From 3a5aab3d49b77d922d188e5459a72a39fe77281a Mon Sep 17 00:00:00 2001 From: Angelia Hanhardt Date: Tue, 20 Aug 2019 13:38:50 -0400 Subject: [PATCH 1/2] EpiDoc and CTS conversion issue #679 --- .../tlg084a/tlg0007.tlg084a.perseus-grc4.xml | 2602 +++++++++++++++++ 1 file changed, 2602 insertions(+) create mode 100644 data/tlg0007/tlg084a/tlg0007.tlg084a.perseus-grc4.xml diff --git a/data/tlg0007/tlg084a/tlg0007.tlg084a.perseus-grc4.xml b/data/tlg0007/tlg084a/tlg0007.tlg084a.perseus-grc4.xml new file mode 100644 index 000000000..e53c357dd --- /dev/null +++ b/data/tlg0007/tlg084a/tlg0007.tlg084a.perseus-grc4.xml @@ -0,0 +1,2602 @@ + + + + + + +κεφαλαίων καταγραφή Ῥωμαϊκά +Plutarch +Grēgorios N. Vernardakēs +Perseus Project, Tufts University +Gregory Crane + +Prepared under the supervision of +Lisa Cerrato +Rashmi Singhal +Bridget Almas + +The National Endowment for the Humanities + + +Trustees of Tufts University +Medford, MA +Perseus Project +2010-12-13 + + + + +Plutarch +Moralia +Grēgorios N. Vernardakēs + +Leipzig +Teubner +1889 + +2 + +The Internet Archive + + + + + +

optical character recognition

+
+
+

Text encoded in accordance with the latest EpiDoc standards

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture

+ +

This pointer pattern extracts sections

+ +
+ + +Greek +Latin + English + + + +tagged and parsed +EpiDoc and CTS Conversion + +
+ + + +
+
+

+ διὰ τί τὴν γαμουμένην ἅπτεσθαι πυρὸς καὶ ὕδατος κελεύουσι πότερον + τούτων ὡς ἐν στοιχείοις καὶ ἀρχαῖς τὸ μὲν ἄρρεν ἐστὶ τὸ δὲ θῆλυ, καὶ + τὸ μὲν ἀρχὰς κινήσεως ἐνίησι τὸ δʼ ὑποκειμένου καὶ + ὕλης +καὶ ὕλης] ἔχει καὶ + ὕλης W δύναμιν· διότι τὸ πῦρ καθαίρει καὶ τὸ ὕδωρ + ἁγνίζει, δεῖ δὲ καθαρὰν καὶ ἁγνὴν διαμένειν τὴν γαμηθεῖσαν; ὅτι, + καθάπερ τὸ πῦρ χωρὶς ὑγρότητος ἄτροφόν ἐστι καὶ ξηρὸν τὸ δὲ ὕδωρ + ἄνευ θερμότητος ἄγονον καὶ ἀργόν, οὕτω καὶ τὸ ἄρρεν + ἀδρανὲς καὶ τὸ θῆλυ χωρὶς ἀλλήλων ἡ +] ἣν idem δὲ σύνοδος ἀμφοῖν ἐπιτελεῖ τοῖς + γήμασι τὴν συμβίωσιν; ἢ οὐκ + ἀπολειπτέον καὶ κοινωνητέον ἁπάσης τύχης, κἂν ἄλλου +ἄλλου Toupius: καλοῦ + + μηδενὸς ἢ πυρὸς καὶ ὕδατος μέλλωσι κοινωνεῖν ἀλλήλοις; + +

+
+
+

διὰ τί οὐ πλείονας οὐδʼ ἐλάττονας ἀλλὰ πέντε λαμπάδας ἅπτουσιν ἐν + τοῖς γάμοις, ἃς κηρίωνας ὀνομάζουσιν πότερον, ὡς Βάρρων +Βάρρων] De Ling. Lat. V 61 ἔλεγεν, ὅτι τῶν στρατηγῶν + τρισὶ χρωμένων, +τρισὶ χρωμένων κέ] lacunosa. cf. Symb. meas + σὺν τοῖς ἀγορανόμοις πλείονας, παρὰ δὲ τῶν ἀγορανόμων + ἅπτουσι + τὸ πῦρ οἱ· + γαμοῦντες, ἢ διότι πλείοσι χρωμένων ἀριθμοῖς, πρός τε τὰ ἄλλα βελτίων + καὶ τελειότερος ὁ περιττὸς ἐνομίζετο καὶ πρὸς γάμον ἁρμοδιώτερος; + ὁ γὰρ ἄρτιος διάστασίν τε δέχεται καὶ τὸ + ἴσον αὐτοῦ μάχιμόν ἐστι καὶ ἀντίπαλον, ὁ δὲ περιττὸς οὐ δύναται, + διασχισθῆναι παντάπασιν, ἀλλʼ ὑπολείπει τι, κοινὸν ἀεὶ μεριζόμενος. τοῦ + δὲ, περιττοῦ μάλιστα γαμήλιος ἡ πεντάς ἐστι· τὰ γὰρ τρία πρῶτος περιττὸς + καὶ τὰ δύο πρῶτος ἄρτιος· ἐκ δὲ τούτων + ὥσπερ ἄρρενος καὶ θήλεος ἡ πεντὰς μέμικται. ἢ μᾶλλον, + ἐπεὶ τὸ φῶς γενέσεώς ἐστι + σημεῖον, γυνὴ δʼ ἄχρι πέντε τίκτειν ὁμοῦ τὰ πλεῖστα πέφυκε, τοσαύταις + χρῶνται λαμπάσιν; ἢ ὅτι πέντε δεῖσθαι θεῶν τοὺς + γαμοῦντας οἴονται, Διὸς; τελείου καὶ Ἥρας τελείας; καὶ + Ἀφροδίτης καὶ Πειθοῦς, ἐπὶ πᾶσι δʼ Ἀρτέμιδος, ἣν ταῖς +ταῖς] ἐν ταῖς? λοχείαις καὶ ταῖς· ὠδῖσιν αἱ + γυναῖκες ἐπικαλοῦνται; + +

+
+
+

διὰ τί, πολλῶν ὄντων ἐν Ῥώμῃ ναῶν Ἀρτέμιδος·, + εἰς μόνον τὸν ἐν τῷ καλουμένῳ Πατρικίῳ + στενωπῷ ἄνδρες οὐκ εἰσίασιν;ʼ + Duebnerus: + διὰ τὸν λεγόμενον μῦθον; γυναῖκα γὰρ + αὐτόθι τὴν θεὸν σεβομένην βιαζόμενός τις ὑπὸ τῶν κυνῶν διεσπάσθη, καὶ + ἀπὸ τούτου δεισιδαιμονίας γενομένης ἄνδρες οὐκ εἰσίασι. + +

+
+
+

διὰ τί τοῖς ἄλλοις Ἀρτεμισίοις ἐπιεικῶς ἐλάφων κέρατα + προσπατταλεύουσι, τῷ δʼ ἐν Ἀβεντίνῳ βοῶν;ʼ + Duebnerus: + + τοῦ παλαιοῦ συμπτώματος + ἀπομνημονεύοντες; λέγεται γὰρ ἐν Σαβίνοις Ἄντρωνι Κορατίῳ βοῦς ἐκπρεπὴς ὄψει καὶ μεγέθει διαφέρουσα τῶν ἄλλων + γενέσθαι· μάντεως δέ τινος αὐτῷ φράσαντος, ὅτι τοῦ καθιερεύσαντος + Ἀρτέμιδι τὴν βοῦν ἐκείνην ἐν Ἀβεντίνῳ πέπρωται μεγίστην γενέσθαι· καὶ + βασιλεῦσαι τῆς +Ἰταλίας, ἁπάσης τὴν πόλιν, + ἐλθεῖν μὲν + εἰς + Ῥώμην τὸν ἄνθρωπον ὡς θύσοντα τὴν βοῦν οἰκέτου δὲ κρύφα τῷ βασιλεῖ + Σερουίῳ τὸ μάντευμα φράσαντος, ἐκείνου δὲ Κορνηλίῳ τῷ ἱερεῖ, + προστάξαι τὸν· Κορνήλιον τῷ Ἄντρωνι λούσασθαι πρὸ τῆς + θυσίας ἀπὸ τοῦ Θύμβρεως· νενομίσθαι γὰρ οὕτω τοὺς + καλλιεροῦντας. ἐκεῖνον μὲν οὖν· ἀπελθόντα λούσασθαι, τὸν δὲ Σερούιον + φθάσαντα θῦσαι τῇ θεῷ τὴν βοῦν καὶ τῷ ἱερῷ τὰ κέρατα + προσπατταλεῦσαι. ταῦτα καὶ ὁ Ἰόβας +Ἰόβας] Mueller. 3 p. 470 + ἱστόρηκε καὶ Βάρρων, + πλὴν ὅτι τοὔνομα τοῦ + Ἄντρωνος Βάρρων οὐ γέγραφεν, οὐδʼ ὑπὸ Κορνηλίου φησὶ τοῦ ἱερέως ἀλλʼ + ὑπὸ τοῦ νεωκόρου παρακρουσθῆναι τὸν Σαβῖνον.

+
+
+

διὰ τί τοὺς τεθνάναι φημισθέντας ἐπὶ ξένης + ψευδῶς, κἂν ἐπανέλθωσιν, οὐ δέχονται + κατὰ θύρας, + ἀλλὰ τῷ κεράμῳ προσβαίνοντες + εἴσω καθιᾶσιν αὐτούς;ʼ +αὑτούς X: αὐτούς + ὁ μὲν γὰρ Βάρρων αἰτίαν μυθικὴν + ὅλως ἀποδίδωσι. φησὶ γάρ, ἐν τῷ περὶ Σικελίαν πολέμῳ ναυμαχίας + μεγάλης γενομένης καὶ κατὰ πολλῶν φήμης οὐκ ἀληθοῦς ὡς ἀπολωλότων + ῥυείσης, ἐπανελθόντας + αὐτοὺς ὀλίγῳ χρόνῳ + πάντας τελευτῆσαι, ἑνὶ δʼ εἰσιόντι τὰς θύρας ἀπαντῆσαι κλειομένας ἀπʼ + αὐτομάτου καὶ μὴ χαλᾶν ἐπιχειρούντων ἀνοίγειν. τὸν δʼ ἄνθρωπον αὐτοῦ + καταδαρθόντα πρὸ τῶν θυρῶν + ἰδεῖν κατὰ τοὺς + ὕπνους ὄψιν ὑφηγουμένην αὐτῷ τὴν ὑπὲρ τὸ τέγος εἰς τὴν οἰκίαν + καθίμησιν ποιήσαντα δʼ οὕτως εὐτυχῆ γενέσθαι καὶ γηραιόν· ἐκ δὲ τούτου + τὸ ἔθος· καταστῆναι τοῖς ὕστερον. ὅρα + δὲ + μὴ καὶ ταῦτα τρόπον τινὰ τοῖς Ἑλληνικοῖς ἔοικεν· οὐ γὰρ ἐνόμιζον + ἁγνοὺς οὐδὲ κατεμίγνυσαν ἑαυτοῖς· οὐδʼ εἴων ἱεροῖς πλησιάζειν, οἷς + ἐκφορὰ γεγόνει καὶ τάφος ὡς τεθνηκόσι. λέγεται δέ τινα τῶν ἐνόχων ταύτῃ + τῇ δεισιδαιμονίᾳ γεγονότων Ἀριστῖνον εἰς +Δελφοὺς ἀποστείλαντα δεῖσθαι τοῦ θεοῦ· καὶ παραιτεῖσθαι τὰς· παρούσας + αὐτῷ διὰ τὸν νόμον ἀπορίας· τὴν δὲ Πυθίαν εἰπεῖν +εἰπεῖν] + αν̓ειπεῖν Cobetus + + + ὅσσαπερ ἐν λεχέεσσι γυνὴ τίκτουσα τελεῖται, + ταῦτα πάλιν τελέσαντα +τελέσαντα] τελέσας idem θύειν μακάρεσσι θεοῖσι. + + + τὸν οὖν Ἀριστῖνον συμφρονήσαντα +συμφρονήσαντα W: εὖ φρονήσαντα + παρασχεῖν ἑαυτὸν ὥσπερ + ἀρχῆς τικτόμενον ταῖς γυναιξὶν ἀπολοῦσαι καὶ σπαργανῶσαι καὶ θηλὴν + ἐπισχεῖν, οὕτω τε δρᾶν καὶ τοὺς ἄλλους ἅπαντας, ὑστεροπότμους + προσαγορευομένους. ἔνιοι δὲ καὶ πρὸ τοῦ Ἀριστίνου ταῦτα + γενέσθαι περὶ τοὺς ὑστεροπότμους καὶ τὸ ἔθος + εἶναι παλαιόν. οὐδὲν οὖν θαυμαστόν, εἰ καὶ Ῥωμαῖοι τοῖς δοκοῦσιν + ἅπαξ τεθάφθαι καὶ γεγονέναι τῆς τῶν φθιτῶν μερίδος οὐκ ᾤοντο δεῖν + παριέναι τὴν + αὔλειον, + θύσαντες ἐξίασι καὶ θύσαντες εἰσίασιν, + ἀλλʼ + ἄνωθεν ἐκέλευον εἰς τὰ ὕπαιθρα καταβαίνειν ἐκ τοῦ περιέχοντος· καὶ γὰρ + τοὺς καθαρμοὺς; ἐπιεικῶς πάντας ἐν ὑπαίθρῳ τελοῦσι. +

+
+
+

διὰ τί τοὺς συγγενεῖς τῷ στόματι φιλοῦσιν αἱ γυναῖκες;ʼ πότερον ὡς + οἱ πλεῖστοι νομίζουσιν ἀπειρημένον ἦν πίνειν οἶνον ταῖς γυναιξίν, ὅπως + οὖν πιοῦσαι μὴ, λανθάνωσιν ἀλλʼ ἐλέγχωνται περιτυγχάνουσαι + τοῖς οἰκείοις, ἐνομίσθη καταφιλεῖν ἢ διʼ ἣν + Ἀριστοτέλης +Ἀριστοτέλης] Fragm. 567 ὁ φιλόσοφος αἰτίαν + ἱστόρηκε; + τὸ γὰρ + πολυθρύλητον ἐκεῖνο καὶ πολλαχοῦ +πολλαχοῦ W: πολλοῦ + γενέσθαι λεγόμενον ὡς ἔοικεν ἐτολμήθη καὶ· + ταῖς Τρῳάσι +καὶ ταὶς Τρωάσι idem: ταῖς + τρωάσι καὶ + περὶ τὴν Ἰταλίαν. τῶν γὰρ ἀνδρῶν, ὡς, + προσέπλευσαν, + ἀποβάντων ἐνέπρησαν τὰ πλοῖα, + πάντως ἀπαλλαγῆναι τῆς πλάνης δεόμεναι καὶ τῆς θαλάττης φοβηθεῖσαι δὲ + τοὺς ἄνδρας ἠσπάζοντο τῶν συγγενῶν καὶ οἰκείων μετὰ τοῦ καταφιλεῖν καὶ + περιπλέκεσθαι τοὺς προστυγχάνοντας. παυσαμένων δὲ τῆς ὀργῆς καὶ + διαλλαγέντων, ἐχρῶντο καὶ τοῦ λοιποῦ ταύτῃ τῇ + φιλοφροσύνῃ πρὸς + αὐτούς. ἢ μᾶλλον ἐδόθη τοῦτο ταῖς γυναιξὶν ὡς τιμὴν ἅμα καὶ δύναμιν + αὐταῖς φέρον, εἰ φαίνοιντο πολλοὺς καὶ ἀγαθοὺς ἔχουσαι συγγενεῖς καὶ + οἰκείους; ἤ, μὴ νενομισμένου συγγενίδας + + γαμεῖν, ἄχρι φιλήματος ἡ φιλοφροσύνη προῆλθεν καὶ τοῦτο μόνον ἀπελείφθη + σύμβολον καὶ κοινώνημα τῆς· συγγενείας; πρότερον γὰρ οὐκ, ἐγάμουν τὰς ἀφʼ + αἵματος, ὥσπερ οὐδὲ νῦν τηθίδας +τηθίδας Cobetus: τιτθίδας + οὐδʼ ἀδελφὰς γαμοῦσιν; ἀλλʼ ὀψὲ + συνεχώρησαν ἀνεψιαῖς συνοικεῖν + ἐκ τοιαύτης + αἰτίας. ἀνὴρ χρημάτων ἐνδεὴς; τὰ· δʼ ἄλλα χρηστὸς καὶ παρʼ ὁντινοῦν + τῷ δήμῳ τῶν + πολιτευομένων ἀρέσκων, + ἐπίκληρον ἀνεψιὰν ἔχειν ἔδοξε καὶ πλουτεῖν ἀπʼ αὐτῆς ἐπὶ τούτῳ δὲ + γενομένης αὐτοῦ κατηγορίας, ὁ δῆμος ἀφεὶς τὴν αἰτίαν ἐλέγχειν ἔλυσε + τὸ ἔγκλημα, ψηφισάμενος πᾶσιν ἐξεῖναι + γαμεῖν + ἄχρι ἀνεψιῶν, τὰ· δʼ ἀνωτέρω κεκωλῦσθαι.

+
+
+

διὰ τί δὲ δῶρον λαβεῖν ἀνδρὶ παρὰ γυναικὸς καὶ γυναικὶ παρʼ ἀνδρὸς + ἀπείρηται πότερον, ὡς Σόλων γράψας τὰς δόσεις κυρίας εἶναι τῶν + τελευτώντων, πλὴν εἰ μή τις ἀνάγκῃ συνεχόμενος + ἢ γυναικὶ πειθόμενος τὴν μὲν ἀνάγκην ὡς βιαζομένην + ὑπεξείλετο, τὴν δʼ ἡδονὴν ὡς + παραλογιζομένην, οὕτως ὑπενοήθησαν αἱ γυναικῶν καὶ ἀνδρῶν δόσεις· ἢ + φαυλότατον ἡγούμενοι σημεῖον εὐνοίας τὸ διδόναι διδόασι γὰρ καὶ + ἀλλότριοι καὶ φιλοῦντες + ἐκ τοῦ γάμου τὴν + τοιαύτην ἀρέσκειαν ἀνεῖλον, ὅπως ἄμισθον καὶ προῖκα καὶ διʼ αὑτὸ μὴ + διʼ ἄλλο τὸ φιλεῖσθαι καὶ φιλεῖν; ὅτι τῷ λαμβάνειν διαφθειρόμεναι + μάλιστα προσίενται τοὺς· ἀλλοτρίους, σεμνὸν ἐφάνη τὸ μὴ διδόντες ἀγαπᾶν + τοὺς ἰδίους; ἢ μᾶλλον + + ὅτι δεῖ καὶ γυναιξὶ + κοινὰ τὰ ἀνδρῶν εἶναι καὶ ἀνδράσι τὰ γυναικῶν; μανθάνει γὰρ ὁ λαβὼν + τὸ δοθὲν ἀλλότριον ἡγεῖσθαι τὸ μὴ δοθέν, ὥστʼ ὀλίγον διδόντες + ἀλλήλοις τὸ πᾶν ἀφαιροῦνται.

