῦ σώματος ἐρῶντας ἀλλʼ οὐ τῆς ψυχῆς· ὁ δὲ ἐγκληθεὶς ὡς ἐπʼ + αἰσχύνῃ πλησιάζων ἄτιμος διὰ βίου ἦν.

+
+
+

ἔθος ἦν καὶ τοὺς νεωτέρους ὑπὸ τῶν πρεσβυτέρων + ἐρωτᾶσθαι, ποῖ +ποῖ *: που + πορεύονται καὶ ἐπὶ τί· καὶ τὸν μὴ + ἀποκρινόμενον ἢ προφάσεις πλέκοντα ἐπιπλήττειν· ὁ δὲ μὴ ἐπιπλήττων + παρόντος αὐτοῦ ἁμαρτάνοντα ἔνοχος ἦν τῷ ἴσῳ ἐπιτιμίῳ ᾧπερ +ᾧπερ Herwerdenus: ὥσπερ + καὶ ὁ + ἁμαρτών καὶ ὁ δυσχεραίνων δέ, εἰ ἐπιτιμῷτο, ἐν + μεγάλῳ ὀνείδει ἦν.

+
+
+

εἴ τις φωραθείη ἁμαρτάνων, ἔδει τοῦτον βωμόν τινα τῶν ἐν τῇ πόλει + κύκλῳ περιιέναι, ψόγον + ᾄδοντα πεποιημένον + εἰς ἑαυτόν· ὅπερ ἦν οὐδὲν ἕτερον ἢ ἐπιπλήττειν αὐτὸν αὑτῷ.

+
+
+

καὶ τοὺς νέους δὲ οὐ μόνον τοὺς ἰδίους αἰδεῖσθαι πατέρας καὶ ὑπηκόους + τούτοις εἶναι, ἀλλὰ + πάντας τοὺς πρεσβυτέρους + ἐντρέπεσθαι, καὶ ὁδῶν ὑποχωροῦντας καὶ καθέδρας ὑπεξισταμένους καὶ + παρόντων +παρόντων X: παριόντων + ἡσυχάζοντας. διὸ καὶ ἦρχεν ἕκαστος οὐχ ὥσπερ ἐν ταῖς ἄλλαις + πόλεσι τῶν αὑτοῦ τέκνων καὶ δούλων καὶ κτημάτων, ἀλλʼ ὅπως τῶν αὑτοῦ + καὶ + τῶν τοῦ πλησίον, ὅπως ὅτι μάλιστα + κοινωνῶσι καὶ φροντίζωσιν ὡς οἰκείων.

+
+
+

παῖς δὲ ὑπό τινος κολασθείς, εἰ τῷ πατρὶ ἐξήγγειλεν, αἰσχρὸν ἦν τῷ + πατρὶ μὴ προσεντεῖναι + + ἀκούσαντα πάλιν ἑτέρας· ἐπίστευον γὰρ αὐτοῖς ἐκ + τῆς πατρίου ἀγωγῆς μηδὲν ἂν +ἂν Cobetus αἰσχρὸν προστάξαι τοῖς τέκνοις. +

+
+
+

κλέπτουσι δὲ οἱ νέοι καὶ τῶν σιτίων ὅ τι ἂν δύνωνται, μανθάνοντες + εὐφυῶς ἐπιτίθεσθαι τοῖς καθεύδουσιν ἢ ῥᾳθύμως φυλάσσουσι· τῷ δὲ + ἁλόντι + ζημία πληγαὶ καὶ τὸ πεινῆν. γλίσχρον + γὰρ αὐτοῖς ἐστι δεῖπνον, ὅπως διʼ αὑτῶν ἀμυνόμενοι τὴν ἔνδειαν + ἀναγκάζωνται τολμᾶν καὶ πανουργεῖν.