+
+
+

διὰ τί δὲ παρὰ γαμβροῦ καὶ παρὰ πενθεροῦ + + λαβεῖν ἐκείνοις κεκώλυται δῶρον;ʼ + Duebnerus hic et infra: + + παρὰ γαμβροῦ μέν, ἵνα μὴ + δόξῃ διὰ τοῦ πατρὸς εἰς τὴν γυναῖκα περιχωρεῖν τὸ δῶρον· παρὰ πενθεροῦ + δέ, ὅτι τὸν μὴ· διδόντα δίκαιον ἐφάνη μηδὲ λαμβάνειν; + +

+
+
+

διὰ τί, κἂν ἐξ ἀγροῦ κἂν ἀπὸ ξένης ἐπανίωσιν, ἔχοντες οἴκοι + γυναῖκας προπέμπουσι δηλοῦντες αὐταῖς ὅτι παραγίγνονται πότερον ὅτι + τοῦτο πιστεύοντός ἐστι τὴν γυναῖκα μηδὲν ῥᾳδιουργεῖν τὸ δʼ ἐξαίφνης + καὶ ἀπροσδοκήτως οἷον ἐνέδρα καὶ, + παρατήρησις, +παρατήρησις X: παρατηρήσει + + W σπεύδουσιν ὡς + ποθούσαις καὶ προσδεχομέναις εὐαγγελίζεσθαι περὶ αὑτῶν; +αὑτῶν *: + αὐτῶν + ἢ μᾶλλον αὐτοὶ περὶ + ἐκείνων πυθέσθαι ποθοῦσιν, εἰ σῳζομένας καὶ ποθούσας ἐπὶ τῆς οἰκίας + καταλαμβάνουσιν; ἢ πλείονες ταῖς γυναιξὶν + + οἰκονομίαι καὶ ἀσχολίαι, τῶν ἀνδρῶν ἀπόντων, τυγχάνουσι καὶ διαφοραὶ + καὶ ὁρμαὶ +ὁρμαὶ] ὁργαὶ W πρὸς + τοὺς ἔνδον· ἵνʼ οὖν ἀπαλλαγεῖσα τούτων ἀθόρυβον τῷ ἀνδρὶ παρέχῃ + τὴν ὑποδοχὴν καὶ ἡδεῖαν, ἡ προδήλωσις γίγνεται; + +

+
+
+

διὰ τί τοὺς θεοὺς προσκυνοῦντες ἐπικαλύπτονται + τὴν κεφαλήν, τῶν δʼ ἀνθρώπων τοῖς ἀξίοις τιμῆς ἀπαντῶντες, + κἂν τύχωσιν ἐπὶ τῆς κεφαλῆς ἔχοντες τὸ ἱμάτιον, ἀποκαλύπτονται τοῦτο γὰρ ἔοικε κἀκείνην ἐπιτείνειν τὴν ἀπορίαν. εἰ μὲν οὖν ὁ περὶ + Αἰνείου λεγόμενος λόγος ἀληθής ἐστιν, ὅτι + + τοῦ Διομήδους παρεξιόντος ἐπικαλυψάμενος τὴν θυσίαν ἐπετέλεσε, λόγον + ἔχει καὶ ἀκολουθεῖ τῷ συγκαλύπτεσθαι πρὸς τοὺς. πολεμίους τὸ τοῖς + φίλοις καὶ ἀγαθοῖς ἐντυγχάνοντας ἀποκαλύπτεσθαι· τὸ γὰρ πρὸς τοὺς θεοὺς + οὐκ ἴδιόν ἐστιν ἀλλὰ κατὰ συμβεβηκός, + καὶ + ἀπʼ ἐκείνου μεμένηκε τηρούμενον. εἰ δʼ ἄλλο τι λέγειν χρή, σκόπει μὴ + μόνον ἐκεῖνο δεῖ ζητεῖν, διʼ ὃ τοὺς θεοὺς προσκυνοῦντες ἐπικαλύπτονται + θάτερον δʼ ἀκόλουθόν ἐστι. τῶν γὰρ ἀνθρώπων + ἀποκαλύπτονται τοῖς· + δυνατωτέροις, οὐ τιμὴν αὐτοῖς προστιθέντες ἀλλὰ τὸν φθόνον αὐτῶν μᾶλλον + ἀφαιροῦντες, ἵνα μὴ δόξωσι τὰς αὐτὰς τοῖς θεοῖς τιμὰς + ἀπαιτεῖν μηδʼ ὑπομένειν μηδὲ χαίρειν θεραπευόμενοι + παραπλησίως; ἐκείνοις. τοὺς δὲ θεοὺς οὕτω προσεκύνουν ἢ ταπεινοῦντες + ἑαυτοὺς τῇ ἐπικρύψει τῆς κεφαλῆς, ἢ μᾶλλον εὐλαβούμενοί τινα φωνὴν + προσπεσεῖν αὐτοῖς ἔξωθεν εὐχομένοις ἀπαίσιον καὶ + δύσφημον ἄχρι τῶν ὤτων ἀνελάμβανον τὸ ἱμάτιον ὅτι γὰρ + ἰσχυρῶς ἐφυλάττοντο ταῦτα, δῆλόν ἐστι τῷ προσιόντας ἐπὶ μαντείαν + χαλκωμάτων πατάγῳ περιψοφεῖσθαι. + ἢ ὡς Κάστωρ +Κάστωρ] vid. Fragm. ill. a C. Muellero + Paris. 1844 p. 181 λέγει τὰ Ῥωμαϊκὰ τοῖς Πυθαγορικοῖς συνοικειῶν, + τὸν ἐν ἡμῖν δαίμονα + δεῖσθαι τῶν ἐκτὸς θεῶν + καὶ ἱκετεύειν, τῇ τῆς κεφαλῆς ἐπικαλύψει τὴν τῆς ψυχῆς αἰνιττόμενον + ὑπὸ τοῦ σώματος ἐγκάλυψιν καὶ ἀπόκρισιν.

+
+
+

διὰ τί δὲ τῷ Κρόνῳ θύουσιν ἀπαρακαλύπτῳ τῇ κεφαλῇ;ʼ πότερον + ὅτι τὴν ἐγκάλυψιν +Αἰνείας παρέδωκεν, ἡ δὲ + τοῦ Κρόνου θυσία παμπάλαιός; ἐστιν· ἢ ὅτι τοῖς οὐρανίοις + ἐπικαλύπτονται, τὸν δὲ Κρόνον ἡγοῦνται θεὸν ὑπουδαῖον καὶ χθόνιον; ἢ + ὅτι τῆς ἀληθείας οὐδὲν ἐπίκρυφον ἢ ἐπίσκιον, ἀληθείας δὲ νομίζουσι + Ῥωμαῖοι πατέρα τὸν Κρόνον εἶναι; + +

+
+
+

διὰ τί, δὲ τὸν Κρόνον πατέρα τῆς ἀληθείας νομίζουσι;ʼ πότερον, + ὥσπερ ἔνιοι τῶν φιλοσόφων, + χρόνον οἴονται τὸν Κρόνον εἶναι, τὸ δʼ ἀληθὲς εὑρίσκει + χρόνος· ἢ τὸν μυθολογούμενον ἐπὶ Κρόνου βίον, εἰ + δικαιότατος ἦν, εἰκός ἐστι μάλιστα μετέχειν ἀληθείας;

+
+
+

διὰ τί καὶ τῷ λεγομένῳ Ὁνώρει θύουσιν ἀπαρακαλύπτῳ τῇ κεφαλῇ + τὸν δὲ Ὁνῶρεμ δόξαν ἂν + τις ἢ τιμὴν + μεθερμηνεύσειε;ʼ πότερον διότι +διότι W: δὲ + ὅτι + λαμπρὸν ἡ δόξα καὶ περιφανὲς καὶ ἀναπεπταμένον, + διʼ ἣν +διʼ + ἣν] malim ἢ διʼ ἣν + + αἰτίαν τοῖς ἀγαθοῖς + καὶ τιμωμένοις ἀνδράσιν ἀποκαλύπτονται, διὰ ταύτην καὶ τὸν ἐπώνυμον τῆς + τιμῆς θεὸν οὕτω προσκυνοῦσι; + +

+
+
+

διὰ τί τοὺς γονεῖς ἐκκομίζουσιν οἱ μὲν υἱοὶ συγκεκαλυμμένοι, αἱ δὲ + θυγατέρες γυμναῖς ταῖς κεφαλαῖς καὶ ταῖς· κόμαις λελυμέναις;ʼ πότερον + ὅτι τιμᾶσθαι μὲν ὑπὸ τῶν ἀρρένων +μὲν ὑπὸ τῶν ἀρρένων] del. + Madvigius δεῖ τοὺς πατέρας ὡς θεοὺς πενθεῖσθαι δʼ ὑπὸ τῶν + θυγατέρων +ὑπὸ τῶν θυγατέρων] del. idem ὡς + τεθνηκότας, ἑκατέρῳ τὸ οἰκεῖον ὁ νόμος ἀποδοὺς ἐξ ἀμφοτέρων + ἐποίησε τὸ ἁρμόττον· ἢ πένθους, μὲν οἰκεῖον τὸ μὴ σύνηθες, + συνηθέστερον δὲ ταῖς μὲν γυναιξὶν ἐγκεκαλυμμέναις, τοῖς δʼ ἀνδράσιν + ἀκαλύπτοις + εἰς τὸ + δημόσιον προϊέναι; καὶ γὰρ παρʼ Ἕλλησιν + + ὅταν δυστυχία τις γένηται, κείρονται μὲν αἱ γυναῖκες κομῶσι δʼ οἱ ἄνδρες, + ὅτι τοῖς μὲν τὸ κείρεσθαι ταῖς δὲ τὸ κομᾶν σύνηθές ἐστιν. ἢ τοὺς μὲν + υἱοὺς ἐπικαλύπτεσθαι διʼ ἣν εἰρήκαμεν αἰτίαν ἐνομίσθη καὶ γὰρ ἐπὶ + τῶν τάφων ὥς φησι Βάρρων +Βάρρων] cf. De Ling. Lat. V 23 + περιστρέφονται, +περιστρέφονται] περιστέφονται male W. cf. Vit. Num. c. 14 + καθάπερ θεῶν ἱερὰ τιμῶντες τὰ τῶν πατέρων + μνήματα, καὶ καύσαντες τοὺς γονεῖς, ὅταν ὀστέῳ πρῶτον + ἐντύχωσι, θεὸν γεγονέναι τὸν τεθνηκότα λέγουσι· ταῖς δὲ γυναιξὶν οὐδʼ + ὅλως ἐξῆν ἐπικαλύπτεσθαι τὴν κεφαλήν; ἱστορεῖται γοῦν ὅτι πρῶτος μὲν + ἐξέβαλε + γυναῖκα + Σπόριος Καρβίλιος ἐπʼ ἀτεκνίᾳ, δεύτερος + δὲ + Σουλπίκιος Γάλλος ἐφελκυσαμένην ἰδὼν κατὰ κεφαλῆς τὸ ἱμάτιον, τρίτος + δὲ Πόπλιος Σεμπρώνιος; ἀγῶνα θεωρήσασαν ἐπιτάφιον.

+
+
+

διὰ τί τὸν Τέρμινον, ᾧ τὰ Τερμινάλια ποιοῦσι, θεὸν νομίζοντες + οὐδὲν ἔθυον αὐτῷ ζῷον; + Duebnerus hic et infra: + + Ῥωμύλος μὲν ὅρους οὐκ ἔθηκε + τῆς χώρας, ὅπως ἐξῇ προϊέναι καὶ ἀποτέμνεσθαι καὶ νομίζειν πᾶσαν + ἰδίαν, ὥσπερ ὁ Λάκων εἶπεν, ἧς ἂν τὸ δόρυ ἐφικνῆται· Νομᾶς δὲ + Πομπίλιος, ἀνὴρ δίκαιος· καὶ πολιτικὸς ὢν καὶ φιλόσοφος γενόμενος, τήν + τε χώραν + ὡρίσατο πρὸς τοὺς γειτνιῶντας καὶ + τοῖς ὅροις ἐπιφημίσας τὸν Τέρμινον ὡς ἐπίσκοπον καὶ φύλακα φιλίας καὶ + εἰρήνης ᾤετο δεῖν αἵματος καὶ φόνου καθαρὸν καὶ ἀμίαντον διαφυλάττειν; + +

+
+
+

διὰ τί δούλαις τὸ τῆς Λευκοθέας ἱερὸν + + ἄβατόν ἐστι, μίαν δὲ μόνην αἱ γυναῖκες εἰσάγουσαι παίουσιν ἐπὶ + κόρρης καὶ ῥαπίζουσιν ἦ τὸ μὲν ταύτην ῥαπίζεσθαι σύμβολόν ἐστι + τοῦ μὴ ἐξεῖναι; κωλύουσι δὲ τὰς ἄλλας διὰ τὸν μῦθον. ἡ γὰρ Ἰνὼ + ζηλοτυπήσασα δούλην ἐπὶ τῷ ἀνδρὶ λέγεται περὶ + τὸν υἱὸν ἐκμανῆναι· τὴν δὲ δούλην Ἕλληνες Αἰτωλίδα γένει + φασὶν εἶναι, καλεῖσθαι δʼ Ἀντιφέραν. διὸ καὶ παρʼ ἡμῖν ἐν Χαιρωνείᾳ + πρὸ τοῦ σηκοῦ τῆς Λευκοθέας ὁ νεωκόρος λαβὼν μάστιγα κηρύσσει μὴ δοῦλον εἰσιέναι μὴ δούλαν, μὴ Αἰτωλὸν μὴ Αἰτωλάν, +

+
+
+

διὰ τί παρὰ τῇ θεῷ ταύτῃ τοῖς μὲν ἰδίοις τέκνοις οὐκ εὔχονται + τἀγαθὰ τοῖς δὲ τῶν ἀδελφῶν + πότερον ὅτι φιλάδελφος μέν τις ἡ Ἰνὼ καὶ τὸν ἐκ τῆς ἀδελφῆς + ἐτιθηνήσατο, ἡ δὲ περὶ τοὺς ἑαυτῆς παῖδας ἐδυστύχησεν ἢ καὶ ἄλλως + ἠθικὸν καὶ καλὸν τὸ ἔθος καὶ πολλὴν παρασκευάζον εὔνοιαν ταῖς + οἰκειότησι;

+
+
+

διὰ τί τῷ Ἡρακλεῖ πολλοὶ τῶν πλουσίων + + ἐδεκάτευον τὰς οὐσίας;ʼ πότερον ὅτι κἀκεῖνος ἐν Ῥώμῃ τῶν + Γηρυόνου βοῶν ἀπέθυσε τὴν δεκάτην, + ἢ ὅτι Ῥωμαίους ὑπὸ Τυρρηνῶν + δεκατευομένους ἀπήλλαξεν; ἢ ταῦτα μὲν οὐκ εἶχε +ἔχει? + τὴν ἱστορίαν ἀξιόπιστον ὡς δʼ ἀδηφάγῳ τινὶ τῷ Ἡρακλεῖ καὶ εὐθοίνῳ + δαψιλῶς + καὶ ἀφθόνως ἀπέθυον; ἢ μᾶλλον ὡς + ἐπαχθῆ τοῖς πολίταις τὸν ὑπερβάλλοντα πλοῦτον κολούοντες καὶ καθάπερ + εὐεξίας ἐπʼ ἄκρον εὐσωματούσης ἀφαιροῦντες, ᾤοντο μάλιστα τιμᾶσθαι τὸν + Ἡρακλέα καὶ χαίρειν ταῖς τοιαύταις ἀποχρήσεσι +ἀποξρήσεσι] + ἀποκρίσεσι vel ἀποχωρίσεσι W καὶ συστολαῖς τῶν· περιττῶν, + εὐτελῆ καὶ αὐτάρκη καὶ ἀπέριττον τῷ βίῳ + γενόμενον;

+
+
+

διὰ τί τὸν Ἰανουάριον μῆνα νέου ἔτους + ἀρχὴν λαμβάνουσι τὸ γὰρ παλαιὸν ὁ + Μάρτιος ἠριθμεῖτο πρότερος, ὡς ἄλλοις τε πολλοῖς δῆλόν ἐστι τεκμηρίοις + καὶ μάλιστα τῷ τὸν πέμπτον ἀπὸ τοῦ +Μαρτίου + πέμπτον καὶ τὸν ἕκτον ἕκτον ὀνομάζεσθαι, καὶ + τοὺς ἄλλους ἐφεξῆς ἄχρι τοῦ τελευταίου, ὃν Δεκέμβριον καλοῦσιν ἀπὸ + τοῦ Μαρτίου δέκατον ἀριθμούμενον. ἐξ οὗ δὴ καὶ παρέστη τισὶν οἴεσθαι + καὶ λέγειν, ὡς οὐ δώδεκα μησὶν ἀλλὰ δέκα + συνεπλήρουν οἱ τότε Ῥωμαῖοι τὸν ἐνιαυτὸν ἐνίοις +ἐνίοις W: + ἐνίας + τῶν μηνῶν ἡμέρας πλείονας + τῶν τριάκοντα προστιθέντες + ἄλλοι δʼ ἱστοροῦσι τὸν μὲν Δεκέμβριον ἀπὸ τοῦ +Μαρτίου δέκατον εἶναι, τὸν δʼ Ἰανουάριον ἑνδέκατον, + τὸν δὲ Φεβρουάριον δωδέκατον; ἐν ᾧ καθαρμοῖς τε χρῶνται καὶ τοῖς + φθιμένοις ἐναγίζουσι τοῦ ἐνιαυτοῦ τελευτῶντος. μετατεθῆναι δὲ τούτους καὶ + γενέσθαι τὸν Ἰανουάριον πρῶτον, ὅτι τῇ νουμηνίᾳ τούτου τοῦ + μηνός, ἣν ἡμέραν καλάνδας Ἰανουαρίας καλοῦσιν, οἱ + πρῶτοι κατεστάθησαν ὕπατοι, τῶν βασιλέων ἐκπεσόντων. πιθανώτεροι δʼ εἰσὶν + οἱ λέγοντες, ὅτι τὸν μὲν Μάρτιον ὁ Ῥωμύλος πολεμικὸς καὶ ἀρειμάνιος + ὢν καὶ δοκῶν ἐξ Ἄρεος γεγονέναι προέταξε + + τῶν μηνῶν, ἐπώνυμον ὄντα τοῦ Ἄρεος· Νομᾶς +Νομᾶς *: + νουμᾶς + δʼ + αὖθις εἰρηνικὸς γενόμενος καὶ πρὸς ἔργα + τῆς γῆς φιλοτιμούμενος τρέψαι τὴν πόλιν ἀποστῆσαι δὲ τῶν πολεμικῶν, τῷ + Ἰανουαρίῳ τὴν ἡγεμονίαν ἔδωκε καὶ τὸν Ἰανὸν εἰς τιμὰς προήγαγε + μεγάλας, ὡς πολιτικὸν + καὶ γεωργικὸν μᾶλλον ἢ + πολεμικὸν γενόμενον. ὅρα δὲ μὴ μᾶλλον ὁ Νομᾶς +Νομᾶς *: + νουμᾶς + τῇ φύσει προσήκουσαν ἀρχὴν + ἔλαβε τοῦ ἔτους ὡς πρὸς ἡμᾶς. καθόλου μὲν γὰρ οὐδέν ἐστι φύσει τῶν + ἐν κύκλῳ περιφερομένων οὔτʼ ἔσχατον οὔτε πρῶτον, νόμῳ δʼ ἄλλην ἄλλοι + + τοῦ χρόνου λαμβάνουσιν + ἀρχήν· ἄριστα δʼ οἱ τὴν μετὰ τροπὰς χειμερινὰς λαμβάνοντες, ὁπηνίκα τοῦ + πρόσω βαδίζειν πεπαυμένος ὁ ἥλιος ἐπιστρέφει καὶ ἀνακάμπτει πάλιν πρὸς + ἡμᾶς· γίγνεται γὰρ αὐτοῖς +αὐτοῖς] + αὖθις W τρόπον τινὰ καὶ φύσει, + +καὶ + φύσει] καινὴ φύσις Huttenus + τὸν μὲν τοῦ φωτὸς αὔξουσα χρόνον ἡμῖν, μειοῦσα δὲ τὸν τοῦ σκότους, + ἐγγυτέρω δὲ ποιοῦσα τὸν κύριον καὶ ἡγεμόνα τῆς ῥευστῆς οὐσίας ἁπάσης. + +

+
+
+

διὰ τί τῇ γυναικείᾳ θεῷ, ἣν Ἀγαθὴν καλοῦσιν, κοσμοῦσαι σηκὸν αἱ + γυναῖκες οἴκοι μυρσίνας οὐκ εἰσφέρουσι, καίτοι πᾶσι φιλοτιμούμεναι + χρῆσθαι τοῖς βλαστάνουσι καὶ ἀνθοῦσι;ʼ πότερον ὡς οἱ μυθολογοῦντες + ἱστοροῦσι Φαύνου +Φαύνου M: φαυλίου + μὲν ἦν γυνὴ τοῦ + + μάντεως, οἴνῳ δὲ χρησαμένη κρύφα καὶ μὴ λαθοῦσα + ῥάβδοις ὑπὸ τοῦ ἀνδρὸς ἐκολάσθη μυρσίνης + ὅθεν μυρσίνην μὲν οὐκ εἰσφέρουσιν, οἶνον δʼ αὐτῇ σπένδουσι, γάλα + προσαγορεύουσαι· ἢ πολλῶν μὲν ἁγναὶ μάλιστα δʼ ἀφροδισίων τὴν ἱερουργίαν + ἐκείνην ἐπιτελοῦσιν; + οὐ γὰρ μόνον + ἐξοικίζουσι τοὺς· ἄνδρας, ἀλλὰ καὶ πᾶν ἄρρεν ἐξελαύνουσι τῆς οἰκίας, + ὅταν τὰ νενομισμένα τῇ θεῷ ποιῶσι. τὴν οὖν μυρσίνην ὡς ἱερὰν + Ἀφροδίτης ἀφοσιοῦνται· καὶ γὰρ ἣν νῦν Μουρκίαν Ἀφροδίτην +Ἀφροδίτης Schellensius: ἀφροδίτῃ + καλοῦσι, Μυρτίαν τὸ παλαιὸν + ὡς ἔοικεν ὠνόμαζον.