+
+
+

τὸ δὲ ἔργον τῆς συσσιτίας διά τε ταῦτα γλίσχρον ἦν καὶ ἵνʼ ἐθίζωνται + μηδέποτε γίνεσθαι πλήρεις, + + δύνασθαι δὲ πεινῆν + οὕτω γὰρ ᾤοντο καὶ εἰς τὸν πόλεμον χρησιμωτέρους ἔσεσθαι, εἰ δύναιντο + καὶ ἀσιτήσαντες ἐπιπονῆσαι· καὶ ἐγκρατεστέρους δὲ καὶ εὐτελεστέρους, εἰ + πλείω χρόνον διάγοιεν ἀπὸ μικρᾶς δαπάνης τὴν δʼ + ἀνοψίαν ὑποφέρειν, +ὑποφέρειν M: ἀποφέρειν + ὡς βρῶμα τὸ τυχὸν προσφέρεσθαι, ᾤοντο ὑγιεινότερα + τὰ σώματα καὶ εὐαυξῆ +εὐαυξὴ *: εὐεξὴ + ἀπὸ τῆς ἐλλειπούσης ποιεῖν τροφῆς, νομίζοντες εἰς + βάθος τε καὶ πλάτος μὴ πιεζόμενον +πιεζόμενον] πιεζόμενον τὸ πνεθμα? + ἐπαίρειν + εἰς ὕψος τὰ σώματα· καὶ καλὰ δὲ ποιεῖν· τὰς γὰρ ἰσχνὰς καὶ διακένους + ἕξεις ὑπακούειν πρὸς τὴν διάρθρωσιν, τὰς δὲ πολυτρόφους +πολυτρέφους X: πολυεροπους + διὰ βάρος + ἀντιβαίνειν. + +

+
+
+

ἐσπούδαζον δὲ καὶ περὶ τὰ μέλη καὶ τὰς + + ᾠδὰς οὐδὲν ἧττον· κέντρον δʼ εἶχε ταῦτα ἐγερτικὸν θυμοῦ καὶ + παραστατικὸν ὁρμῆς ἐνθουσιώδους καὶ πρακτικῆς. καὶ ἡ λέξις ἦν ἀφελὴς + καὶ ἄθρυπτος· οὐδὲν δʼ ἕτερον εἶχεν ἢ ἐπαίνους τῶν γεννικῶς ζησάντων + καὶ ὑπὲρ τῆς Σπάρτης ἀποθανόντων καὶ + + εὐδαιμονιζομένων, καὶ ψόγους τῶν τρεσάντων ὡς ἀλγεινὸν καὶ κακοδαίμονα + βιούντων βίον· ἐπαγγελία τε καὶ μεγαλαυχία πρὸς ἀρετὴν πρέπουσα ταῖς + ἡλικίαις.

+
+
+

τριῶν οὖν χορῶν ὄντων κατὰ τὰς τρεῖς + + ἡλικίας καὶ συνισταμένων ἐν ταῖς ἑορταῖς, ὁ μὲν τῶν γερόντων ἀρχόμενος + ᾖδεν ἄμμες +ἄμμες *: ἄμες cf. Bergk. 3 p. 661 ποτʼ ἦμες ἄλκιμοι νεανίαι· + εἶτα ὁ τῶν + ἀκμαζόντων ἀνδρῶν ἔλεγεν ἀμειβόμενος ἄμμες δὲ γʼ + ἐσμέν· αἰ δὲ λῇς, αὐγάζεο· + ὁ δὲ τρίτος ὁ τῶν παίδων ἄμμες δὲ γʼ ἐσσόμεσθα πολλῷ κάρρονες· + +

+
+
+

καὶ οἱ ἐμβατήριοι δὲ ῥυθμοὶ παρορμητικοὶ πρὸς ἀνδρείαν +ἀνδρείαν] ἀνδρείαν ἤσαν? καὶ θαρραλεότητα + καὶ ὑπερφρόνησιν θανάτου, οἷς ἐχρῶντο ἔν τε χοροῖς καὶ πρὸς αὐλὸν + ἐπάγοντες τοῖς πολεμίοις. ὁ γὰρ Λυκοῦργος παρέζευξε + τῇ κατὰ πόλεμον ἀσκήσει τὴν φιλομουσίαν, ὅπως τὸ ἄγαν + πολεμικὸν τῷ ἐμμελεῖ κερασθὲν συμφωνίαν καὶ ἁρμονίαν ἔχῃ· διὸ καὶ ἐν + ταῖς μάχαις προεθύετο ταῖς Μούσαις ὁ βασιλεύς, ἵνα λόγου + ἀξίας παρέχωσι τὰς πράξεις + οἱ μαχόμενοι καὶ μνήμης + εὐκλεοῦς.

+
+
+

εἰ δέ τις παραβαίνοι τι τῆς ἀρχαίας μουσικῆς, οὐκ ἐπέτρεπον· ἀλλὰ καὶ + τὸν Τέρπανδρον ἀρχαϊκώτατον ὄντα καὶ ἄριστον τῶν καθʼ ἑαυτὸν + κιθαρῳδῶν καὶ τῶν ἡρωικῶν πράξεων ἐπαινέτην, ὅμως + οἱ ἔφοροι ἐζημίωσαν καὶ τὴν κιθάραν αὐτοῦ προσεπαττάλευσαν + φέροντες, ὅτι μίαν μόνην χορδὴν ἐνέτεινε περισσοτέραν τοῦ ποικίλου τῆς + φωνῆς χάριν μόνα γὰρ τὰ ἁπλούστερα τῶν μελῶν ἐδοκίμαζον. Τιμοθέου δὲ + ἀγωνιζομένου τὰ Κάρνεια, εἷς τῶν + + ἐφόρων μάχαιραν λαβὼν + ἠρώτησεν αὐτόν, ἐκ ποτέρου τῶν μερῶν ἀποτέμῃ τὰς πλείους τῶν ἑπτὰ + χορδῶν.

+
+
+

τῶν δὲ ταφῶν +ταφῶν *: τάφων + ἀνεῖλε τὴν δεισιδαιμονίαν ἅπασαν ὁ Λυκοῦργος, ἐν τῇ + πόλει θάπτειν τοὺς νεκροὺς καὶ πλησίον ἔχειν τὰ μνημεῖα τῶν ἱερῶν + συγχωρήσας. περιεῖλε δὲ καὶ τοὺς μιασμούς, + συνθάπτειν δὲ οὐδὲν ἐπέτρεψεν, ἀλλʼ ἐν φοινικίδι καὶ φύλλοις ἐλαίας + θέντας τὸ σῶμα περιστέλλειν κατʼ ἴσον ἅπαντας ἀνεῖλε δὲ καὶ τὰς + ἐπιγραφὰς; τὰς ἐπὶ τῶν μνημείων, πλὴν τῶν ἐν πολέμῳ + τελευτησάντων, καὶ τὰ πένθη καὶ τοὺς ὀδυρμούς.

+
+
+

ἀποδημεῖν δὲ οὐκ ἐξῆν αὐτοῖς, ἵνα μὴ ξενικῶν + ἐθῶν καὶ βίων ἀπαιδεύτων μετέχωσι. + +

+
+
+

καὶ ξενηλασίας δὲ εἰσηγήσατο, ὅπως οἱ παρεισρέοντες μὴ διδάσκαλοι κακοῦ + τινος τοῖς πολίταις ὑπάρχωσι.

+
+
+

τῶν πολιτῶν ὃς ἂν μὴ ὑπομείνῃ τὴν τῶν παίδων ἀγωγὴν οὐ μετεῖχε τῶν + τῆς πόλεως δικαίων. + +

+
+
+

ἔνιοι δʼ ἔφασαν, ὅτι καὶ τῶν ξένων ὃς ἂν ὑπομείνῃ τὴν τοιαύτην + ἄσκησιν τῆς πολιτείας κατὰ τὸ βούλημα τοῦ Λυκούργου μετεῖχε τῆς ἀρχῆθεν + διατεταγμένης μοίρας· πωλεῖν δʼ οὐκ ἐξῆν.

+
+
+

τοῖς τῶν πλησίον οἰκέταις ὡς ἰδίοις χρῆσθαι + + ἔθος ἦν, εἴ που δέοιντο, καὶ κυσὶ καὶ ἵπποις, εἰ μὴ + οἱ δεσπόται χρῄζοιεν· καὶ ἐν + ἀγρῷ δὲ εἲ τίς τινος ἐλλιπὴς γενόμενος δεηθείη, ἀνοίξας καὶ βαστάσας + τὰ ἐπιτήδεια τοῦ ἔχοντος, τὰ σημεῖα +τὰ σημεῖα] collocaverim post ἀνοίξας. cf. Xen. Reip. Lac. VI 4 σημηνάμενος κατέλειπεν. + +