+
+
+

διὰ τί τὸν δρυοκολάπτην οἱ Λατῖνοι σέβονται, + καὶ ἀπέχονται πάντες ἰσχυρῶς τοῦ + ὄρνιθος;ʼ πότερον ὅτι τὸν Πῖκον λέγουσιν ὑπὸ φαρμάκων τῆς + γυναικὸς μεταβαλεῖν τὴν φύσιν καὶ γενόμενον + δρυοκολάπτην ἀποφθέγγεσθαι λόγια καὶ χρησμῳδεῖν τοῖς ἐρωτῶσιν ἢ τοῦτο + μὲν ἄπιστόν ἐστιν ὅλως καὶ τερατῶδες, ἅτερος δὲ τῶν μύθων πιθανώτερος, + ὡς ἄρα τοῖς περὶ Ῥωμύλον καὶ Ῥῶμον ἐκτεθεῖσιν + οὐ μόνον λύκαινα θηλὴν ἐπεῖχεν, ἀλλὰ καὶ δρυοκολάπτης τις ἐπιφοιτῶν + ἐψώμιζεν; ἐπιεικῶς γὰρ ἔτι καὶ νῦν τοῖς +τοῖς] ἐν + τοῖς? ὑπορείοις καὶ δρυμώδεσι τόποις + ὅπου φαίνεται δρυοκολάπτης, ἐκεῖ καὶ λύκος, ὡς + Νιγίδιος ἱστορεῖ. ἢ μᾶλλον, ὡς ἄλλον ἄλλου θεοῦ, καὶ τοῦτον Ἄρεος + ἱερὸν νομίζουσι τὸν ὄρνιν;ʼ καὶ + γὰρ εὐθαρσὴς καὶ γαῦρός ἐστι καὶ τὸ + ῥύγχος οὕτως ἔχει κραταιόν, ὥστε δρῦς ἀνατρέπειν, ὅταν κόπτων + πρὸς τὴν ἐντεριώνην ἐξίκηται.

+
+
+

διὰ τί τὸν Ἰανὸν διπρόσωπον οἴονται γεγονέναι καὶ γράφουσιν οὕτω + καὶ πλάττουσιν πότερον ὅτι τῷ μὲν γένει Ἕλλην ἐκ Περραιβίας + ἦν, ὡς ἱστοροῦσιν, διαβὰς δʼ εἰς Ἰταλίαν καὶ συνοικήσας τοῖς + αὐτόθι βαρβάροις μετέβαλε καὶ γλῶτταν καὶ δίαιταν + ἢ μᾶλλον ὅτι τοὺς; περὶ τὴν Ἰταλίαν αὐτὸς +αὐτὸς] + ἀνθρώπους Abreschius ἀγρίοις καὶ + ἀνόμοις χρωμένους ἔθεσιν εἰς ἕτερον βίου σχῆμα, πείσας γεωργεῖν καὶ + πολιτεύεσθαι, μετέβαλε καὶ μετεκόσμησε; + +

+
+
+

διὰ τί τὰ πρὸς +πρὸς] περὶ Vit. + Num. c. 12 τὰς ταφὰς πιπράσκουσιν + ἐν τῷ τεμένει τῷ Λιβιτίνης, νομίζοντες + Ἀφροδίτην εἶναι τὴν Λιβιτίνην πότερον καὶ τοῦτο τῶν Νομᾶ τοῦ + βασιλέως φιλοσοφημάτων ἕν ἐστιν, ὅπως μανθάνωσι μὴ δυσχεραίνειν τὰ + τοιαῦτα μηδὲ φεύγειν + ὡς μιασμόν ἢ μᾶλλον + ὑπόμνησίς ἐστι τοῦ φθαρτὸν εἶναι τὸ γεννητόν, +γενητόν? ὡς μιᾶς θεοῦ τὰς γενέσεις καὶ τὰς τελευτὰς + ἐπισκοπούσης; καὶ γὰρ ἐν Δελφοῖς Ἀφροδίτης + ἐπιτυμβίας ἀγαλμάτιόν ἐστι πρὸς ὃ τοὺς κατοιχομένους ἐπὶ τὰς χοὰς + ἀνακαλοῦνται.

+
+
+

διὰ τί τρεῖς τοῦ μηνὸς ἀρχὰς καὶ προθεσμίας ἔχουσιν, οὐ ταὐτὸ + διάστημα τῶν ἡμερῶν μεταξὺ + λαμβάνοντες;ʼ πότερον ὡς οἱ περὶ τὸν Ἰόβαν +Ἰόβαν] Mueller. 3 p. 470 + ἱστοροῦσιν ὅτι ταῖς + καλάνδαις ἐκάλουν τὸν δῆμον οἱ ἄρχοντες καὶ κατήγγελλον εἰς πέμπτην τὰς + νόννας, εἰδοὺς δʼ ἡμέραν ἱερὰν ἐνόμιζον ἢ μᾶλλον ὅτι ταῖς τῆς + σελήνης διαφοραῖς; ὁρίζοντες τὸν χρόνον, + + ἑώρων ἐν τρισὶ γιγνομένην διαφοραῖς τὴν σελήνην κατὰ μῆνα ταῖς μεγίσταις, + πρώτῃ +πρώτῃ - δευτέρᾳ *: πρώτη - + δευτέρα + μὲν ὅτε κρύπτεται σύνοδον ποιησαμένη πρὸς + ἣλιον, δευτέρᾳ δʼ ὅταν ἐκφυγοῦσα τὰς αὐγὰς τοῦ ἡλίου καταφανὴς πρῶτον + ἐπὶ δυσμῶν γένηται, τρίτῃ δὲ τῇ περὶ τὴν + + πλήρωσιν αὐτῆς· πανσελήνου γενομένης; +γενομένης Madvigius: γινομένης + ὀνομάζουσι + δὲ τὸν μὲν ἀφανισμὸν αὐτῆς + καὶ τὴν κρύψιν καλάνδας, ὅτι πᾶν τὸ κρύφα καὶ λάθρα κλάμ καὶ κηλᾶρε τὸ λανθάνειν τὴν δὲ πρώτην φάσιν +φάσιν Polus: + φασὶ + νόννασ τῷ δικαιοτάτῳ τῶν ὀνομάτων, νουμηνίαν οὖσαν· + καὶ γὰρ αὐτοὶ τὸ νέον καὶ καινὸν ὥσπερ ἡμεῖς + προσαγορεύουσι· τὰς δʼ εἰδούσ ἢ διὰ τὸ κάλλος καὶ τὸ εἶδος + ὁλοκλήρου καθισταμένης τῆς σελήνης ἢ τῷ Διὶ τὴν ἐπωνυμίαν + ἀποδιδόντες. οὐ δεῖ δὲ τῶν ἡμερῶν τὸν ἀκριβέστατον ἀριθμὸν διώκειν + οὐδὲ τῷ + παρʼ ὀλίγον συκοφαντεῖν, ὅπου καὶ + νῦν ἐπίδοσιν τοσαύτην ἀστρολογίας ἐχούσης, περιγίγνεται τῆς ἐμ πειρίας τῶν μαθηματικῶν ἡ τῆς κινήσεως ἀνωμαλία + διαφεύγουσα τὸν λόγον. + +

+
+
+

διὰ τί τὴν μετὰ καλάνδας ἡμέραν καὶ νόννας καὶ εἰδοὺς ἀνέξοδον καὶ + ἀνεκδήμητον τίθενται + πότερον, ὡς οἱ πλεῖστοι νομίζουσι καὶ Λίβιος· +Λίβιος V 37 + sqq. cf. VI 1 ἱστορεῖ, ὅτι μετὰ τὰς Κυιντιλίας εἰδούς, ἃς νῦν + Ἰουλίας καλοῦσιν, ἐξάγοντες οἱ χιλίαρχοι τὸ στράτευμα περὶ τὸν Ἀλλίαν + malim Ἀλίαν et Ἀλιάδα + + ποταμὸν ἐκρατήθησαν ὑπὸ Κελτῶν μάχῃ καὶ τὴν πόλιν ἀπώλεσαν νομισθείσης + δὲ τῆς +τῆς M μετὰ + τὰς εἰδοὺς + ἀποφράδος προήγαγεν +προήγαγεν W: προσταγέν + ὥσπερ φιλεῖ πορρωτέρω τὸ ἔθος ἡ + δεισιδαιμονία καὶ κατέστησεν εἰς τὴν αὐτὴν εὐλάβειαν τήν τε μετὰ νόννας; + καὶ τὴν + μετὰ καλάνδας· + ἢ τοῦτο μὲν ἔχει πολλὰς ἀλογίας; ἄλλῃ τε γὰρ ἡμέρᾳ τὴν μάχην + ἡττήθησαν, ἣν Ἀλλιάδα malim + Ἀλίαν et Ἀλιάδα + + διὰ τὸν ποταμὸν καλοῦντες ἀφοσιοῦνται, καὶ + πολλῶν ἀποφράδων οὐσῶν οὐκ ἐν παντὶ μηνὶ τὰς ὁμωνύμους παραφυλάττουσιν, + ἀλλʼ ἑκάστην ἐν ᾧ συνέτυχε· τό τε ταῖς μετὰ νόννας καὶ καλάνδας ἁπλῶς + ἁπάσαις προστρίψασθαι τὴν δεισιδαιμονίαν + + ἀπιθανώτατον. ὅρα δὴ μή, καθάπερ τῶν μηνῶν τὸν μὲν πρῶτον ὀλυμπίοις + θεοῖς ἱέρωσαν, τὸν δὲ δεύτερον χθονίοις ἐν ᾧ καὶ καθαρμούς τινας + τελοῦσι καὶ + τοῖς + κατοιχομένοις ἐναγίζουσιν, οὕτω καὶ τῶν ἡμερῶν τὰς μὲν οἷον ἀρχὰς καὶ + κυρίας ὥσπερ εἴρηται + τρεῖς οὔσας + ἑορτασίμους καὶ ἱερὰς ἔθεντο, τὰς δʼ ἐφεξῆς δαίμοσι καὶ φθιτοῖς + ἐπιφημίσαντες ἀποφράδας καὶ ἀπράκτους ἐνόμισαν. καὶ γὰρ Ἕλληνες ἐν τῇ νουμηνίᾳ τοὺς θεοὺς σεβόμενοι, τὴν δευτέραν ἣρωσι + καὶ δαίμοσιν ἀποδεδώκασι καὶ τῶν κρατήρων ὁ δεύτερος ἥρωσιν ἐπικίρναται + καὶ ἡρωίσι. καὶ ὅλως ἀριθμός τις ὁ χρόνος, ἀριθμοῦ δὲ θεῖον ἡ + ἀρχή· μονὰς· γάρ ἐστιν. ἡ δὲ μετʼ αὐτὴν + δυὰς ἀντίπαλος τῇ ἀρχῇ καὶ ἀρτίων πρώτη. τὸ δʼ ἄρτιον + ἐνδεὲς καὶ ἀτελὲς καὶ + ἀόριστον, ὥσπερ αὖ τὸ περιττὸν ὥρισται καὶ περαίνει καὶ τέλειόν ἐστι. + διὸ καὶ νόνναι μὲν ἐπιβάλλουσι διὰ πέμπτης καλάνδαις, νόνναις + δʼ εἰδοὶ διʼ ἐνάτης. ὁρίζουσι γὰρ οἱ περισσοὶ τὰς + ἀρχάς· οἱ δὲ μετὰ τὰς ἀρχὰς ἄρτιοι ὄντες οὐκ ἔχουσι τάξιν οὐδὲ + δύναμιν, ὅθεν οὐκ ἄρχονται πράξεως οὐδʼ ἀποδημίας ἐν ταύταις. ἢ καὶ + τὸ τοῦ Θεμιστοκλέους ἔχει λόγον, ἐρίσαι ποτὲ τὴν ὑστεραίαν + πρὸς τὴν ἑορτήν, ἐκείνης +ἐκείνης +ὡς ἐκείνης? μὲν ἀσχολίαν καὶ κόπον + ἐχούσης πολύν, αὐτὴ δὲ παρέχουσα +αὐτὴ δὲ παρέχουσα] αὐτὴν δὲ παρέχουσαν? μετὰ σχολῆς καὶ + ἡσυχίας ἀπολαῦσαι τῶν· παρεσκευασμένων πρὸς τὴν ἑορτήν· +πρὸς τὴν + ἑορτὴν] deleverim ἀποκρίνασθαι δὲ πρὸς ταῦτα τὴν + ἑορτὴν + ἀληθῆ λέγεις, ἀλλʼ ἐμοῦ μὴ γενομένης οὐδʼ ἂν σὺ + ἦς;ʼ ταῦτα δʼ ὁ Θεμιστοκλῆς πρὸς τοὺς αὖθις + ἔλεγε στρατηγοὺς τῶν Ἀθηναίων ὡς οὐκ ἂν οὐδαμοῦ φανέντας, εἰ μὴ τὴν + πόλιν αὐτὸς ἔσῳσεν. ἐπεὶ τοίνυν πᾶσα μὲν ἀξία σπουδῆς ἀποδημία καὶ + πρᾶξις οἰκονομίας δεῖται καὶ παρασκευῆς, Ῥωμαῖοι δὲ τὸ + παλαιὸν ἐν ταῖς ἑορταῖς οὐδὲν ᾠκονόμουν οὐδʼ + ἐφρόντιζον ἀλλʼ ἢ περὶ τοὺς θεοὺς ἠσχολοῦντο καὶ τοῦτʼ ἔπραττον, + ὥσπερ ἔτι νῦν προκηρύττουσιν οἱ ἱερεῖς ἐπὶ τὰς + θυσίας βαδίζοντες, εἰκότως εὐθὺς οὐκ ἐξεδήμουν μετὰ τὰς·, ἑορτὰς οὐδʼ + ἔπραττον ἀπαράσκευοι γὰρ ἦσαν, ἀλλʼ ἐκφροντίζοντες οἴκοι + καὶ παρασκευαζόμενοι τὴν + ἡμέραν ἐκείνην διετέλουν. + ἢ καθάπερ ἔτι + νῦν προσευξάμενοι καὶ προσκυνήσαντες ἐν τοῖς ἱεροῖς ἐπιμένειν καὶ + καθίζειν εἰώθασιν, οὕτως οὐκ εὐθὺς ἐπέβαλλον ταῖς ἱεραῖς ἡμέραις τὰς + ἐνεργούς, ἀλλʼ ἐποίουν τι διάλειμμα καὶ διάστημα, πολλὰ τῶν πραγμάτων + δυσχερῆ καὶ ἀβούλητα φερόντων; + +

+
+
+

διὰ τί λευκὰ φοροῦσιν ἐν τοῖς πένθεσιν αἱ γυναῖκες ἱμάτια καὶ λευκοὺς + κεκρυφάλους;ʼ πότερον ὡς τοὺς μάγους φασὶν πρὸς τὸν Ἅιδην καὶ τὸ + σκότος ἀντιταττομένους, τῷ δὲ φωτεινῷ καὶ λαμπρῷ συνεξομοιοῦντας + ἑαυτοὺς τοῦτο ποιεῖν· ἤ, καθάπερ τὸ + + σῶμα τοῦ τεθνηκότος + ἀμφιεννύουσι λευκοῖς, καὶ τοὺς προσήκοντας ἀξιοῦσι; τὸ δὲ σῶμα κοσμοῦσιν + οὕτως, ἐπεὶ μὴ δύνανται τὴν ψυχήν· βούλονται δʼ ἐκείνην λαμπρὰν καὶ + καθαρὰν προπέμπειν, ὡς ἀφειμένην ἢδη καὶ διηγωνισμένην μέγαν ἀγῶνα καὶ + ποικίλον. + ἢ τὸ μὲν λιτὸν ἐν τούτοις μάλιστα + καὶ τὸ ἁπλοῦν πρέπει; τῶν δὲ βαπτῶν τὰ μὲν καὶ πολυτέλειαν ἐμφαίνει τὰ + δὲ περιεργίαν οὐ γὰρ ἧττον ἔστι πρὸς τὸ μέλαν ἢ τὸ ἁλουργὸν εἰπεῖν δολερὰ μὲν τὰ + + εἵματα, δολερὰ +δολερὰ] Herod. III 22 δὲ τὰ χρώματα τὸ δʼ αὐτόχρουν + μέλαν οὐχ ὑπὸ τέχνης ἀλλὰ + φύσει βαπτόν ἐστι, καὶ μεμιγμένον τῷ σκιώδει κεκράτηται. μόνον οὖν τὸ + λευκὸν εἰλικρινὲς καὶ ἀμιγὲς; καὶ ἀμίαντόν ἐστι βαφῇ καὶ +βαφῇ + καὶ] καὶ βαφῇ X + ἀμίμητον· οἰκειότατον οὖν τοῖς θαπτομένοις. καὶ γὰρ ὁ + τεθνηκὼς ἁπλοῦν τι γέγονε καὶ ἀμιγὲς καὶ καθαρὸν ἀτεχνῶς οὐδὲν ἀλλʼ ἢ + φαρμάκου δευσοποιοῦ τοῦ σώματος ἀπηλλαγμένος. ἐν δʼ Ἄργει λευκὰ φοροῦσιν + ἐν τοῖς πένθεσιν, ὡς Σωκράτης +Σωκράτης] Mueller. 4 p. + 498. φησίν, ὑδατόκλυστα. + +

+
+
+

διὰ τί πᾶν τεῖχος· ἀβέβηλον καὶ ἱερὸν νομίζουσι + τὰς δὲ πύλας οὐ + νομίζουσιν;ʼ ἦ καθάπερ ἔγραψε Βάρρων τὸ μὲν τεῖχος ἱερὸν δεῖ + νομίζειν, ὅπως ὑπὲρ αὐτοῦ μάχωνται προθύμως καὶ ἀποθνήσκωσιν; οὕτω γὰρ + δοκεῖ καὶ Ῥωμύλος ἀποκτεῖναι + τὸν ἀδελφὸν + ὡς ἄβατον καὶ ἱερὸν τόπον ἐπιχειροῦντα διαπηδᾶν καὶ ποιεῖν ὑπερβατὸν + καὶ βέβηλον. τὰς δὲ πύλας οὐχ οἷὸν τʼ ἦν ἀφιερῶσαι, διʼ ὧν ἄλλα τε + πολλὰ τῶν ἀναγκαίων καὶ τοὺς νεκροὺς; ἐκκομίζουσιν. ὅθεν οἱ πόλιν ἀπʼ + ἀρχῆς κτίζοντες, ὅταν + ἂν μέλλωσι τόπον + ἀνοικοδομεῖν ἐπίασιν ἀρότρῳ, βοῦν ἄρρενα καὶ θήλειαν ὑποζεύξαντες· + ὅταν δὲ τὰ τείχη περιορίζωσι, τὰς τῶν πυλῶν χώρας διαμετροῦντες τὴν + ὕννιν ὑφαιροῦσι, + καὶ μεταφέρουσιν οὕτω τὸ ἄροτρον, ὡς τὴν ἀρουμένην πᾶσαν ἱερὰν καὶ + ἄσυλον ἐσομένην. + +

+
+
+

διὰ τί τοὺς παῖδας, ὃταν ὀμνύωσι τὸν Ἡρακλέα, κωλύουσιν ὑπὸ στέγῃ + τοῦτο ποιεῖν καὶ κελεύουσιν εἰς ὕπαιθρον προϊέναι;ʼ πότερον ὡς + ἔνιοι λέγουσιν οὐκ οἰκουρίᾳ τὸν Ἡρακλέα χαίρειν ἀλλʼ ὑπαίθρῳ βίῳ + καὶ θυραυλίαις νομίζοντες· ἢ + μᾶλλον, ὅτι + τῶν θεῶν οὐκ ἐπιχώριος οὗτος ἀλλὰ πόρρωθεν καὶ ξένος; οὐδὲ γὰρ τὸν + Διόνυσον ὀμνύουσιν ὑπὸ στέγῃ, ξένον ὄντα καὶ αὐτόν, εἴπερ ἐστὶ Διόνυσος. +εἴπερ - Διόνυσος] suspecta W. + Fort. εἴπερ - Διόνυσος ὁ Βάκχος + ἢ + ταῦτα μὲν λέγεται καὶ παίζεται + πρὸς τοὺς παῖδας, ἄλλως +ἄλλως δʼ] ἄλλως, ἀληθῶς δʼ W δʼ ἐπίσχεσίς ἐστι τῆς πρὸς τὸν + ὅρκον εὐχερείας καὶ ταχύτητος τὸ γιγνόμενον, ὡς Φαβωρῖνος ἔλεγε; τὸ + γὰρ ὥσπερ ἐκ παρασκευῆς + μέλλησιν ἐμποιεῖ καὶ + βουλεύσασθαι δίδωσι. συμβάλοιτο δʼ ἄν τις τῷ Φαβωρίνῳ πρὸς τὸ μὴ κοινὸν + ἀλλʼ ἴδιον εἶναι τοῦ θεοῦ τούτου τὸ γιγνόμενον ἐκ τῶν περὶ Ἡρακλέους + λεγομένων. ἱστορεῖται γὰρ οὕτως εὐλαβὴς γεγονέναι πρὸς· ὅρκον, ὥσθʼ + ἅπαξ + ὀμόσαι καὶ μόνῳ Φυλεῖ τῷ Αὐγέου· + διὸ καὶ τὴν Πυθίαν προφέρειν τὰ ὅρκια ταῦτα Λακεδαιμονίοις ὡς + ἐμπεδοῦσι λῷον εἴη καὶ ἄμεινον. +