+
+
+

ἐν τοῖς πολέμοις φοινικίσιν ἐχρῶντο· ἅμα μὲν γὰρ ἡ χρόα ἐδόκει αὐτοῖς + ἀνδρικὴ εἶναι, ἅμα δὲ τὸ αἱματῶδες τοῦ χρώματος πλείονα τοῖς ἀπείροις + φόβον παρεῖχεν· +παρεῖχεν *: παρέχειν + καὶ τὸ μὴ εὐπερίφωρον δὲ τοῖς πολεμίοις εἶναι, ἐάν τις + αὐτῶν πληγῇ, ἀλλὰ διαλανθάνειν διὰ τὸ ὁμόχρουν χρήσιμον.

+
+
+

ὅταν στρατηγήματι τοὺς πολεμίους νικήσωσι, βοῦν τῷ Ἄρει θύουσιν· ὅταν + δʼ ἐκ τοῦ φανεροῦ, ἀλεκτρυόνα· ἐθίζοντες τοὺς + ἡγουμένους οὐ μόνον πολεμικοὺς ἀλλὰ καὶ στρατηγικοὺς εἶναι.

+
+
+

ταῖς εὐχαῖς προστιθέασι τὸ ἀδικεῖσθαι δύνασθαι. + + +

+
+
+

εὐχὴ δʼ αὐτῶν διδόναι τὰ καλὰ ἐπὶ τοῖς ἀγαθοῖς, καὶ πλέον οὐδέν.

+
+
+

Ἀφροδίτην σέβουσι τὴν ἐνόπλιον· καὶ πάντας δὲ τοὺς θεοὺς θήλεις καὶ + ἄρρενας λόγχας ἔχοντας ποιοῦνται, ὡς ἁπάντων τὴν πολεμικὴν ἀρετὴν + ἐχόντων.

+
+
+

ἐπιλέγουσι δὲ καὶ οἱ παροιμιαζόμενοι τὰν χεῖρα + ποτιφέροντα τὰν τύχαν καλεῖν, Leutsch. 2 p. 653 + ὡς δέον ἐπικαλεῖσθαι τοὺς θεοὺς + μετὰ τοῦ ἐγχειρεῖν τι καὶ πράττειν, ἄλλως δὲ μή. + +

+
+
+

τοῖς παισὶν ἐπεδείκνυον τοὺς εἵλωτας μεθύσαντες εἰς ἀποτροπὴν πολυοινίας. +

+
+
+

ἔθος ἦν αὐτοῖς μηδὲ κόπτειν τὰς αὐλείους ἀλλʼ ἔξωθεν βοᾶν. + +

+
+
+

Στλεγγίσιν οὐ σιδηραῖς ἀλλὰ καλαμίναις + + ἐχρῶντο.

+
+
+

κωμῳδίας καὶ τραγῳδίας οὐκ ἠκροῶντο, ὅπως μήτε ἐν σπουδῇ μήτε ἐν + παιδιᾷ ἀκούωσι τῶν ἀντιλεγόντων τοῖς νόμοις.

+
+
+

Ἀρχίλοχον τὸν ποιητὴν ἐν Λακεδαίμονι γενόμενον + αὐτῆς ὥρας ἐδίωξαν, διότι ἐπέγνωσαν αὐτὸν πεποιηκότα ὡς + κρεῖττόν ἐστιν ἀποβαλεῖν τὰ ὅπλα ἢ ἀποθανεῖν·. + + ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν περὶ θάμνῳ Bergk. 2 p. 384 ἔντος +ἐντος Brenckius: ἐντὸς + ἀμώμητον + κάλλιπον οὐκ ἐθέλων· + αὐτὸς δʼ ἐξέφυγον θανάτου τέλος· +αὐτὸς - τέλος add Sextus Emp. Hypot. 3 p. 182 ἀσπὶς ἐκείνη + ἐρρέτω· ἐξαῦθις + κτήσομαι οὐ κακίω. + + + +

+
+
+

κόραις καὶ κόροις κοινὰ τὰ ἱερά.

+
+
+

Σκιραφίδαν ἐζημίωσαν οἱ ἔφοροι, ὅτι ὑπὸ πολλῶν ἠδικεῖτο.