+
+
+

διὰ τί τὴν γαμουμένην οὐκ ἐῶσιν αὐτὴν ὑπερβῆναι τὸν οὐδὸν τῆς + οἰκίας, ἀλλʼ ὑπεραίρουσιν + οἱ + προπέμποντες; πότερον ὅτι καὶ τὰς πρώτας γυναῖκας ἁρπάσαντες οὕτως + εἰσήνεγκαν, αὐταὶ δʼ οὐκ εἰσῆλθον· ἢ βούλονται δοκεῖν εἰσιέναι + βιαζομένας οὐχ ἑκούσας, ὅπου μέλλουσι διαλύειν τὴν παρθενίαν; ἢ + σύμβολόν ἐστι τοῦ μηδʼ ἐξιέναι διʼ αὐτῆς + + μηδὲ καταλιπεῖν +καταλείπειν? τὴν οἰκίαν, εἰ μὴ βιασθείη, + καθάπερ καὶ εἰσῆλθε βιασθεῖσα; καὶ γὰρ παρʼ ἡμῖν ἐν Βοιωτίᾳ καίουσι + πρὸ τῆς θύρας τὸν ἄξονα τῆς ἁμάξης,·, ἐμφαίνοντες δεῖν τὴν νύμφην + ἐμμένειν ὡς ἀνῃρημένου τοῦ ἀπάξοντος. + +

+
+
+

διὰ τί τὴν νύμφην εἰσάγοντες λέγειν κελεύουσιν + ὅπου σὺ Γάιος, ἐγὼ Γαΐα;ʼ πότερον ὥσπερ ἐπὶ ῥητοῖς εὐθὺς εἴσεισι τῷ κοινωνεῖν ἁπάντων καὶ + συνάρχειν καὶ τὸ μὲν δηλούμενόν ἐστιν ὅπου σὺ + κύριος καὶ οἰκοδεσπότης, καὶ ἐγὼ κυρία καὶ οἰκοδέσποινα τοῖς δʼ + ὀνόμασι τούτοις ἄλλως κέχρηνται κοινοῖς οὖσιν, ὥσπερ οἱ νομικοὶ Γάιον + Σήιον καὶ Λούκιον Τίτιον, καὶ οἱ φιλόσοφοι Δίωνα καὶ Θέωνα + παραλαμβάνουσιν ἢ διὰ Γαΐαν Καικιλίαν καλὴν καὶ + ἀγαθὴν γυναῖκα, τῶν Ταρκυνίου παίδων ἑνὶ συνοικήσασαν, ἧς ἐν τῷ τοῦ + Σάγκτου +Σάγκτου] Σάγκου? ἱερῷ + χαλκοῦς ἀνδριὰς ἕστηκεν; ἔκειτο δὲ πάλαι καὶ σανδάλια καὶ ἄτρακτοι; τὸ + μὲν οἰκουρίας αὐτῆς, τὸ δʼ ἐνεργείας + + σύμβολον. + +

+
+
+

διὰ τί ὁ πολυθρύλητος ᾄδεται Ταλάσιος ἐν τοῖς γάμοις;ʼ πότερον + ἀπὸ τῆς ταλασίας καὶ γὰρ τὸν τάλαρον τάλασον +τάλασον X: + τάλαντον + ὀνομάζουσι· καὶ τὴν + νύμφην εἰσάγοντες νάκος ὑποστρωννύουσιν· αὐτὴ δʼ εἰσφέρει + μὲν ἠλακάτην καὶ τὴν ἄτρακτον, ἐρίῳ δὲ τὴν + θύραν περιστέφει τοῦ ἀνδρός· ἢ τὸ λεγόμενον ὑπὸ τῶν ἱστορικῶν ἀληθές, + ὅτι νεανίας ἦν τις λαμπρὸς ἐν τοῖς πολεμικοῖς καὶ τἄλλα χρηστὸς ὄνομα + Ταλάσιος· ἐπεὶ δʼ ἥρπαζον οἱ Ῥωμαῖοι τὰς τῶν Σαβίνων + + θυγατέρας ἐλθούσας + ἐπὶ θέαν, ἐκομίζετο τῷ Ταλασίῳ παρθένος ἐκπρεπὴς τὴν ὄψιν ὑπὸ + δημοτικῶν τινων καὶ πελατῶν +πελατῶν W: πελαστῶν + τοῦ Ταλασίου, βοώντων ὑπὲρ ἀσφαλείας καὶ + τοῦ μηδένα πελάζειν μηδʼ ἀντιλαμβάνεσθαι τῆς παιδός, ὡς Ταλασίῳ γυνὴ + φέροιτο. + τιμῶντες οὖν οἱ λοιποὶ τὸν + Ταλάσιον καὶ συνευχόμενοι καὶ συνευφημοῦντες εἵποντο καὶ παρέπεμπον· + ὅθεν, εὐτυχοῦς γάμου γενομένου, καὶ τοῖς ἄλλοις + εἰθίσθησαν ἐπιφωνεῖν + τὸν Ταλάσιον, ὥσπερ Ἕλληνες τὸν Ὑμέναιον.

+
+
+

διὰ τί τοῦ Μαΐου περὶ τὴν πανσέληνον ἀπὸ τῆς ξυλίνης γεφύρας + εἴδωλα ῥιπτοῦντες;. ἀνθρώπων + εἰς τὸν + ποταμὸν Ἀργείους τὰ ῥιπτούμενα καλοῦσιν;ʼ ἦ τὸ παλαιὸν οἱ περὶ + τὸν τόπον οἰκοῦντες βάρβαροι τοὺς ἁλισκομένους Ἕλληνας οὕτως + ἀπώλλυσαν· Ἡρακλῆς δὲ θαυμασθεὶς ὑπʼ αὐτῶν ἔπαυσε μὲν τὴν ξενοκτονίαν, + ἐδίδαξε δὲ τὸ ἔθος καὶ τὴν δεισιδαιμονίαν + + ἀπομιμουμένους εἴδωλα ῥιπτεῖν; Ἀργείους δὲ τοὺς Ἕλληνας οἱ παλαιοὶ + πάντας ὁμαλῶς προσηγόρευον. εἰ μὴ νὴ Δία τῶν Ἀρκάδων πολεμίους καὶ + τοὺς Ἀργείους διὰ τὴν γειτνίασιν ἡγουμένων, οἱ περὶ +Εὔανδρον ἐκ τῆς Ἑλλάδος + φυγόντες καὶ κατοικήσαντες + αὐτόθι τὴν + μνησικακίαν καὶ τὴν ἔχθραν διεφύλαττον.

+
+
+

διὰ τί τὸ παλαιὸν οὐκ ἐδείπνουν ἔξω χωρὶς τῶν υἱῶν, ἔτι τὴν + παιδικὴν ἡλικίαν ἐχόντων;ʼ ἦ τοῦτο μὲν καὶ Λυκοῦργος εἴθισε, + τοὺς παῖδας ἐπεισάγων τοῖς φιδιτίοις, ὅπως ἐθίζωνται μὴ θηριωδῶς + μηδʼ ἀτάκτως ἀλλὰ μετʼ εὐλαβείας ταῖς + ἡδοναῖς προσφέρεσθαι, τοὺς πρεσβυτέρους οἷον ἐπισκόπους καὶ θεατὰς + ἔχοντες; οὐκ ἔλαττον δὴ τοῦτο καὶ τοὺς πατέρας αὐτοὺς μᾶλλον αἰδεῖσθαι + καὶ σωφρονεῖν τῶν υἱῶν παρόντων· ὅπου γὰρ ἀναισχυντοῦσι γέροντες, + ὥς φησιν ὁ Πλάτων, +Πλάτων] Legg. + p. 729 c ἐνταῦθʼ ἀνάγκη καὶ νέους ἀναισχυντοτάτους εἶναι.

+
+
+

διὰ τί, τῶν ἄλλων Ῥωμαίων ἐν τῷ Φεβρουαρίῳ + μηνὶ ποιουμένων χοὰς καὶ + ἐναγισμοὺς τοῖς τεθνηκόσι, Δέκιμος Βροῦτος, ὡς + Κικέρων +Κιπέρων] De Legg. II 21 ἱστόρηκεν, ἐν τῷ + Δεκεμβρίῳ τοῦτʼ ἔπραττεν ἦν δʼ οὗτος ὁ Λυσιτάνειαν ἐπελθὼν καὶ + πρῶτος ἐπέκεινα στρατῷ διαβὰς τὸν τῆς· λήθης ποταμόν;ʼ πότερον, + ὥσπερ + ἡμέρας ληγούσης καὶ μηνὸς φθίνοντος + εἰώθασιν ἐναγίζειν οἱ πολλοί, λόγον ἔχει καὶ τοῦ ἐνιαυτοῦ + καταστρέφοντος ἐν τῷ τελευταίῳ μηνὶ τιμᾶν τοὺς τεθνηκότας ἔστι δὲ τῶν + μηνῶν τελευταῖος ὁ Δεκέμβριος·̓· ἢ χθονίων μὲν αἱ τιμαὶ θεῶν, τιμᾶν δὲ + τοὺς + χθονίους ὡραῖόν ἐστι, τῶν καρπῶν + ἁπάντων εἰληφότων + + συντέλειαν; ἢ ὅτε κινοῦσι τὴν γῆν ἀρχόμενοι σπόρου, μεμνῆσθαι μάλιστα + τῶν κάτω προσήκει; ἢ Κρόνῳ μὲν οὗτος ὁ μὴν ὑπὸ Ῥωμαίων καθιέρωται, + Κρόνον δὲ τῶν κάτω θεῶν οὐ τῶν ἄνω νομίζουσιν; + ἢ μεγίστης αὐτοῖς ἑορτῆς τῶν Κρονίων καθεστώσης καὶ + συνουσίας τε πλείστας καὶ ἀπολαύσεις ἔχειν δοκούσης, ἔδοξε καὶ ταύτης + ἀπονέμειν τινὰς ἀπαρχὰς τοῖς τεθνηκόσιν; ἢ τοῦτο, +τοῦτο] + τὸ W. Malim τοῦτο + τὸ + μόνον Βροῦτον ἐναγίζειν ἐν τῷ μηνὶ τούτῳ, + καθόλου ψεῦδός ἐστι; καὶ + γὰρ τῇ Λαρεντίᾳ + ποιοῦσι τὸν ἐναγισμὸν καὶ χοὰς ἐπιφέρουσιν ἐπὶ τὸν τάφον τοῦ + Δεκεμβρίου μηνός

+
+
+

διὰ τί δὲ τὴν Λαρεντίαν, ἑταίραν γεγενημένην, + οὕτω τιμῶσιν;ʼ ἄλλην γὰρ εἶναι + Λαρεντίαν Ἄκκαν ἱστοροῦσι τὴν Ῥωμύλου τροφόν, ἣν τῷ Ἀπριλλίῳ + μηνὶ τιμῶσι. τῇ δʼ ἑταίρᾳ +ἑταίρᾳ *: + ἑτέρᾳ + Λαρεντίᾳ Φαβόλαν + ἐπίκλησιν εἶναι λέγουσιν, ἐγνωρίσθη δὲ διὰ τοιαύτην αἰτίαν. ζάκορός τις + Ἡρακλέους ὡς ἔοικεν ἀπολαύων σχολῆς, ἔθος εἶχεν ἐν + πεττοῖς καὶ κύβοις τὰ πολλὰ διημερεύειν καί ποτε, τῶν εἰωθότων παίζειν + σὺν · αὐτῷ καὶ μετέχειν τῆς τοιαύτης διατριβῆς κατὰ τύχην μηδενὸς + παρόντος, ἀδημονῶν τὸν θεὸν προυκαλεῖτο + + διαβαλέσθαι τοῖς κύβοις πρὸς αὐτὸν ὥσπερ + ἐπὶ ῥητοῖς· καὶ νικήσας μὲν εὑρέσθαι τι + παρὰ τοῦ θεοῦ χρηστόν· ἂν δὲ λειφθῇ, δεῖπνον αὐτὸς τῷ θεῷ παρασχεῖν + καὶ μείρακα καλὴν συναναπαυσομένην. ἐκ τούτου δὲ τοὺς κύβους προθέμενος, + τὸν + μὲν ὑπὲρ ἑαυτοῦ, τὸν δʼ ὑπὲρ τοῦ θεοῦ + βαλὼν ἐλείφθη. ταῖς οὖν προκλήσεσιν ἐμμένων τράπεζὰν τε λαμπροτέραν + παρεσκεύασε τῷ θεῷ, καὶ τὴν Λαρεντίαν παραλαβὼν ἐμφανῶς ἑταιροῦσαν + εἱστίασε καὶ κατέκλινεν ἐν τῷ ἱερῷ καὶ τὰς θύρας; ἀπιὼν + ἔκλεισε. λέγεται δὲ νύκτωρ ἐντυχεῖν αὐτῇ τὸν + θεὸν οὐκ ἀνθρωπίνως καὶ κελεῦσαι βαδίζειν ἕωθεν εἰς + ἀγοράν, ᾧ δʼ ἂν ἐντύχῃ + πρώτῳ, προσέχειν μάλιστα καὶ ποιεῖσθαι φίλον. ἀναστᾶσαν οὖν τὴν + Λαρεντίαν βαδίζειν, καὶ συντυχεῖν τινι τῶν πλουσίων, ἀγάμων + δὲ καὶ παρηκμακότων, ὄνομα Ταρρουτίῳ· γνωρισθεῖσαν + δὲ τούτῳ καὶ ζῶντος ἄρχειν τοῦ οἴκου καὶ κληρονομῆσαι τελευτήσαντος· + ὕστερον δὲ χρόνοις αὐτὴν τελευτῶσαν τῇ πόλει τὴν οὐσίαν ἀπολιπεῖν διὸ + τὰς τιμὰς ἔχειν ταύτας. + +

+
+
+

διὰ τί πύλην μίαν θυρίδα καλοῦσι τὴν γὰρ φαινέστραν τοῦτο + σημαίνειν, καὶ παρʼ αὐτὴν ὁ καλούμενος Τύχης θάλαμός ἐστι;ʼ πότερον ὅτι Σέρβιος ὁ βασιλεὺς εὐτυχέστατος γενόμενος δόξαν ἔσχε τῇ + Τύχῃ συνεῖναι φοιτώσῃ διὰ θυρίδος πρὸς + αὐτόν ἢ τοῦτο μὲν + μῦθός ἐστιν, ἐπεὶ δὲ Ταρκυνίου Πρίσκου τοῦ βασιλέως ἀποθανόντος ἡ + γυνὴ Τανακυλλὶς; ἔμφρων οὖσα καὶ βασιλικὴ διὰ θυρίδος - προκύψασα τοῖς + πολίταις ἐνέτυχε καὶ συνέπεισεν + ἀποδεῖξαι + βασιλέα τὸν Σέρβιον, ἔσχε ταύτην ὁ τόπος τὴν ἐπωνυμίαν;

+
+
+

διὰ τί τῶν τοῖς θεοῖς ἀνατιθεμένων μόνα τὰ σκῦλα νενόμισται περιορᾶν + ἀφανιζόμενα τῷ χρόνῳ, καὶ μήτε προσκυνεῖν +προσκυνεῖν] + προσκαινοῦν vel προσκονιᾶν W. Sanum vid. μήτʼ ἐπισκευάζειν;ʼ πότερον + ἵνα τὴν δόξαν οἰόμενοι τοῖς πρώτοις + συνεκλιπεῖν ἀεί τι πρόσφατον ὑπόμνημα τῆς ἀρετῆς ζητῶσι κομίζειν +, ἢ μᾶλλον ὅτι τοῦ + χρόνου τὰ σημεῖα τῆς πρὸς τοὺς πολεμίους διαφορᾶς ἀμαυροῦντος, αὐτοὺς + ἀναλαμβάνειν καὶ καινοποιεῖν ἐπίφθονόν ἐστι καὶ φιλαπέχθημον; +φιλαπέχθῆμον *: φιλαπεχθῆμον + + οὐδὲ γὰρ παρʼ Ἕλλησιν οἱ πρῶτοι λίθινον + καὶ χαλκοῦν στήσαντες τρόπαιον εὐδοκιμοῦσι.

+
+
+

διὰ τί Κόιντος Μέτελλος ἀρχιερεὺς γενόμενος καὶ τἄλλα· δοκῶν + φρόνιμος εἶναι καὶ πολιτικὸς ἀνὴρ ἐκώλυεν οἰωνίζεσθαι μετὰ τὸν + Σεξτίλιον μῆνα + τὸν νῦν Αὔγουστον + προσαγορευόμενον;ʼ πότερον ὅτι καθάπερ ἡμέρας ἀκμαζούσης ἢ + ἀρχομένης; πράττομεν τὰ τοιαῦτα καὶ μηνὸς ἱσταμένου καὶ αὐξομένου, τὰς + δʼ ἀποκλίτους ὡς + ἀχρηματίστους φυλαττόμεθα· παραπλησίως τὸν μετὰ μῆνας ὀκτὼ χρόνον ὥσπερ + ἑσπέραν + τινὰ τοῦ ἐνιαυτοῦ καὶ δείλην + ἀποκλίνοντος ἢδη καὶ φθίνοντος νομίζειν· +νομίζειν] add. δεῖ M ἢ καὶ τοῖς ὄρνισι χρηστέον ἀκμαίοις καὶ τελείοις; εἰσὶ δὲ πρὸ τοῦ θέρους + τοιοῦτοι· περὶ δὲ τὸ φθινόπωρον οἱ μὲν ἀσθενεῖς καὶ νοσώδεις, οἱ δὲ + νεοσσοὶ καὶ ἀτελεῖς, οἱ δὲ παντάπασι φροῦδοι διὰ τὴν ὥραν ἐκτοπίζοντες. + +

+
+
+

διὰ τί τοῖς μὴ στρατευομένοις μὲν ἐν στρατοπέδῳ δʼ ἄλλως + ἀναστρεφομένοις οὐκ ἐξῆν ἄνδρα βαλεῖν πολέμιον οὐδὲ τρῶσαι;ʼ καὶ + τοῦτο Κάτων +Κάτων] cf. Cic. de Off. I 11 ὁ πρεσβύτης ἐν + ἐπιστολῇ τινι δεδήλωκε, γράφων πρὸς τὸν υἱὸν καὶ κελεύων, εἰ παρεθείη + τῆς στρατείας + + ἀποπληρώσας τὸν + χρόνον, ὑποστρέφειν· ἢ προσμένοντα λαβεῖν παρὰ τοῦ στρατηγοῦ τὸ ἐξεῖναι + τρῶσαι καὶ ἀνελεῖν πολέμιον. πότερον ὅτι τὴν ἀνάγκην μόνην ἐξουσίαν + εἶναι δεῖ τοῦ ἀνελεῖν ἄνθρωπον, ὁ δʼ ἄνευ νόμου καὶ προστάγματος τοῦτο + ποιῶν ἀνδροφόνος + ἐστὶ διὸ καὶ Χρυσάνταν + +Χρυσάνταν] Xen. Cyrop. IV 1, 3 ἐπῄνεσεν ὁ Κῦρος, + ὅτι μέλλων ἀναιρεῖν πολέμιον καὶ τὴν κοπίδα διηρμένος, ἀκούσας τὸ + ἀνακλητικὸν ἀφῆκε τὸν ἄνδρα + καὶ οὐκ ἔπαισεν ὡς κεκωλυμένος ἢ δεῖ τὸν συνιστάμενον + πολεμίοις καὶ μαχόμενον, ἂν ἀποδειλιάσῃ, + μὴ + ἀνυπεύθυνον εἶναι μηδʼ ἀθῷον; οὐ γὰρ οὕτω βαλών τινα καὶ τρώσας + ὠφέλησεν, ὡς φυγὼν καὶ ἀναχωρήσας ἔβλαψεν. ὁ μὲν οὖν ἀφειμένος + στρατείας ἀπήλλακται τῶν στρατιωτικῶν νόμων ὁ ὁ αἰτησάμενος τὸ πράττειν + τὰ τῶν στρατευομένων + πάλιν ἑαυτὸν ὑπεύθυνον + τῷ νόμῳ καὶ τῷ στρατηγῷ δέδωκεν.

+
+
+

διὰ τί τῷ ἱερεῖ τοῦ Διὸς οὐκ ἔξεστιν ἐν + ὑπαίθρῳ ἀλείφεσθαι πότερον ὅτι καὶ παῖδας γυμνοῦσθαι πατρὸς + ὁρῶντος καὶ πενθεροῦ γαμβρὸν οὐχ + ὅσιον ἦν οὐδὲ καλόν, οὐδὲ συνελούοντο τὸ + παλαιὸν ἀλλήλοις πατὴρ δʼ ὁ Ζεὺς καὶ τὸ ἐν ὑπαίθρῳ μάλιστὰ + πως εἶναι δοκεῖ τοῦ Διὸς ἐνώπιον· ἤ, καθάπερ ἐν + ναῷ καὶ ἱερῷ γυμνοῦν ἑαυτὸν ἀθέμιτόν ἐστιν, οὕτω τὸν ὕπαιθρον + ἀέρα καὶ τὸν ὑπουράνιον, ὄντα καὶ θεῶν καὶ δαιμόνων μεστόν, + ἐξευλαβοῦντο; διὸ καὶ τὰ πολλὰ τῶν ἀναγκαίων ὑπὸ στέγῃ δρῶμεν + ἐπικρυπτόμενοι καὶ ἐπικαλυπτόμενοι ταῖς + οἰκίαις πρὸς τὸ θεῖον. ἢ + M τὰ μὲν μόνῳ τῷ ἱερεῖ, τὰ + δὲ πᾶσιν ὑπὸ τοῦ νόμου προστέτακται διὰ τοῦ ἱερέως; διὸ καὶ παρʼ ἡμῖν + τὸ μὲν στεφανηφορεῖν καὶ κομᾶν καὶ μὴ +μὴ idem σιδηροφορεῖν μηδὲ + τοῖς Φωκέων ὅροις ἐμβαίνειν + + ἴδια λειτουργήματα τοῦ + ἄρχοντός ἐστι τὸ δʼ ὀπώρας μὴ γεύεσθαι πρὸ ἰσημερίας μετοπωρινῆς μηδʼ + ἄμπελον τέμνειν πρὸ ἰσημερίας ἐαρινῆς ὁμοῦ τι πᾶσι δηλοῦται διὰ τοῦ + ἄρχοντος· ἑκατέρου γὰρ ὁ καιρὸς ἐκεῖνός ἐστι. τὸν αὐτὸν οὖν τρόπον + ὡς ἔοικε + καὶ τοῦ παρὰ Ῥωμαίοις ἱερέως; + ἴδιόν ἐστι τὸ μήθʼ ἵππῳ χρῆσθαι μήτε πλείονας νύκτας ἀποδημεῖν τριῶν + μήτʼ ἀποτίθεσθαι τὸν πῖλον, ἀφʼ οὗ καὶ φλᾶμεν κέκληται. πολλὰ δʼ + ἄλλα δηλοῦται πᾶσι διὰ τοῦ + ἱερέως· ὧν ἕν ἐστι καὶ τὸ ἐν ὑπαίθρῳ μὴ ἀλείφεσθαι. + τὸ γὰρ ξηραλοιφεῖν ὑφεωρῶντο Ῥωμαῖοι + σφόδρα, καὶ τοῖς Ἕλλησιν οἴονται μηδὲν οὕτως αἴτιον δουλείας γεγονέναι + καὶ μαλακίας, ὡς τὰ γυμνάσια καὶ τὰς παλαίστρας, πολὺν ἄλυν καὶ σχολὴν + ἐντικτούσας ταῖς πόλεσι καὶ κακοσχολίαν καὶ τὸ + παιδεραστεῖν καὶ τὸ διαφθείρειν τὰ σώματα τῶν νέων ὕπνοις καὶ περιπάτοις + καὶ κινήσεσιν εὐρύθμοις καὶ διαίταις ἀκριβέσιν, ὑφʼ ὧν ἔλαθον + ἐκρυέντες τῶν ὅπλων καὶ + ἀγαπήσαντες ἀνθʼ + ὁπλιτῶν καὶ ἱππέων ἀγαθῶν εὐτράπελοι καὶ παλαιστρῖται καλοὶ λέγεσθαι. + ταῦτα γοῦν + ἔργον + ἐστὶν ἀποφυγεῖν εἰς ὕπαιθρον ἀποδυομένους· οἱ δὲ κατʼ οἰκίαν + ἀλειφόμενοι καὶ θεραπεύοντες ἑαυτοὺς οὐδὲν ἁμαρτάνουσι. + +

+
+
+

διὰ τί τὸ παλαιὸν νόμισμα πῆ μὲν εἶχεν Ἰανοῦ διπρόσωπον εἰκόνα, πῆ + δὲ πλοίου πρύμναν ἢ πρῷραν ἐγκεχαραγμένην πότερον ὡς οἱ πολλοὶ + λέγουσιν ἐπὶ τιμῇ τοῦ Κρόνου πλοίῳ διαπεράσαντος εἰς Ἰταλίαν, ἢ + τοῦτο μὲν ἔστιν ἐπὶ πολλῶν λέγειν + καὶ γὰρ + Ἰανὸς καὶ Εὔανδρος; καὶ Αἰνείας ἐκ θαλάττης προσεκομίσθησαν, ἐκεῖνο + δʼ ἄν τις μᾶλλον εἰκάσειεν, ὅτι τὰ μὲν καλὰ ταῖς πόλεσίν ἐστι τὰ δʼ + ἀναγκαῖα· καὶ μέγιστον τῶν μὲν καλῶν ἡ εὐνομία, + τῶν δʼ ἀναγκαίων ἡ εὐπορία; ἐπεὶ τοίνυν + εὐκοσμίαν μὲν Ἰανὸς κατέστησεν αὐτοῖς + ἐξημερώσας τὸν βίον, ἀφθονίαν δὲ παρέχει τῶν ἀναγκαίων ὁ ποταμὸς + πλόιμος ὢν καὶ τὰ μὲν ἐκ θαλάττης τὰ δʼ ἀπὸ τῆς χώρας κατακομίζων, + σύμβολον ἔσχε τὸ νόμισμα τοῦ μὲν νομοθέτου τὸ δίμορφον ὡς εἴρηται + διὰ τὴν μεταβολήν, τοῦ δὲ ποταμοῦ τὸ + πορθμεῖον. ἑτέρῳ δʼ ἐχρήσαντο νομίσματι βοῦν ἔχοντι καὶ πρόβατον καὶ + ὗν παράσημον, εὐποροῦντες ἀπὸ τῶν θρεμμάτων μάλιστα καὶ τὴν περιουσίαν + ἀπὸ τούτων ἔχοντες διὸ καὶ τῶν ὀνομάτων πολλὰ τοῖς παλαιοῖς, +Συίλλιοι +Συέλλιοι] + Συίλλιοι? cf. Vit. Popl. c 11 καὶ + Βουβολκοὶ καὶ Πόρκιοι ἦσαν, ὡς Φενεστέλλας +Φενεστέλλας + *: φαινεστέλλας + εἴρηκεν.

+
+
+

διὰ τί τῷ τοῦ Κρόνου ναῷ χρῶνται ταμείῳ +ταμιείῳ * + hic et infra: ταμείῳ + τῶν δημοσίων + χρημάτων, ἅμα δὲ καὶ φυλακτηρίῳ + τῶν + συμβολαίων;ʼ πότερον ὅτι δόξα κατεῖχε καὶ λόγος οὐκ εἶναι + πλεονεξίαν ἐν ἀνθρώποις οὐδʼ ἀδικίαν Κρόνου βασιλεύοντος, ἀλλὰ πίστιν + καὶ δικαιοσύνην ἢ ὅτι καρπῶν ἀρετῆς +ἀρετῆς] ἁγέτης Abreschius ἢ γεωργίας ἡγεμὼν ὁ θεός; ἡ γὰρ + ἅρπη τοῦτο σημαίνει καὶ οὐχ ὡς γέγραφεν +Ἀντίμαχος Ἡσιόδῳ +Ησιόδῳ Theog. 160 πειθόμενος + λέχρις δὲ δρεπάνῳ τέμνων ἀπὸ μήδεα πατρὸς + +λέχρις X: λέχριε. cf, Kinkel. + Fragm. p. 287 +οὐρανοῦ Ἀκμονίδεω λάσιος Κρόνος ἀντιτέτυκτο. + καρπῶν δʼ ἀφθονία καὶ διάθεσις γένεσίς ἐστι νομίσματος· + διὸ τὸν +τὸν] τοῦτον? αἴτιον καὶ φύλακα ποιοῦνται τῆς + εὐδαιμονίας. μαρτυρεῖ δὲ τούτῳ τὸ τὰς + ἀγομένας διʼ ἐννέα ἡμερῶν ἐπʼ ἀγορὰν συνόδους, νουνδίνας δὲ καλουμένας, + ἱερὰς τοῦ Κρόνου νομίζεσθαι· πράσεως γὰρ καὶ ὠνῆς περιουσία καρπῶν + ἀρχὴν παρέσχεν. ἢ ταῦτα μέν ἐστι παλαιά, πρῶτος δὲ ταμιεῖον + ἀπέδειξε τὸ Κρόνιον, τῶν βασιλέων καταλυθέντων, + Οὐαλέριος Ποπλικόλας πειθόμενος εὐερκῆ καὶ καταφανῆ καὶ δυσεπιβούλευτον + εἶναι τὸν τόπον;

+
+
+

διὰ τί δʼ οἱ πρεσβεύοντες εἰς Ῥώμην ὁποθενοῦν ἐπὶ τὸν τοῦ Κρόνου + ναὸν βαδίζοντες ἀπογράφονται + + πρὸς τοὺς ἐπάρχους + τοῦ ταμιείου; πότερον ὡς ξένου τοῦ Κρόνου + γενομένου καὶ διὰ τοῦτο τοῖς ξένοις χαίροντος, ἢ καὶ τοῦτο λύεται τῇ + ἱστορίᾳ; τὸ γὰρ παλαιὸν ὡς ἔοικεν οἱ ταμίαι ξένια τοῖς πρεσβεύουσιν + ἔπεμπον ʽ ἐκαλεῖτο δὲ λαύτια +λαύτια Abreschius: λαύτεια + + τὰ πεμπόμενἀ, + καὶ νοσούντων + ἐπεμέλοντο καὶ τελευτήσαντας ἔθαπτον ἐκ δημοσίου νῦν δʼ ὑπὸ πλήθους τῶν + ἀφικνουμένων πρέσβεων ἐκλέλειπται τὸ τῆς δαπάνης, μένει δʼ ἔτι τὸ τοῖς + ἐπάρχοις τοῦ ταμείου προεντυγχάνειν διὰ τῆς ἀπογραφῆς + +

+
+
+

διὰ τί τῷ ἱερεῖ τοῦ Διὸς οὐκ ἔξεστιν ὀμόσαι;ʼ πότερον ὅτι + βάσανός τις ἐλευθέρων ὁ ὅρκος ἐστί, δεῖ δʼ ἀβασάνιστον εἶναι καὶ τὸ + σῶμα καὶ τὴν ψυχὴν τοῦ ἱερέως· ἢ ὅτι περὶ μικρῶν ἀπιστεῖσθαι + τὸν τὰ θεῖα καὶ + μέγιστα πεπιστευμένον οὐκ εἰκὸς + ἐστιν; ἢ + ὅτι πᾶς ὅρκος εἰς κατάραν τελευτᾷ τῆς ἐπιορκίας, κατάρα δὲ δύσφημον + καὶ σκυθρωπόν; ὅθεν οὐδʼ ἄλλοις ἐπαρᾶσθαι νομίζεται τοὺς ἱερεῖς. + ἐπῃνέθη γοῦν Ἀθήνησιν ἡ ἱέρεια μὴ θελήσασα καταράσασθαι τῷ + Ἀλκιβιάδῃ τοῦ δήμου κελεύοντος ἔφη γὰρ + + εὐχῆς οὐ κατάρας ἱέρεια γεγονέναι. ἢ κοινὸς ὁ τῆς ἐπιορκίας κίνδυνος, + ἂν ἀνὴρ ἀσεβὴς καὶ ἐπίορκος εὐχῶν κατάρχηται καὶ ἱερῶν ὑπὲρ τῆς + πόλεως;

+
+
+

διὰ τί τῶν Οὐενεραλίων +Οὐνεραλίων] Οὐιναλίων Ursinus τῇ ἑορτῇ πολὺν + οἶνον ἐκχέουσιν ἐκ τοῦ + ἱεροῦ τῆς Ἀφροδίτης;ʼ πότερον, + ὡς οἱ + πλεῖστοι λέγουσι, Μεζέντιος ὁ Τυρρηνῶν στρατηγὸς ἔπεμψε πρὸς Αἰνείαν + σπενδόμενος ἐπὶ τῷ λαβεῖν τὸν ἐπέτειον οἶνον ἀρνησαμένου δʼ ἐκείνου, τοῖς Τυρρηνοῖς +Τυρρηνοῖς] add. Τύρνος Urlichsius ὑπέσχετο κρατήσας μάχῃ + δώσειν τὸν οἶνον· Αἰνείας δὲ τὴν ὑπόσχεσιν αὐτοῦ πυθόμενος τοῖς θεοῖς + τὸν οἶνον καθιέρωσε, καὶ μετὰ τὸ νικῆσαι συναγαγὼν τὸ καρπευθὲν ἐξέχεε + πρὸ τοῦ + ἱεροῦ τῆς Ἀφροδίτης· ἢ καὶ τοῦτο + σύμβολόν ἐστι τοῦ χρῆναι νήφοντας ἑορτάζειν ἀλλὰ μὴ μεθύοντας, ὡς τῶν + θεῶν μᾶλλον τοῖς ἐκχέουσι χαιρόντων τὸν πολὺν ἄκρατον ἢ τοῖς πίνουσι; + +

+
+
+

διὰ τί τὸν τῆς Ὅρτας ναὸν ἀνεῳγμένον + + εἶχον οἱ παλαιοὶ διὰ παντός;ʼ πότερον, ὡς Ἀντίστιος Λαβεὼν + ἱστόρηκε, τοῦ παρορμᾶν ὁρτάρι λεγομένου, τὴν οἷον ἐγκελευομένην + πρὸς τὰ καλὰ καὶ παρορμῶσαν θεὸν Ὅρταν λεγομένην ᾤοντο δεῖν ὡς + ἐνεργὸν ἀεὶ μηδέποτε μέλλειν μηδʼ ἀποκεκλεῖσθαι μηδʼ ἐλινύειν· +ἐλιννύειν Huttenus: κλειννύειν + + ἢ μᾶλλον ὡς νῦν ὀνομάζουσιν αὐτὴν · ὥραν + μηκυνομένης τῆς + προτέρας συλλαβῆς, ἐπιστρεφῆ τινα καὶ πολυωρητικὴν θεόν, ἣν +ἣν] del. + Madvigius διαφυλακτικὴν καὶ φροντιστικὴν οὖσαν οὐδέποτε ῥάθυμον + οὐδʼ ὀλίγωρον εἶναι τῶν ἀνθρωπίνων ἐνόμιζον; ἤ, καθάπερ ἄλλα + πολλά, καὶ τοῦτο τῶν Ἑλληνικῶν ὀνομάτων + ἐστὶ καὶ δηλοῖ θεὸν ἐπισκοποῦσαν καὶ ἐφορῶσαν; ὅθεν ὡς ἀκοιμήτου καὶ + ἀύπνου διὰ παντὸς ἀνεῳγμένον ἦν τὸ ἱερὸν αὐτῆς. εἰ μέντοι τὴν ὥραν + ὀρθῶς ὁ Λαβεὼν ἀπὸ τοῦ παρορμᾶν ὠνομάσθαι δέδεκται, +δέδεκται *: + δέδεικται + + σκόπει τὸν ὡράτορα προτρεπτικόν τινα + καὶ παρορμητικὸν ὄντα σύμβουλον ἢ δημαγωγὸν οὕτως + ὠνομάσθαι φατέον, οὐκ ἀπὸ τῆς ἀρᾶς καὶ εὐχῆς ὡς ἔνιοι λέγουσι. + +

+
+
+

διὰ τί τὸ τοῦ Ἡφαίστου ἱερὸν ἔξω πόλεως ὁ Ῥωμύλος ἱδρύσατο;ʼ πότερον διὰ τὴν μυθολογουμένην + πρὸς Ἄρη + ζηλοτυπίαν τοῦ Ἡφαίστου διʼ Ἀφροδίτην υἱὸς εἶναι δοκῶν Ἄρεος οὐκ + ἐποιήσατο σύνοικον οὐδʼ ὁμόπολιν αὐτόν· ἢ τοῦτο μὲν ἀβέλτερον, + ᾠκοδομήθη δʼ ὁ ναὸς ἐξ ἀρχῆς συνέδριον καὶ βουλευτήριον ἀπόρρητον + αὐτῷ μετὰ Τατίου τοῦ + συμβασιλεύσαντος, + ὅπως συνιόντες ἐνταῦθα μετὰ τῶν γερόντων ἄνευ τοῦ παρενοχλεῖσθαι καθʼ + ἡσυχίαν βουλεύοιντο περὶ τῶν πραγμάτων; ἢ πρὸς ἐμπρησμὸν ἄνωθεν + ἐπισφαλῶς τῆς Ῥώμης ἐχούσης, ἔδοξε τιμᾶν μὲν ἐξοικίσαι δὲ τῆς πόλεως + τὸν θεόν; + + +

+
+
+

διὰ τί τῇ τῶν Κωνσυαλίων ἑορτῇ καὶ τοὺς ἵππους καὶ τοὺς ὄνους + στεφανοῦσι καὶ σχολάζειν ἐῶσι;ʼ πότερον ὅτι Ποσειδῶνι μὲν ἄγουσιν + Ἱππείῳ τὴν ἑορτὴν, ὁ δʼ ὄνος τῷ ἵππῳ συναπολαύει καὶ συμμετέχει + τῆς ἀδείας· ἢ ὅτι, ναυτιλίας φανείσης + καὶ + κομιδῆς κατὰ θάλατταν, ὑπῆρξέ τις ἀμωσγέπως ῥᾳστώνη καὶ ἀνάπαυσις τοῖς + ὑποζυγίοις;

+
+
+

διὰ τί τοὺς παραγγέλλοντας ἀρχὴν +ἀρχὴν M: ἄρχειν + ἔθος ἦν ἐν ἱματίῳ τοῦτο ποιεῖν + ἀχίτωνας, ὡς Κάτων ἱστόρηκε;ʼ πότερον ἵνα μὴ δεκάζωσιν ἀργύριον + ἐν + + τῷ κόλπῳ κομίζοντες, + ἢ μᾶλλον ὅτι τοὺς ἀξίους ἄρχειν οὐ γένεσιν οὐδὲ χρήμασιν οὐδὲ + δόξαις ἀλλὰ τραύμασι καὶ ὠτειλαῖς ἔκρινον; ὅπως οὖν ταῦτα καθορῷτο + τοῖς ἐντυγχάνουσιν, ἀχίτωνες ἐπὶ τὰς παραγγελίας +παραγγελίας M: ἐπαγγελίας + + κατῄεσαν; ἢ καθάπερ τῷ δεξιοῦσθαι καὶ παρακαλεῖν καὶ ὑποπίπτειν, οὕτω + τῇ γυμνότητι ταπεινοῦντες ἑαυτοὺς ἐδημαγώγουν;

+
+
+

διὰ τί ὁ ἱερεὺς τοῦ Διός, ἀποθανούσης + + αὐτῷ τῆς γυναικός, ἀπετίθετο τὴν ἀρχήν, ὡς Ἀτήιος +Ἀτήιος M: + τήιος + ἱστόρηκε;ʼ πότερον + ὅτι τοῦ μὴ λαβόντος ὁ λαβὼν εἶτʼ ἀποβαλὼν γυναῖκα γαμετὴν ἀτυχέστερος + ὁ μὲν γὰρ τοῦ γεγαμηκότος οἶκος τέλειος, ὁ δὲ τοῦ γήμαντος εἶτʼ + ἀποβαλόντος οὐκ ἀτελὴς μόνον ἀλλὰ + καὶ + πεπηρωμένος· ἢ συνιερᾶται μὲν ἡ γυνὴ τῷ ἀνδρὶ + ὡς καὶ πολλὰ τῶν ἱερῶν οὐκ ἔστι δρᾶσαι + μὴ γαμετῆς συμπαρούσης, τὸ δὲ γαμεῖν εὐθὺς ἑτέραν ἀποβαλόντα τὴν + προτέραν οὔτʼ ἴσως δυνατὸν οὔτʼ ἄλλως ἐπιεικές,·; ὅθεν οὐδʼ + ἀποπέμψασθαι πρότερον + ἐξῆν, οὐδὲ νῦν ὡς + ἔοικεν ἔξεστιν, ἀλλʼ ἐφʼ ἡμῶν ἐπέτρεψεν ἐντευχθεὶς Δομετιανός. οἱ δʼ + ἱερεῖς παρεγένοντο τῇ τοῦ γάμου διαλύσει, πολλὰ φρικώδη καὶ ἀλλόκοτα + καὶ σκυθρωπὰ δρῶντες. ἧττον δʼ ἄν τις τοῦτο θαυμάσειε προσιστορήσας, ὅτι + καὶ τῶν τιμητῶν + θατέρου τελευτήσαντος ἔδει + καὶ τὸν ἕτερον + + πεπαῦσθαι τῆς ἀρχῆς ἀποθανόντος δὲ τιμητοῦ Λιβίου Δρούσου, Σκαῦρος + Αἰμίλιος συνάρχων οὐκ ἐβούλετο τὴν ἀρχὴν ἀπείπασθαι, μέχρι οὗ τῶν + δημάρχων τινὲς αὐτὸν ἐκέλευον εἰς τὸ δεσμωτήριον + ἀπάγεσθαι.