+
+
+

Σακκοφόρον ἀνεῖλον, διότι παρυφὴν εἰς τὸν σάκκον ἐνέβαλε. + +

+
+
+

τὸν ἐκ τοῦ γυμνασίου νεανίσκον ἐπετίμων, ὅτι τὴν εἰς Πυλαίαν ὁδὸν + ἠπίστατο.

+
+
+

Κηφισοφῶντα, εἰπόντα περὶ τοῦ τυχόντος δύνασθαι ὅλην τὴν ἡμέραν λέγειν, + ἐξέβαλον, φάμενοι τὸν ἀγαθὸν μυθητὰν δεῖν τοῖς πράγμασιν ἴσον τὸν + λόγον ἔχειν.

+
+
+

οἱ παῖδες παρʼ αὐτοῖς ξαινόμενοι μάστιξι, + διʼ ὅλης τῆς ἡμέρας ἐπὶ τοῦ βωμοῦ τῆς + Ὀρθίας Ἀρτέμιδος μέχρι θανάτου πολλάκις διακαρτεροῦσιν ἱλαροὶ καὶ + γαῦροι, ἁμιλλώμενοι περὶ νίκης πρὸς ἀλλήλους, + ὅστις αὐτῶν ἐπὶ πλέον τε καὶ μᾶλλον καρτερήσειε τυπτόμενος· καὶ ὁ + περιγενόμενος ἐν τοῖς μάλιστα ἐπίδοξός; ἐστι. καλεῖται δὲ ἡ ἅμιλλα + διαμαστίγωσις· γίνεται δὲ καθʼ ἕκαστον ἔτος

+
+
+

ἓν δέ τι τῶν καλῶν καὶ μακαρίων ἐδόκει + + παρεσκευακέναι τοῖς πολίταις ὁ Λυκοῦργος ἀφθονίαν σχολῆς· τέχνης μὲν γὰρ + ἅψασθαι βαναύσου τὸ παράπαν οὐκ ἐξῆν· χρηματισμοῦ δὲ συναγωγὴν ἔχοντος + ἐργώδη καὶ πραγματείας +πραγματείας] πραγματείαν Vit. Lyc. c. 24 οὐδʼ ὁτιοῦν ἔδει διὰ τὸ + κομιδῇ τὸν πλοῦτον + ἄζηλον πεποιηκέναι καὶ ἄτιμον. οἱ δʼ εἵλωτες αὐτοῖς εἰργάζοντο τὴν γῆν + ἀποφέροντες +ἀποφέροντες Turnebus ἀποφορὰν τὴν ἄνωθεν ἱσταμένην. ἐπάρατον +ἐπάρατον] ἀπόρρητον W δʼ ἦν + πλείονός τινα μισθῶσαι, ἵνα ἐκεῖνοι μὲν κερδαίνοντες + ἡδέως ὑπηρετῶσιν, οὗτοι δὲ μὴ πλέον ἐπιζητῶσιν.