+
+
+

διὰ τί τῶν Λαρητῶν, οὓς ἰδίως πραιστίτεισ καλοῦσι, τούτοις + κύων παρέστηκεν, αὐτοὶ δὲ κυνῶν διφθέραις ἀμπέχονται, ἦ + πραιστίτεις μὲν οἱ προεστῶτές εἰσι, τοὺς δὲ προεστῶτας + οἴκου φυλακτικοὺς εἶναι προσήκει, καὶ φοβεροὺς μὲν τοῖς ἀλλοτρίοις, + ὥσπερ ὁ κύων ἐστίν, ἠπίους δὲ καὶ πράους τοῖς συνοικοῦσιν; ἢ μᾶλλον, + ὃ λέγουσιν ἔνιοι Ῥωμαίων, + + ἀληθές ἐστι καί, + καθάπερ οἱ περὶ Χρύσιππον οἴονται φιλόσοφοι φαῦλα δαιμόνια περινοστεῖν, + οἷς οἱ θεοὶ δημίοις χρῶνται +χρῶνται καὶ *: χρῶνται + καὶ κολασταῖς ἐπὶ τοὺς ἀνοσίους καὶ + ἀδίκους ἀνθρώπους, οὕτως οἱ Λάρητες ἐρινυώδεις +ἐρινυώδεις *: + ἐριννυώδεις + τινές εἰσι καὶ + ποίνιμοι δαίμονες, ἐπίσκοποι + βίων καὶ οἴκων + διὸ καὶ κυνῶν δέρμασιν ἀμπέχονται, καὶ κύων πάρεδρός ἐστιν, ὡς δεινοῖς + οὖσιν ἐξιχνεῦσαι καὶ μετελθεῖν τοὺς πονηρούς;

+
+
+

διὰ τί τῇ καλουμένῃ Γενείτῃ Μάνῃ κύνα θύουσι καὶ κατεύχονται + μηδένα χρηστὸν ἀποβῆναι + τῶν οἰκογενῶν ἦ ὅτι δαίμων ἐστὶν ἡ Γενείτα περὶ τὰς γενέσεις καὶ τὰς λοχείας τῶν + φθαρτῶν; ῥύσιν γάρ τινα σημαίνει τοὔνομα καὶ γένεσιν ἢ ῥέουσαν + γένεσιν. ὥσπερ οὖν + οἱ Ἕλληνες τῇ Ἑκάτῃ, καὶ τῇ Γενείτῃ κύνα Ῥωμαῖοι θύουσιν ὑπὲρ + τῶν οἰκογενῶν. +Ἀργείους δὲ Σωκράτης +Σωκράτης] Mueller. 4 p. 498 φησὶ τῇ Εἰλιονείᾳ +Εἰλονείᾳ] Εἰλειθυίᾳ + Amiotus κύνα θύειν διὰ τὴν ῥᾳστώνην τῆς λοχείας. τὸ δὲ τῆς + εὐχῆς πότερον οὐκ ἐπʼ ἀνθρώπων ἐστὶν οἰκογενῶν, μηδένα χρηστὸν + γενέσθαι, ἀλλὰ κυνῶν χαλεποὺς γὰρ εἶναι δεῖ καὶ φοβεροὺς τοὺς κύνας ἢ + διὰ +διὰ] νῆ Δία? τὸ + χρηστοὺς +χρηστοὺς Polus: ἀχρήστους + + κομψῶς +κομθῶς X: καὶ κομψοὺς + + λέγεσθαι τοὺς τελευτῶντας αἰνιττόμενοι, διὰ + τῆς εὐχῆς αἰτοῦνται μηδένα τῶν συνοίκων ἀποθανεῖν; οὐ + δεῖ δὲ τοῦτο θαυμάζειν καὶ γὰρ Ἀριστοτέλης +Ἀριστοτέλης] + Fragm. 550 ἐν ταῖς Ἀρκάδων πρὸς Λακεδαιμονίους συνθήκαις + γεγράφθαι φησὶ + μηδένα χρηστὸν +χρηστὸν Polus: ἄχρηστον + ποιεῖν βοηθείας χάριν τοῖς λακωνίζουσι τῶν + Τεγεατῶν, ὅπερ εἶναι + μηδένα ἀποκτιννύναι. +

+
+
+

διὰ τί τοῖς Καπιτωλίοις +Καπετωλίοις *: καπιτωλίοις + θέας ἄγοντες ἔτι νῦν κηρύττουσι + Σαρδιανοὺς ὠνίους, καὶ γέρων τις ἐπὶ χλευασμῷ προάγεται παιδικὸν + ἐναψάμενος περιδέραιον, ὃ καλοῦσι βοῦλλαν;ʼ ἦ ὅτι Ῥωμύλῳ πολὺν + χρόνον ἐπολέμησαν οἱ λεγόμενοι Οὐήιοι + Τυρρηνῶν, καὶ ταύτην πόλιν ἐσχάτην εἷλε, καὶ πολλοὺς αἰχμαλώτους + ἀπεκήρυξε μετὰ τοῦ βασιλέως ἐπισκώπτων + αὐτοῦ τὴν ἠλιθιότητα καὶ τὴν ἀβελτερίαν; + +ἀβελτερίαν *: ἀβελτηρίαν + + ἐπεὶ δὲ Λυδοὶ μὲν ἦσαν οἱ Τυρρηνοὶ ἐξ ἀρχῆς, Λυδῶν δὲ + μητρόπολις αἱ Σάρδεις, οὕτω τοὺς Οὐηίους + ἀπεκήρυττον καὶ μέχρι νῦν ἐν παιδιᾷ τὸ ἔθος διαφυλάττουσι.

+
+
+

διὰ τί τὰ κρεοπώλια +κρεοπώλια * hic et infra: κρεωπώλια + μάκελλα καὶ μακέλλουσ καλοῦσι;ʼ πότερον ἀπὸ τῶν + μαγείρων τοὔνομα διαφθαρέν, + ὥσπερ ἄλλα + πολλά, τῇ συνηθείᾳ +τῆ συνηθείᾳ] τῆς + συνηθείας? κεκράτηκε καὶ γὰρ τὸ κάππα πρὸς τὸ γάμμα + συγγένειαν ἔχει παρʼ αὐτοῖς ὀψὲ γὰρ ἐχρήσαντο τῷ γάμμα Καρβιλίου + Σπορίου προσεξευρόντος· καὶ τὸ λάμβδα πάλιν τοῖς ἀπολισθαίνουσι τοῦ + ρ διʼ ἀμβλύτητα + τῆς γλώττης + ὑπόκειται τραυλιζόμενον· ἢ καὶ τοῦτο + λυτέον τῇ ἱστορίᾳ; λέγεται γὰρ ἐν Ῥώμῃ + βίαιον ἄνδρα καὶ λῃστρικὸν γενόμενον καὶ περικόψαντα + πολλούς, Μάκελλον τοὔνομα, μόγις ἁλῶναι καὶ κολασθῆναι· ἐκ δὲ τῶν + χρημάτων αὐτοῦ δημόσιον οἰκοδομηθῆναι + τὴν + προσηγορίαν.

+
+
+

διὰ τί ταῖς Ἰανουαρίαις εἰδοῖς περιιέναι δέδοται τοῖς αὐληταῖς τὴν + πόλιν ἐσθῆτας γυναικείας φοροῦντας;ʼ ἦ διὰ τὴν λεγομένην αἰτίαν; + μεγάλας + γὰρ ὡς ἔοικε + τιμὰς ἐκαρποῦντο, τοῦ βασιλέως Νομᾶ +Νομᾶ * νουμᾶ + + δόντος αὐτοῖς διὰ τὴν πρὸς τὸ θεῖον + ὁσιότητα· ταύτας δʼ ὕστερον ἀφαιρεθέντες ὑπὸ τῆς ἀνθυπατικῆς δεκαδαρχίας + ἀπεχώρησαν ἐκ τῆς πόλεως. ἦν οὖν ἐπιζήτησις αὐτῶν καί τις ἥπτετο + δεισιδαιμονία τῶν ἱερέων ἄναυλα θυόντων. ἐπεὶ δʼ οὐκ ἐπείθοντο + μεταπεμπομένοις ἀλλʼ ἐν Τιβοῦρι +Τιβοῦρι *: + τῇ βούριδι + διέτριβον, ἀνὴρ + ἀπελεύθερος κρύφα τοῖς ἄρχουσιν ἐπηγγείλατο κατάξειν αὐτούς. καὶ + παρασκευάσας θοίνην ἄφθονον ὡς τεθυκὼς θεοῖς ἐκάλεσε τοὺς αὐλητάς· καὶ + γύναια παρῆν ἅμα τῷ πότῳ καὶ παννυχὶς συνεκροτεῖτο παιζόντων + καὶ χορευόντων. εἶτʼ ἐξαίφνης ὁ ἄνθρωπος + ἐμβαλὼν λόγον ὡς τοῦ + πάτρωνος ἐπιόντος αὐτῷ καὶ ταραττόμενος συνέπεισε τοὺς αὐλητὰς + ἀναβάντας ἐφʼ ἁμάξας δέρρεσι κύκλῳ περικαλυπτομένας εἰς τὸ Τιβοὺρ + κομίζεσθαι. τοῦτο δʼ ἦν ἀπάτη· + περιαγαγὼν + γὰρ τὰς ἁμάξας οὐ συνορῶντας αὐτοὺς διὰ τὸν οἶνον καὶ τὸ σκότος + ἔλαθεν εἰς Ῥώμην καταγαγὼν ἅπαντας ἕωθεν· ἐτύγχανον δʼ οἱ πολλοὶ διὰ + τὴν παννυχίδα καὶ τὸν πότον ἐν ἐσθῆσιν ἀνθιναῖς καὶ + γυναικείαις ὄντες. ὡς οὖν ἐπείσθησαν ὑπὸ τῶν ἀρχόντων καὶ διηλλάγησαν, + ἐνομίσθη τὴν + ἡμέραν + ἐκείνην οὕτως ἀμπεχομένους σοβεῖν διὰ τῆς πόλεως. + +

+
+
+

διὰ τί τὸ τῆς Καρμέντης ἱερὸν ἐξ ἀρχῆς δοκοῦσιν αἱ μητέρες + ἱδρύσασθαι καὶ νῦν μάλιστα σέβονται;ʼ λέγεται γάρ τις λόγος, ὡς + ἐκωλύθησαν ὑπὸ τῆς βουλῆς αἱ γυναῖκες ὀχήμασι χρῆσθαι ζευκτοῖς· + συνέθεντο οὖν ἀλλήλαις μὴ κυΐσκεσθαι μηδὲ + + τίκτειν, ἀμυνόμεναι τοὺς ἄνδρας, ἄχρι οὗ μετέγνωσαν καὶ συνεχώρησαν + αὐταῖς· γενομένων δὲ παίδων, εὐτεκνοῦσαι καὶ πολυτεκνοῦσαι τὸ τῆς + Καρμέντης ἱερὸν ἱδρύσαντο. τὴν δὲ, Καρμένταν οἱ μὲν Εὐάνδρου μητέρα + λέγουσιν οὖσαν ἐλθεῖν εἰς Ἰταλίαν + + ὀνομαζομένην Θέμιν, + ὡς δʼ ἔνιοι, Νικοστράτην ἐμμέτρους δὲ χρησμοὺς ᾄδουσαν ὑπὸ τῶν + Λατίνων Καρμένταν ὀνομάζεσθαι· τὰ γὰρ ἔπη κάρμινα καλοῦσιν. οἱ + δὲ Μοῖραν ἡγοῦνται τὴν Καρμένταν εἶναι καὶ διὰ τοῦτο θύειν αὐτῇ τὰς + μητέρας;. ἔστι δὲ τοῦ + ὀνόματος τὸ ἔτυμον ἑστερημένη νοῦ διὰ τὰς θεοφορήσεις. ὅθεν οὐ τὰ κάρμινα τῇ + Καρμέντῃ τοὔνομα παρέσχεν, ἀλλὰ μᾶλλον ἀπʼ ἐκείνης ἐκλήθη διὰ τὸ + τοὺς χρησμοὺς ἐν ἔπεσι καὶ μέτροις ἐνθουσιῶσαν ᾄδειν.

+
+
+

διὰ τί τῇ Ῥουμίνᾳ θύουσαι γάλα κατασπένδουσι + τῶν ἱερῶν, οἶνον δʼ οὐ προσφέρουσιν ἦ ῥοῦμαν Λατῖνοι + τὴν θηλὴν καλοῦσι, Ῥουμινᾶλιν +Ῥουμινᾶλιν *: ῥουμάναλιν + ὀνομασθῆναι λέγουσιν, παρʼ ὅσον + ἡ λύκαινα τῷ Ῥωμύλῳ τὴν θηλὴν παρέσχεν· ὥσπερ οὖν ἡμεῖς + τὰς τρεφούσας τὰ + παιδία γάλακτι θηλονὰς +θηλονὰς] θηλοὺς + Valckenarius ἀπὸ τῆς θηλῆς καλοῦμεν, οὕτως ἡ Ῥουμῖνα θηλώ τις + +θηλώ + τις idem: θηλωτίς. Fort. scribendum + θηλών τις et supra θηλόνας + οὖσα καὶ τιθήνη καὶ κουοροτρόφος οὐ + προσίεται τὸν ἄκρατον ὡς βλαβερὸν ὄντα τοῖς νηπίοις; + +

+
+
+

διὰ τί τῶν συγκλητικῶν τοὺς μὲν πατέρας συγγεγραμμένους, τοὺς δʼ ἁπλῶς + πατέρας προσηγόρευον;ʼ ἦ τοὺς μὲν ἐξ ἀρχῆς κατανεμηθέντας ὑπὸ τοῦ + Ῥωμύλου πατέρας ἐκάλουν καὶ πατρικίους, οἷον εὐπατρίδας ὄντας, πατέρας + αὑτῶν ἔχοντας ἀποδεῖξαι + τοὺς δʼ ὕστερον + ἐπεγγραφέντας ἐκ τῶν δημοτικῶν συγγεγραμμένους πατέρας ὠνόμασαν;

+
+
+

διὰ τί κοινὸς ἦν βωμὸς Ἡρακλέους καὶ +Μουσῶν ἦ ὅτι γράμματα τοὺς περὶ + Εὔανδρον ἐδίδαξεν Ἡρακλῆς, ὡς Ἰόβας +Ἰόβας] Mueller. 3 p. 470 + ἱστόρηκε; καὶ τὸ πρᾶγμα + σεμνὸν ἐνομίζετο, + φίλους καὶ συγγενεῖς διδασκόντων ὀψὲ δʼ ἤρξαντο μισθοῦ διδάσκειν, καὶ + πρῶτος ἀνέῳξε γραμματοδιδασκαλεῖον Σπόριος Καρβίλιος,, ἀπελεύθερος + Καρβιλίου τοῦ πρώτου γαμετὴν ἐκβαλόντος.

+
+
+

διὰ τί, δυεῖν βωμῶν Ἡρακλέους ὄντων, οὐ + + μεταλαμβάνουσι γυναῖκες οὐδὲ γεύονται τῶν ἐπὶ τοῦ μείζονος + θυομένων;ʼ πότερον ὅτι τῶν ἱερῶν αἱ περὶ τὴν Καρμένταν + ὑστέρησαν, ὑστέρησε δὲ καὶ τὸ Πιναρίων + γένος ὅθεν εἰργόμενοι τῆς θοίνης, + ἑστιωμένων τῶν ἄλλων, Πινάριοι προσηγορεύθησαν· ἢ διὰ τὰ + μυθολογούμενα περὶ τοῦ χιτῶνος καὶ τῆς Δηιανείρας·; +

+
+
+

διὰ τί τὸν θεὸν ἐκεῖνον, ᾧ μάλιστα τὴν Ῥώμην + σῴζειν προσήκει καὶ φυλάττειν, εἴτʼ ἐστὶν ἄρρην εἴτε θήλεια, καὶ + λέγειν ἀπείρηται καὶ ζητεῖν καὶ ὀνομάζειν· ταύτην δὲ τὴν ἀπόρρησιν + ἐξάπτουσι δεισιδαιμονίας, ἱστοροῦντες Οὐαλέριον Σωρανὸν ἀπολέσθαι + κακῶς διὰ τὸ ἐξειπεῖν;ʼ πότερον, ὡς + τῶν Ῥωμαϊκῶν τινες ἱστορήκασιν, ἐκκλήσεις εἰσὶ καὶ γοητεῖαι θεῶν, αἷς + νομίζοντες καὶ αὐτοὶ θεούς τινας ἐκκεκλῆσθαι παρὰ τῶν πολεμίων καὶ + μετῳκηκέναι + πρὸς + αὑτοὺς· ἐφοβοῦντο ταὐτὸ +ταὐτὸ * hic et infra: τὸ αὐτὸ + παθεῖν ὑφʼ ἑτέρων· + ὥσπερ οὖν Τύριοι δεσμοὺς ἀγάλμασι λέγονται περιβαλεῖν, + ἕτεροι δʼ αἰτεῖν ἐγγυητὰς ἐπὶ λουτρὸν ἢ καθαρμόν τινα προπέμποντες, + οὕτως ᾤοντο Ῥωμαῖοι τὸ ἄρρητον καὶ τὸ ἄγνωστον ἀσφαλεστάτην εἶναι + θεοῦ καὶ βεβαιοτάτην φρουρὰν ἢ καθάπερ Ὁμήρῳ +Ὁμήρῳ] O + 193 + πεποίηται τὸ γαῖα δʼ ἔτι +ἔτι + Homerus: ἐστὶ + ξυνὴ πάντων ὅπως + οἱ ἄνθρωποι τοὺς θεοὺς πάντας σέβωνται καὶ τιμῶσι τὴν γῆν κοινῶς + ἔχοντας, οὔτως ἀπεκρύψαντο τὸν κύριον τῆς σωτηρίας οἱ παλαιοὶ Ῥωμαῖοι, + βουλόμενοι μὴ μόνον τοῦτον ἀλλὰ πάντας ὑπὸ τῶν πολιτῶν + τοὺς θεοὺς τιμᾶσθαι; + +

+
+
+

διὰ τί τῶν λεγομένων Φιτιαλέων, +Φιτιαλέων *: φιδιαλίων + Ἑλληνιστὶ δʼ οἷον + εἰρηνοποιῶν σπονδοφόρων, ὁ καλούμενος πάτερ πατρᾶτοσ ἐνομίζετο + μέγιστος ʽ ἔστι δʼ οὗτος, ᾧ πατὴρ ζῇ καὶ παῖδες εἰσίν + ἔχει δὲ καὶ νῦν + προνομίαν τινὰ καὶ + πίστιν· οἱ γὰρ στρατηγοὶ τὰ διʼ εὐμορφίαν καὶ ὥραν ἐπιμελοῦς· δεόμενα + καὶ σώφρονος φυλακῆς σώματα τούτοις παρακατατίθενταἰ; πότερον ὅτι τὸ αἰδεῖσθαι τοὺς παῖδας; αὐτοῖς καὶ τὸ + φοβεῖσθαι τοὺς πατέρας πρόσεστιν· ἢ τοὔνομα τὴν αἰτίαν ὑπαγορεύει; + βούλεται γὰρ εἶναι τὸ πατρᾶτον οἱονεὶ συμπεπερασμένον καὶ + πεπερατωμένον, ὡς τελειοτέρου + τῶν ἄλλων ὄντος + ᾧ συμβέβηκε πατέρα + + κεκτημένῳ πατρὶ γενέσθαι. ἢ δεῖ τὸν ὅρκων καὶ εἰρήνης; προϊστάμενον ἅμα πρόσω καὶ ὀπίσω +πρόσσω καὶ + ὀπίσσω Homerus A 343. ω 451 + καθʼ Ὅμηρον ὁρᾶν; εἴη δʼ - μάλιστα τοιοῦτος, ᾧ παῖς ἔστιν ὑπὲρ οὗ + βουλεύεται, καὶ πατὴρ μεθʼ οὗ + βουλεύεται.