+
+
+

ἀπείρητο δʼ αὐτοῖς ναύταις εἶναι καὶ ναυμαχεῖν ὕστερον μέντοι + ἐναυμάχησαν, καὶ τῆς θαλάσσης + κρατήσαντες + πάλιν ἀπέστησαν, διαφθειρόμενα τὰ ἤθη τῶν πολιτῶν θεωροῦντες. ἀλλὰ πάλιν + μετεβάλοντο καθάπερ ἐν τοῖς ἄλλοις πᾶσι· καὶ γὰρ χρημάτων + συναχθέντων τοῖς· + Λακεδαιμονίοις, οἱ συναγαγόντες θανάτῳ κατεδικάσθησαν. Ἀλκαμένει γὰρ καὶ +Θεοπόμπῳ τοῖς βασιλεῦσι χρησμὸς ἐδόθη + ἁ φιλοχρηματία Σπάρταν ὀλεῖ. +Leutsch. 2 p. 150 ἀλλʼ ὅμως + Λύσανδρος ἑλὼν Ἀθηναίους πολὺν χρυσὸν καὶ ἄργυρον εἰσήγαγε, καὶ + παρεδέξαντο καὶ ἐτίμησαν τὸν ἄνδρα. τοῖς μὲν οὖν Λυκούργου χρωμένη + νόμοις + ἡ πόλις καὶ τοῖς ὅρκοις ἐμμείνασα + ἐπρώτευε τῆς Ἑλλάδος εὐνομίᾳ καὶ δόξῃ χρόνον ἐτῶν πεντακοσίων κατʼ + ὀλίγον δὲ παραβαινομένων καὶ πλεονεξίας καὶ + φιλοπλουτίας παρεισδυομένης, καὶ τὰ τῆς + δυνάμεως ἠλαττοῦτο· καὶ οἱ σύμμαχοι διὰ ταῦτα δυσμενῶς + εἶχον πρὸς αὐτούς. ὅμως οὕτως ἔχοντες μετὰ τὴν + Φιλίππου τοῦ Μακεδόνος ἐν Χαιρωνείᾳ νίκην, πάντων + αὐτὸν τῶν Ἑλλήνων ἡγεμόνα κατά τε γῆν καὶ κατὰ θάλατταν + ἀναγορευσάντων, καὶ μεταξὺ δʼ Ἀλέξανδρον τὸν υἱὸν μετὰ τὴν Θηβαίων + καταστροφήν, μόνοι Λακεδαιμόνιοι, καίπερ ἀτείχιστον πόλιν ἔχοντες + καὶ ὀλίγοι πάνυ ὄντες διὰ τοὺς συνεχεῖς + πολέμους καὶ πολὺ ἀσθενέστεροι καὶ εὐχείρωτοι γενόμενοι, πάνυ βραχέα τινὰ + ζώπυρα διασῴζοντες τῆς Λυκούργου + νομοθεσίας, οὔτε συνεστράτευσαν οὔτε τούτοις + οὔτε τοῖς μεταξὺ Μακεδονικοῖς βασιλεῦσιν, οὔτʼ εἰς συνέδριον + κοινὸν εἰσῆλθον οὔτε +οὔτε *: οὐδὲ + φόρον ἤνεγκαν ἕως οὗ + παντάπασιν ὑπεριδόντες; τὴν Λυκούργου νομοθεσίαν ὑπὸ τῶν ἰδίων πολιτῶν + ἐτυραννεύθησαν μηδὲν ἔτι σῴζοντες τῆς πατρίου ἀγωγῆς, καὶ παραπλήσιοι + τοῖς ἄλλοις γενόμενοι τὴν πρόσθεν εὔκλειαν καὶ παρρησίαν + ἀπέθεντο καὶ εἰς δουλείαν μετέστησαν καὶ νῦν ὑπὸ + Ῥωμαίοις καθάπερ οἱ ἄλλοι Ἕλληνες ἐγένοντο.

+
+
+
+
\ No newline at end of file From 3013bbf0315623bd660268bb5c089fe5f9095aae Mon Sep 17 00:00:00 2001 From: Intern3 Date: Wed, 24 Jul 2019 10:31:27 -0400 Subject: [PATCH 2/2] made requested edits --- data/tlg0007/tlg082a/tlg0007.tlg082a.perseus-grc4.xml | 6 +++--- 1 file changed, 3 insertions(+), 3 deletions(-) diff --git a/data/tlg0007/tlg082a/tlg0007.tlg082a.perseus-grc4.xml b/data/tlg0007/tlg082a/tlg0007.tlg082a.perseus-grc4.xml index ffcaa2fe8..253b00abc 100644 --- a/data/tlg0007/tlg082a/tlg0007.tlg082a.perseus-grc4.xml +++ b/data/tlg0007/tlg082a/tlg0007.tlg082a.perseus-grc4.xml @@ -6,7 +6,7 @@ schematypens="http://relaxng.org/ns/structure/1.0"?> Τὰ παλαιὰ τῶν Λακεδαινίων ἐπιτηδεύματα Plutarch -Grēgorios N. Vernardakēs +Grēgorios N. Vernardakēs Perseus Project, Tufts University Gregory Crane @@ -27,7 +27,7 @@ schematypens="http://relaxng.org/ns/structure/1.0"?> Plutarch Moralia -Gregorius N. Bernardakis +Grēgorios N. Vernardakēs Leipzig Teubner @@ -65,7 +65,7 @@ schematypens="http://relaxng.org/ns/structure/1.0"?> -
+