+
+
+

διὰ τί τῷ καλουμένῳ ῥῆγι σακρώρουμ ʽ οὗτος δʼ ἐστὶ + βασιλεὺς ἱερῶν̓ ἀπείρηται καὶ ἄρχειν καὶ δημηγορεῖν ἦ τὸ + παλαιὸν οἱ βασιλεῖς τὰ πλεῖστα καὶ μέγιστα τῶν ἱερῶν ἔδρων καὶ τὰς + θυσίας ἔθυον + αὐτοὶ μετὰ τῶν ἱερέων; ἐπεὶ + δʼ οὐκ ἐμετρίαζον ἀλλʼ + + ἦσαν ὑπερήφανοι καὶ βαρεῖς, τῶν μὲν Ἑλλήνων οἱ πλεῖστοι τὴν ἐξουσίαν + αὐτῶν περιελόμενοι μόνον τὸ θύειν τοῖς θεοῖς ἀπέλιπον, Ῥωμαῖοι δὲ + παντάπασι τοὺς βασιλεῖς; ἐκβαλόντες ἄλλον ἐπὶ τὰς θυσίας ἔταξαν, + οὔτε ἄρχειν ἐάσαντες οὔτε δημαγωγεῖν, + ὅπως μόνον ἐν τοῖς ἱεροῖς βασιλεύεσθαι +βασιλεύεσθαι W: βουλεύεσθαι + δοκῶσι καὶ βασιλείαν διὰ τοὺς + θεοὺς ὑπομένειν. ἔστι γοῦν τις ἐν ἀγορᾷ θυσία πρὸς τῷ λεγομένῳ + Κομιτίῳ +Κομιτίῳ *: κομητίῳ + + πάτριος, ἣν θύσας ὁ βασιλεὺς κατὰ τάχος ἄπεισι φεύγων ἐξ + ἀγορᾶς

+
+
+

διὰ τί τὴν τράπεζαν οὐκ εἴων ἀναιρεῖσθαι κενήν, ἀλλὰ πάντως τινὸς + ἐπόντος;ʼ πότερον αἰνιττόμενοι + τὸ δεῖν ἀεί τι τοῦ παρόντος + εἰς τὸ μέλλον ὑπολιπεῖν +ὑπολείπειν? καὶ τῆς αὔριον ἐν + τῇ σήμερον μνημονεύειν, ἢ νομίζοντες ἀστεῖον εἶναι τὸ συστέλλειν καὶ, + ἀνέχειν τὴν ὄρεξιν ἔτι παρούσης τῆς ἀπολαύσεως; + ἧττον γὰρ ἐπιθυμοῦσι τῶν ἀπόντων ἐθισθέντες ἀπέχεσθαι τῶν + παρόντων. ἢ καὶ πρὸς οἰκέτας φιλάνθρωπον τὸ ἔθος; οὐ γὰρ οὕτω + λαμβάνοντες ὡς μεταλαμβάνοντες ἀγαπῶσι, κοινωνεῖν τρόπον τινὰ τραπέζης + ἡγούμενοι τοῖς δεσπόταις. ἢ τῶν ἱερῶν + + οὐδέποτε δεῖν +δεῖ? κενὸν οὐθὲν περιορᾶν, ἱερὸν δʼ ἡ + τράπεζα;

+
+
+

διὰ τί τῇ νύμφῃ τὸ πρῶτον οὐκ ἐντυγχάνει + μετὰ φωτὸς; ὁ ἀνὴρ ἀλλὰ διὰ + σκότους;ʼ πότερον ὅτι αἰδεῖται πρὶν ἢ συνελθεῖν ἀλλοτρίαν + νομίζων, ἢ καὶ + πρὸς ἰδίαν προσιέναι μετʼ + αἰδοῦς ἐθιζόμενος; ἢ, καθάπερ ὁ Σόλων ἔγραψε μήλου κυδωνίου τὴν + νύμφην ἐντραγοῦσαν εἰς τὸν θάλαμον βαδίζειν, ὅπως τὸ πρῶτον ἄσπασμα μὴ + δυσχερὲς γένηται μηδʼ ἀχάριστον οὕτως ὁ Ῥωμαῖος νομοθέτης, εἰ δή τι + προσῆν ἄτοπον τῷ σώματι καὶ δυσχερές, + ἔκρυψεν; ἢ διαβολὴ τίς ἐστιν ἀφροδισίων παρανόμων τὸ γιγνόμενον, ὡς καὶ + τοῖς νομίμοις +νομίμοις X: νόμοις + αἰσχύνης τινὸς προσούσης;

+
+
+

διὰ τί τῶν ἱπποδρόμων εἷς Φλαμίνιος + + καλεῖται ἦ + ὅτι, Φλαμινίου τινὸς τῶν παλαιῶν τῇ πόλει χώραν ἐπιδόντος, ἐχρῶντο + ταῖς προσόδοις εἰς τοὺς ἱππικοὺς ἀγῶνας· ἔτι δὲ περιόντων χρημάτων, κατεσκεύασαν ὁδόν, ἣν καὶ αὐτὴν Φλαμινίαν + προσηγόρευσαν;

+
+
+

διὰ τί λικτώρεισ τοὺς ῥαβδούχους ὀνομάζουσι;ʼ πότερον ὅτι + καὶ συνέδεον τοὺς ἀκολασταίνοντας + οὗτοι καὶ + τῷ Ῥωμύλῳ παρηκολούθουν ἱμάντας ἐν τοῖς κόλποις κομίζοντες τὸ δὲ + δεσμεύειν ἀλλιγᾶρε λέγουσιν οἱ πολλοὶ Ῥωμαίων, οἱ δὲ καθαρεύοντες + ἐν τῷ διαλέγεσθαι λιγᾶρε ʼ· ἢ νῦν μὲν παρέγκειται τὸ + κ, πρότερον δὲ λιτώρεισ ἐκαλοῦντο, + λειτουργοί τινες ὄντες περὶ τὸ δημόσιον; ὅτι γὰρ + λῇτον ἄχρι νῦν τὸ + δημόσιον ἐν πολλοῖς τῶν Ἑλλήνων νόμων γέγραπται, οὐδένα ὡς ἔπος + εἰπεῖν λέληθε.

+
+
+

διὰ τί κύνα θύουσιν οἱ Λούπερκοι Λούπερκοι δʼ εἰσὶν οἱ τοῖς + Λουπερκαλίοις γυμνοὶ διαθέοντες + ἐν + περιζώμασι καὶ καθικνούμενοι σκύτει τῶν ἀπαντώντων;ʼ πότερον ὅτι + καθαρμός ἐστι τῆς πόλεως τὰ δρώμενα καὶ γὰρ τὸν μῆνα Φεβρουάριον καλοῦσι καὶ νὴ Δία τὴν ἡμέραν ἐκείνην φεβράτην, +φεβράτιν mei codd. καὶ φεβράριν +φεβράσιν] φεβρουάρε + Pantazides τὸ τῶν σκυτῶν ἤθει +τῶν σκυτῶν ἤθει] τῶν συνήθων σκύτει? καθικνεῖσθαι, + τοῦ ῥήματος τὸ καθαίρειν σημαίνοντος· τῷ δὲ κυνὶ + πάντες ὡς ἔπος εἰπεῖν Ἕλληνες ἐχρῶντο καὶ χρῶνταὶ + γε μέχρι νῦν ἔνιοι σφαγίῳ + πρὸς τοὺς καθαρμούς καὶ τῇ Ἑκάτῃ σκυλάκια μετὰ τῶν ἄλλων καθαρσίων + ἐκφέρουσι καὶ περιμάττουσι σκυλακίοις τοὺς ἁγνισμοῦ + δεομένους, περισκυλακισμὸν τὸ τοιοῦτο γένος τοῦ καθαρμοῦ + καλοῦντες· ἢ λύκος μὲν ὁ λοῦπός ἐστι καὶ Λύκαια τὰ Λουπερκάλια· λύκῳ + δὲ κύων πολέμιος καὶ διὰ τοῦτο θύεται τοῖς Λυκαίοις; + ἢ ὅτι τοὺς Λουπέρκους ὑλακτοῦσι καὶ παραλυποῦσιν οἱ κύνες ἐν τῇ + πόλει διαθέοντας; ἢ Πανὶ μὲν ἡ θυσία γίγνεται, Πανὶ δὲ κύων προσφιλὲς + διὰ τὰ + αἰπόλια;

+
+
+

διὰ τί τῷ καλουμένῳ Σεπτομουντίῳ παρεφύλαττον ὀχήμασι ζευκτοῖς + χρῆσθαι, καὶ νῦν οἱ τῶν παλαιῶν μὴ καταφρονοῦντες παραφυλάττουσι + τὸ δὲ + σεπτομούντιον ἄγουσιν ἐπὶ τῷ τὸν + + ἕβδομον τῇ πόλει προσκατανεμηθῆναι καὶ τὴν Ῥώμην ἑπτάλοφον γενέσθαι + ;ʼ πότερον, ὡς ἔνιοι τῶν Ῥωμαϊκῶν ἐπινοοῦσι, διὰ τὸ μήπω + συνεζεῦχθαι τοῖς μέρεσι παντελῶς τὴν πόλιν ἢ τοῦτο μὲν ἄλλως οὐ πρὸς + Διόνυσόν ἐστιν ἔργου δὲ μεγάλου τοῦ + πρὸς + τὸν συνοικισμὸν ἐκτελεσθέντος, οἰόμενοι τὴν πόλιν ἤδη πεπαῦσθαι + προϊοῦσαν εἰς τὸ πρόσθεν, ἔπαυσαν μὲν αὑτοὺς ἀνέπαυσαν δὲ τῶν + ὑποζυγίων τὰ συμπονήσαντα καὶ παρέσχον ἀπολαῦσαι τῇ σχολῇ τῆς κοινῆς + ἑορτῆς; ἢ πᾶσαν μὲν ἐβούλοντο κοσμεῖν + + ἀεὶ καὶ τιμᾶν ἑορτὴν + τοὺς πολίτας παρόντας, μάλιστα δὲ τὴν ἐπὶ τῷ συνοικισμῷ τῆς πόλεως· + ἀγομένην· ἵνʼ οὖν τὴν πόλιν, ἧς ἐστιν ἡ ἑορτή, μὴ ἀπολείπωσιν, οὐκ + ἐφεῖτο χρῆσθαι ζεύγεσιν ἐκείνην τὴν ἡμέραν; + +

+
+
+

διὰ τί τοὺς ἀπεγνωσμένους +ἀπεγνωσμένους] πατεγνωσμένους W ἐπὶ κλοπαῖς ἢ δουλικοῖς τισιν + ἄλλοις ἁμαρτήμασι φουρκίφερασ καλοῦσιν;ʼ ἦ καὶ τοῦτο τῆς + τῶν παλαιῶν ἐπιμελείας τεκμήριόν ἐστιν; ὁ γὰρ οἰκότριβος ἰδίου + καταγνοὺς τινα μοχθηρίαν ἐκέλευε διπλοῦν ξύλον, ὃ ταῖς + ἁμάξαις ὑφιστᾶσιν, ἀράμενον διὰ τῆς συνοικίας ἢ τῆς γειτνιάσεως; + διεξελθεῖν ὑπὸ πάντων ὁρώμενον, ὅπως + ἀπιστοῖεν αὐτῷ καὶ φυλάττοιντο πρὸς τὸ + λοιπόν + τὸ δὲ ξύλον ἡμεῖς μὲν στήριγγμα, + Ῥωμαῖοι δὲ φοῦρκαν ὀνομάζουσι· διὸ καὶ φουρκίφερ ὁ τοῦτο + περιενεγκὼν καλεῖται.

+
+
+

διὰ τί τῶν κυριττόντων βοῶν ὑπὲρ τοῦ φυλάττεσθαι τὸν ἐντυγχάνοντα + χόρτον τῷ· κέρατι + προσδέουσιν;ʼ ἦ διὰ + κόρον καὶ πλησμονὴν ἐξυβρίζουσι καὶ βόες καὶ ἵπποι καὶ ὄνοι καὶ + ἄνθρωποι; ὥς που καὶ Σοφοκλῆς +Σοφοκλῆς] Nauck p. 249 πεποίηκε + σὺ δὲ σφαδᾴζεις πῶλος ὣς εὐφορβίᾳ, + γαστήρ τε γάρ σου καὶ γνάθος πλήρης. + +πλήρης] add. ἀεί Cobetus + + διὸ καὶ Μάρκον Κράσσον οἱ Ῥωμαῖοι χόρτον + ἔχειν ἔφασαν· ἐφυλάττοντο γὰρ αὐτὸν οἱ τοὺς ἄλλους ἐν + τῇ πολιτείᾳ σπαράττοντες ὡς + ἀμυντικὸν καὶ δυσεπιχείρητον. οὐ μὴν ἀλλʼ ὕστερον ἐλέχθη πάλιν, ὅτι + Κράσσου Καῖσαρ ἀφῃρήκει τὸν χόρτον· ἀντέστη γὰρ + αὐτῷ πρῶτος ἐν τῇ πολιτείᾳ καὶ κατεφρόνησε.

+
+
+

διὰ τί τῶν ἐπʼ οἰωνοῖς ἱερέων, οὓς Αὔσπικας πρότερον Αὔγουρας δὲ + νῦν καλοῦσιν, ᾤοντο δεῖν ἀεὶ τοὺς λαμπτῆρας ἀνεῳγμένους εἶναι καὶ + τὸ πῶμα μὴ ἐπικεῖσθαι;ʼ ἦ καθάπερ οἱ Πυθαγορικοὶ + μικρὰ μεγάλων ἐποιοῦντο σύμβολα κωλύοντες ἐπὶ + χοίνικος καθῆσθαι καὶ πῦρ μαχαίρᾳ μὴ σκαλεύειν οὕτως οἱ + παλαιοὶ πολλοῖς αἰνίγμασιν ἐχρῶντο καὶ + μάλιστα πρὸς τοὺς + ἱερεῖς, οἷόν ἐστι καὶ τὸ τοῦ λαμπτῆρος; ἔοικε γὰρ ὁ λαμπτὴρ τῷ + περιέχοντι τὴν ψυχὴν σώματι. φῶς γάρ ἐστιν ἡ ἐντὸς ψυχὴ καὶ δεῖ τὸ + συνετὸν καὶ φρόνιμον ἀεὶ ἀναπεπταμένον αὐτῆς + + εἶναι καὶ δεδορκὸς καὶ μηδέποτε συγκεκλεῖσθαι μηδʼ ἀποπνεόμενον. +ἀποπνεόμενον] ἐπιπνεόμενον Madvigius πνευμάτων + δʼ ὄντων, οὐκ εὐσταθοῦσιν οἱ ὄρνιθες οὐδὲ βέβαια σημεῖα παρέχουσι διὰ + τὴν πλάνην καὶ τὴν ἀνωμαλίαν. διδάσκουσιν οὖν τῷ ἔθει μὴ πνευμάτων + ὄντων, ἀλλὰ νηνεμίας + καὶ καταστάσεως, ἐπὶ + ταῦτα προϊέναι τοὺς οἰωνοπόλους, ὅτε δύνανται τοῖς λαμπτῆρσιν + ἀνεῳγμένοις χρῆσθαι. + +

+
+
+

διὰ τί δʼ ἀπείρητο τοῖς ἕλκος ἔχουσιν ἱερεῦσιν ἐπʼ οἰωνῶν + καθέζεσθαι +καθέζεσθαι W: καθίζεσθαι + πότερον καὶ + τοῦτο σύμβολόν + ἐστι τοῦ μηδὲν δακνομένους μηδʼ οἷον ἕλκος ἴδιον, καὶ πάθος ἔχοντας ἐν + τῇ ψυχῇ τὰ θεῖα χρηματίζειν, ἀλλʼ ἀλύπους καὶ ἀκεραίους καὶ + ἀπερισπάστους ὄντας· ἢ κατὰ λόγον ἐστίν, εἰ μήτʼ ἱερείῳ χρήσαιτʼ ἄν + τις ἕλκος· ἔχοντι πρὸς θυσίαν + μήτʼ ὄρνισι + πρὸς οἰωνισμόν, ἔτι μᾶλλον ἐφʼ ἑαυτῶν φυλάττεσθαι τὰ τοιαῦτα, καὶ + καθαροὺς γενομένους καὶ ἀσινεῖς καὶ ὁλοκλήρους ἐπὶ τὰ παρὰ τῶν θεῶν + σημαινόμενα βαδίζειν; τὸ γὰρ ἕλκος ἔοικε πήρωσὶς + τις εἶναι καὶ μιασμὸς τοῦ + σώματος. + +

+
+
+

διὰ τί μικρᾶς Τύχης ἱερὸν ἱδρύσατο Σερούιος Τούλλιος ὁ βασιλεὺς· + ἣν βρέβεμ καλοῦσι; πότερον ὅτι μικρὸς; ὢν ἐν καὶ ταπεινὰ + πράττων καὶ γεγονὼς ἐκ μητρὸς αἰχμαλώτου διὰ τὴν τύχην + ἐβασίλευσε τῆς Ῥώμης· ἢ αὕτη μὲν ἡ μεταβολὴ μέγεθος ἐμφαίνει τύχης + μᾶλλον ἢ μικρότητα, πάντων δὲ μάλιστα Σερούιος ἔοικε τὴν τῆς τύχης· + ἐκθειάσας δύναμιν ἐπιφημίσαι πράξεσιν + ἁπάσαις; + οὐ γὰρ μόνον + Τύχης εὐέλπιδος; καὶ ἀποτροπαίου καὶ μειλιχίας καὶ πρωτογενείας καὶ + ἄρρενος ἱερὰ κατεσκεύασεν, ἀλλʼ ἔστιν ἰδίας Τύχης ἱερόν, ἕτερον δʼ + ἐπιστρεφομένης, ἄλλο +ἄλλο Duebnerus: ἄλλο δʼ εὐέλπιδος ἄλλο + παρθένου · καὶ τί ἄν τις + ἐπεξίοι τὰς ἄλλας ἐπωνυμίας, ὅπου Τύχης ἰξευτηρίας +Ἰξευτηρίας] ἰξευτρίας S ἱερόν + ἐστιν, ἣν βισκᾶταν +βισκᾶταν] βισκατρίκεμ M ὀνομάζουσιν, ὡς πόρρωθεν ἡμῶν ἁλισκομένων ὑπʼ αὐτῆς + καὶ προσισχομένων τοῖς πράγμασιν; ὅρα δὴ μὴ καταμαθὼν τὸ παρὰ μικρὸν + ἀεὶ τῆς τύχης μέγα + δυνάμενον, καὶ ὅτι τῷ γενέσθαι τι + μικρὸν ἢ + μὴ γενέσθαι τι πολλάκις ὑπῆρξεν ἐνίοις τυχεῖν ἢ διαμαρτεῖν τῶν μεγίστων, + μικρᾶς Τύχης ἱερὸν ἱδρύσατο, προσέχειν διδάσκων τοῖς πράγμασι καὶ μὴ + καταφρονεῖν διὰ μικρότητα τῶν ἐντυγχανόντων.

+
+
+

διὰ τί λύχνον οὐκ ἐσβέννυσαν, ἀλλʼ αὐτὸν + + ὑφʼ +ὑφʼ] ἐφʼ Abreschius ἑαυτοῦ περιεώρων μαραινόμενον πότερον ὡς συγγενὲς καὶ ἀδελφικὸν + σεβόμενοι τοῦ ἀσβέστου καὶ ἀθανάτου πυρός, ἢ καὶ τοῦτο σύμβολόν ἐστι + τοῦ μὴ δεῖν τὸ ἔμψυχον, ἂν μὴ βλάπτῃ, διαφθείρειν μηδʼ ἀναιρεῖν, ὡς + ζῴῳ τοῦ πυρὸς ἐοικότος; καὶ γὰρ + τροφῆς + δεῖται καὶ αὐτοκίνητόν ἐστιν καὶ σβεννύμενον φωνὴν ἀφίησιν ὥσπερ + φονευόμενον. ἢ διδάσκει τὸ ἔθος ἡμᾶς, ὅτι δεῖ μήτε + πῦρ μήθʼ ὕδωρ μήτʼ ἄλλο τι τῶν ἀναγκαίων αὐτοὺς ἄδην ἔχοντας + διαφθείρειν, ἀλλʼ ἐᾶν χρῆσθαι τοὺς δεομένους καὶ ἀπολείπειν ἑτέροις, + ὅταν αὐτοὶ μηκέτι χρείαν ἔχωμεν; + + +

+
+
+

διὰ τί τὰς ἐν τοῖς ὑποδήμασι σεληνίδας οἱ διαφέρειν δοκοῦντες + εὐγενείᾳ φοροῦσιν;ʼ πότερον, ὡς Κάστωρ +Κάστωρ] vid. p. 266 e φησί, σύμβολόν ἐστι τοῦτο + τῆς λεγομένης οἰκήσεως ἐπὶ τῆς σελήνης καὶ ὅτι μετὰ τὴν τελευτὴν + αὖθις αἱ ψυχαὶ τὴν σελήνην ὑπὸ πόδας + + ἕξουσιν, ἢ τοῖς παλαιοτάτοις τοῦθʼ ὑπῆρχεν ἐξαίρετον; οὗτοι δʼ ἦσαν + Ἀρκάδες τῶν ἀπʼ Εὐάνδρου Προσελήνων λεγομένων. ἤ, καθάπερ ἄλλα + πολλά, καὶ τοῦτο τοὺς ἐπαιρομένους καὶ μέγα φρονοῦντας ὑπομιμνήσκει +ὑπομιμνήσκει *: ὑπομιμνήσκειν + τῆς + ἐπʼ ἀμφότερον τῶν ἀνθρωπίνων μεταβολῆς + + παράδειγμα ποιουμένους τὴν σελήνην, ὡς + + + ἐξ ἀδήλου +ἐξ ἀδήλου] Nauck. p. 253 πρῶτον ἔρχεται νέα + πρόσωπα καλλύνουσα καὶ πληρουμένη, + χὤταν περ αὑτῆς εὐπρεπεστάτη +εὐπρεπεστάτη p. 517 d: εὐγενεστάτη + φανῇ, + πάλιν διαρρεῖ κἀπὶ μηδὲν ἔρχεται; + + + ἢ πειθαρχίας ἦν μάθημα βασιλευομένους μὴ δυσχεραίνειν, ἀλλʼ + ὥσπερ ἡ σελήνη προσέχειν ἐθέλει τῷ κρείττονι καὶ δευτερεύειν ἀεὶ παπταίνουσα πρὸς αὐγὰς ἠελίοιο +Mullach. 1 p. 129 κατὰ τὸν + Παρμενίδην οὕτω τὴν δευτέραν τάξιν + ἀγαπᾶν + χρωμένους τῷ ἡγεμόνι καὶ τῆς ἀπʼ, ἐκείνου δυνάμεως καὶ τιμῆς + ἀπολαύοντας; +

+
+
+

διὰ τί τὸν μὲν ἐνιαυτὸν τοῦ Διὸς· νομίζουσι, τοὺς δὲ μῆνας τῆς· + Ἥρας;ʼ ἦ ὅτι τῶν μὲν + ἀοράτων θεῶν καὶ νοητῶν βασιλεύουσι Ζεὺς καὶ Ἥρα, τῶν δʼ + ὁρατῶν ἥλιος καὶ σελήνη; ποιεῖ δʼ ὁ + μὲν + ἥλιος τὸν ἐνιαυτόν, ἡ δὲ σελήνη τοὺς μῆνας. δεῖ δὲ μὴ νομίζειν ἁπλῶς + εἰκόνας ἐκείνων τούτους, ἀλλʼ αὐτὸν ἐν ὕλῃ Δία τὸν ἥλιον, καὶ + αὐτὴν τὴν Ἥραν ἐν ὕλῃ τὴν σελήνην. διὸ καὶ Ἰουνῶνεμ ὀνομάζουσι +ὀνομάζουσι Duebnerus: ἐπονομάζουσι + + τὴν Ἥραν, τὸ νέον ἢ τὸ νεώτερον ἐμφαίνοντος + τοῦ ὀνόματος, ἀπὸ τῆς σελήνης καὶ Λουκῖναν Ἥραν καλοῦσιν + οἷον φωτεινὴν ἢ φωτίζουσαν καὶ νομίζουσιν ἐπὶ ταῖς λοχείαις καὶ ὠδῖσι + βοηθεῖν, ὥσπερ καὶ τὴν σελήνην, διὰ κυάνεον +διὰ κυάνεον] Bergk. 3 p. 620 πόλον ἄστρων + διὰ τʼ ὠκυτόκοιο + σελάνασ εὐτοκεῖν γὰρ ἐν ταῖς + + πανσελήνοις μάλιστα δοκοῦσι.

+
+
+

διὰ τί τῶν οἰωνῶν ὁ καλούμενος ἀριστερὸς αἴσιος,·;ʼ πότερον οὐκ + ἔστι τοῦτʼ ἀληθές, ἀλλὰ παρακρούεται πολλοὺς ἡ διάλεκτος τὸ γὰρ + ἀριστερὸν σίνιστρον ὀνομάζουσι, τὸ δʼ ἀφεῖναι σίνερε καὶ + σίνε λέγουσιν, ὅταν ἀφεῖναι +ἀφεῖναι - ἀφεῖναι] ἐφεῖναι - ἐφεῖναι X παρακαλῶσι. τὸν οὖν ἀφιέντα τὴν + πρᾶξιν οἰωνὸν σινιστέριον ὄντα σίνιστρον οὐκ ὀρθῶς ὑπολαμβάνουσιν οἱ + πολλοὶ καὶ ὀνομάζουσιν· ἢ καθάπερ Διονύσιός +Διονύσιος] Halic. Ant. Rom. II 5 φησιν, Ἀσκανίῳ τῷ + Αἰνείου παραταττομένῳ πρὸς· Μεζέντιον ἀστραπῆς + + ἐν ἀριστερᾷ νικηφόρου + γενομένης οἰωνισάμενοι, καὶ πρὸς τὸ λοιπὸν οὕτω παραφυλάττουσιν; ἤ, ὡς + ἄλλοι τινές, Αἰνείᾳ τούτου συμπεσόντος; καὶ γὰρ + Θηβαῖοι τῷ ἀριστερῷ κέρατι τρεψάμενοι τοὺς πολεμίους καὶ κρατήσαντες ἐν + Λεύκτροις, διετέλεσαν ἐν πάσαις ταῖς μάχαις τῷ ἀριστερῷ τὴν ἡγεμονίαν + ἀποδιδόντες. + ἢ μᾶλλον, ὡς Ἰόβας +Ἰόβας] Mueller. 3 p. 471 φησί, τοῖς + πρὸς τὰς ἀνατολὰς ἀποβλέπουσιν ἐν ἀριστερᾷ γίγνεται τὸ βόρειον, ὃ δὴ + τοῦ κόσμου δεξιὸν ἔνιοι τίθενται καὶ καθυπέρτερον. ὅρα δὲ μὴ φύσει τοῖς + εὐωνύμοις ἀσθενεστέροις οὖσιν οἱ προϊστάμενοι +προϊστάμενοι Abreschius: παριστάμενοι + τῶν οἰωνῶν οἷον + ἀναρρωννύουσι καὶ ὑπερείδουσι τὸ ἐλλιπὲς + τῆς δυνάμεως + + ἐπανισοῦντες. ἢ τὰ ἐπίγεια καὶ θνητὰ τοῖς οὐρανίοις καὶ θείοις + ἀντικεῖσθαι νομίζοντες ᾤοντο τὰ πρὸς ἡμᾶς ἀριστερὰ τοὺς θεοὺς ἀπὸ + τῶν δεξιῶν προπέμπειν;

+
+
+

διὰ τί τοῦ θριαμβεύσαντος εἶτʼ ἀποθανόντος + καὶ καέντος ἐξῆν ὀστέον λαβόντας εἰς τὴν πόλιν εἰσφέρειν καὶ + κατατίθεσθαι, ὡς Πύρρων +Πύρρων] Mueller. 4 p. 479 ὁ Λιπαραῖος ἱστόρηκεν;ʼ ἦ τιμῆς ἕνεκα + τοῦ τεθνηκότος; καὶ γὰρ ἄλλοις ἀριστεῦσι καὶ στρατηγοῖς ἔδωκαν οὐκ + αὐτοὺς μόνον ἀλλὰ καὶ τοὺς ἀπʼ αὐτῶν + + ἐνθάπτεσθαι τῇ + ἀγορᾷ, καθάπερ Οὐαλερίῳ καὶ Φαβρικίῳ· καί φασι τούτων ἀπογόνοις + ἀποθανοῦσι καὶ κομισθεῖσιν εἰς ἀγορὰν ὑφίεσθαι δᾷδα καομένην, εἶτʼ + εὐθὺς αἴρεσθαι, χρωμένων ἀνεπιφθόνως τῇ τιμῇ καὶ τὸ ἐξεῖναι μόνον + ἐκβεβαιουμένων. + +

+
+
+

διὰ τί τοὺς θριαμβεύσαντας ἑστιῶντες ἐν δημοσίῳ παρῃτοῦντο τοὺς· + ὑπάτους, καὶ πέμποντες παρεκάλουν μὴ ἐλθεῖν ἐπὶ τὸ δεῖπνον;ʼ ἦ + καὶ τόπον ἔδει τῷ θριαμβεύσαντι κλισίας +κλισίας τὸν Cobetus: καὶ σίαστον + τὸν + ἐντιμότατον ἀποδίδοσθαι καὶ προπομπὴν μετὰ τὸ δεῖπνον; ταῦτα δʼ οὐκ + ἔξεστιν ἑτέρῳ γίγνεσθαι τῶν ὑπάτων παρόντων, ἀλλʼ +ἀλλʼ] ἀλλʼ ἢ? ἐκείνοις. + +

+
+
+

διὰ τί περιπόρφυρον ὁ δήμαρχος οὐ φορεῖ, + τῶν ἄλλων ἀρχόντων φορούντων;ʼ ἦ, + τὸ παράπαν οὐδʼ ἐστὶν ἄρχων; οὐδὲ γὰρ ῥαβδούχους ἔχουσι οὐδʼ ἐπὶ + δίφρου καθήμενοι χρηματίζουσιν, οὐδʼ ἔτους ἀρχῇ καθάπερ οἱ λοιποὶ πάντες + ἄρχοντες εἰσίασιν, +εἰσίασιν M: εἰσιν + + οὐδὲ παύονται δικτάτωρος + αἱρεθέντος ἀλλὰ πᾶσαν ἀρχὴν ἐκείνου μετατιθέντος εἰς ἑαυτὸν αὐτοὶ + μόνοι διαμένουσιν, ὥσπερ οὐκ ὄντες ἄρχοντες ἀλλʼ ἑτέραν τινὰ τάξιν + ἔχοντες. ὡς δὲ τῶν ῥητόρων ἔνιοι τὴν παραγραφὴν οὐ βούλονται δίκην + εἶναι, τοὐναντίον + τῇ δίκῃ δρῶσαν· ἡ μὲν + γὰρ εἰσάγει καὶ ποιεῖ κρίσιν, ἡ δʼ ἀναιρεῖ καὶ λύει· τὸν αὐτὸν τρόπον + οἴονται τὴν δημαρχίαν κώλυσιν ἀρχῆς μᾶλλον εἶναι καὶ πρὸς + ἀρχὴν ἀντίταξιν ἢ ἀρχήν. + τὸ γὰρ ἐνστῆναι πρὸς δύναμιν ἄρχοντος καὶ τὴν ἄγαν ἐξουσίαν ἀφελεῖν + ἐξουσία καὶ δύναμίς ἐστιν αὐτῆς. ἢ + ταῦτα μὲν ἄν τις εἴποι καὶ τὰ τοιαῦτα χρώμενος εὑρεσιλογίᾳ· +εὑρησιλογίᾳ *: εὑρεσιλογίᾳ + τῆς δὲ + δημαρχίας τὴν γένεσιν ἐκ τοῦ δήμου λαμβανούσης τὸ δημοτικὸν ἰσχυρόν ἐστι, + καὶ μέγα τὸ μὴ μεῖζον φρονεῖν τῶν λοιπῶν ἀλλʼ ὁμοιοῦσθαι καὶ σχήματι + καὶ στολῇ καὶ διαίτῃ τοῖς ἐπιτυγχάνουσι + τῶν πολιτῶν. ὁ γὰρ ὄγκος ὑπάτῳ προσήκει καὶ στρατηγῷ, τὸν δὲ + δήμαρχον, ὡς Γάιος Κουρίων ἔλεγε, καταπατεῖσθαι δεῖ, + καὶ μὴ σεμνὸν εἶναι τῇ ὄψει μηδὲ + δυσπρόσοδον μηδὲ τοῖς πολλοῖς χαλεπόν, ἀλλʼ + ὑπὲρ τῶν ἄλλων +lacuna 18 litt. in E. Fort. supplendum ἀπεχθανόμενον + τοῖς δὲ πολλοῖς εὐμεταχείριστον. ὅθεν οὐδʼ + οἰκίας αὐτοῦ κλείεσθαι νενόμισται θύραν, ἀλλὰ + καὶ νύκτωρ ἀνέῳγε καὶ μεθʼ ἡμέραν ὥσπερ λιμὴν καὶ καταφυγὴ τοῖς + δεομένοις. ὅσῳ δὲ μᾶλλον ἐκταπεινοῦται τῷ σχήματι, +σχήματι W: σώματι + τοσούτῳ μᾶλλον + αὔξεται τῇ δυνάμει. κοινὸν γὰρ αὐτὸν ἀξιοῦσι τῇ χρείᾳ καὶ πᾶσιν + ἐφικτὸν ὥσπερ βωμὸν εἶναι, τῇ δὲ τιμῇ ποιοῦσιν + ἱερὸν καὶ ἅγιον καὶ ἄσυλον· ὅπου κἂν βαδίζων ἐν δημοσίῳ + , lacunam add. X. Supplendane ἐν δημοσίῳ πάθῃ τι, πᾶσι νόμος κέ? cf. Liv. III 55. Dion. Hal. A. R. VI 89 πᾶσι νόμος ἐστὶ καθαίρεσθαι καὶ ἁγνίζεσθαι τὸ σῶμα καθάπερ + μεμιασμένον. + +

+
+
+

διὰ τί τῶν στρατηγῶν αἱ ῥάβδοι συνδεδεμέναι προσηρτημένων τῶν πελέκεων + φέρονται;ʼ πότερον ὅτι σύμβολόν ἐστι τοῦ μὴ δεῖν + πρόχειρον εἶναι καὶ λελυμένην τὴν ὀργὴν τοῦ ἄρχοντος, ἢ διατριβὴν καὶ + μέλλησιν ἐμποιοῦν τῇ ὀργῇ τὸ λύειν ἀτρέμα τὰς ῥάβδους πολλάκις + ἐποίησε μεταγνῶναι περὶ τῆς κολάσεως; ἐπεὶ δὲ τῆς κακίας τὸ μὲν + ἰάσιμὸν + ἐστι τὸ δʼ ἀνήκεστον, αἱ μὲν + ῥάβδοι νουθετοῦσι τὸ μεταθέσθαι δυνάμενον, οἱ δὲ +οἱ δὲ *: αἱ δὲ + πελέκεις ἀποκόπτουσι + τὸ ἀνουθέτητον.

+
+
+

διὰ τί τοὺς καλουμένους Βλετονησίους βαρβάρους ὄντας ἄνθρωπον + τεθυκέναι θεοῖς πυθόμενοι, + μετεπέμψαντο τοὺς + ἄρχοντας αὐτῶν ὡς κολάσοντες· ἐπεὶ δὲ νόμῳ τινὶ τοῦτʼ ἐφαίνοντο + πεποιηκότες, ἐκείνους μὲν ἀπέλυσαν, ἐκώλυσαν δὲ + πρὸς· τὸ λοιπόν· αὐτοὶ δʼ οὐ πολλοῖς ἔτεσιν ἔμπροσθεν δύο μὲν + ἄνδρας δύο δὲ γυναῖκας ἐν τῇ βοῶν ἀγορᾷ λεγομένῃ, τοὺς μὲν + Ἕλληνας, τοὺς δὲ Γαλάτας, ζῶντας κατώρυξαν; + φαίνεται γὰρ ἄτοπον ταῦτα μὲν ποιεῖν αὐτούς, ἐπιτιμᾶν δὲ βαρβάροις + ὡς οὐχ ὅσια ποιοῦσι. πότερον τὸ μὲν θεοῖς θύειν ἀνθρώπους; + ἀνόσιον ἡγοῦντο, τὸ + + δὲ δαίμοσιν ἀναγκαῖον· ἢ τοὺς μὲν ἔθει καὶ νόμῳ τοῦτο πράττοντας + ἁμαρτάνειν ἐνόμιζον, αὐτοὶ δὲ + προσταχθέντες + ἐκ τῶν Σιβυλλείων ἔπραξαν; λέγεται γὰρ Ἐλβίαν τινὰ παρθένον ὀχουμένην + ἐφʼ ἵππου βληθῆναι κεραυνῷ, καὶ γυμνὸν μὲν εὑρεθῆναι κείμενον τὸν + ἵππον, γυμνὴν δʼ αὐτὴν ὡς ἐπίτηδες ἀνηγμένου τοῦ χιτῶνος ἀπὸ τῶν + ἀπορρήτων, ὑποδημάτων + δὲ καὶ δακτυλίων καὶ + κεκρυφάλου διερριμμένων χωρὶς ἄλλων ἀλλαχόθι, +ἀλλαχόθι] ἀλλαχόσε? τοῦ δὲ στόματος ἔξω + προβεβληκότος τὴν γλῶσσαν. ἀποφηναμένων δὲ τῶν + μάντεων δεινὴν μὲν αἰσχύνην ταῖς ἱεραῖς + παρθένοις εἶναι καὶ γενήσεσθαι περιβόητον, ἅψεσθαι δέ τινα + καὶ ἱππέων ὕβριν, ἐμήνυσε βαρβάρου +βαρβάρου] βάρβαρος Madvigius τινὸς ἱππικοῦ + θεράπων τρεῖς παρθένους τῶν ἑστιάδων, Αἰμιλίαν καὶ Λικινίαν καὶ + Μαρκίαν, +Μαρχίαν W: μαρτίαν + ὑπὸ ταὐτὸ διεφθαρμένας καὶ συνούσας πολὺν χρόνον ἀνδράσιν, ὧν + εἷς ἦν Βουτέτιος +Βουτέτιος] Βετούτιος? βάρβαρος +βάρβαρος] Βάρρος W τοῦ μηνυτοῦ δεσπότης. ἐκεῖναι + μὲν οὖν ἐκολάσθησαν ἐξελεγχθεῖσαι, τῆς δὲ πράξεως + δεινῆς φανείσης, ἔδοξεν ἀνερέσθαι +ἀνερέσθαι X: ἀναιρεῖσθαι + τὰ Σιβύλλεια τοὺς + ἱερεῖς. εὑρεθῆναι δέ φασι χρησμοὺς ταῦτά τε + προδηλοῦντας ὡς ἐπὶ κακῷ γενησόμενα, καὶ + προστάττοντας ἀλλοκότοις τισὶ δαίμοσι καὶ ξένοις ἀποτροπῆς ἕνεκα τοῦ + ἐπιόντος προέσθαι δύο μὲν Ἕλληνας, + δύο δὲ + Γαλάτας ζῶντας; αὐτόθι κατορυγέντας.

+
+
+

διὰ τί τὴν τῆς ἡμέρας ἀρχὴν ἐκ μέσης νυκτὸς λαμβάνουσι πότερον + ὅτι ἡ πολιτεία στρατιωτικὴν ἐν ἀρχῇ σύνταξιν εἶχε, τὰ δὲ πολλὰ νύκτωρ + ἐν ταῖς στρατείαις προλαμβάνεται τῶν χρησίμων· ἢ + πράξεως; μὲν ἀρχὴν ἐποιοῦντο τὴν ἀνατολήν, παρασκευῆς δὲ τὴν + νύκτα; δεῖ γὰρ παρασκευασαμένους πράττειν, ἀλλὰ μὴ παρασκευάζεσθαι + πράττοντας, ὡς Μύσων πρὸς Χίλωνα τὸν σοφὸν εἰπεῖν λέγεται ἐν + χειμῶνι +ἐν χειμῶνι] χειμῶνος? θρίνακα τεκταινόμενος. + ἢ καθάπερ ἡ μεσημβρία + πέρας ἐστὶ τοῖς + πολλοῖς τοῦ τὰ δημόσια καὶ σπουδαῖα πράττειν, οὕτως ἀρχὴν ἔδοξε + ποιεῖσθαι τὸ μεσονύκτιον; τεκμήριον δὲ τούτου μέγα τὸ μὴ ποιεῖσθαι + Ῥωμαῖον ἄρχοντα συνθήκας μηδʼ ὁμολογίας μετὰ μέσον ἡμέρας. ἢ δύσει + μὲν καὶ ἀνατολῇ λαμβάνειν + ἀρχὴν ἡμέρας + καὶ τελευτὴν οὐ δυνατόν ἐστιν; ὡς μὲν γὰρ οἱ πολλοὶ τῇ αἰσθήσει + διορίζουσιν ἡμέρας μὲν ἀρχὴν τὴν πρώτην ἀνάσχεσιν τοῦ ἡλίου, νυκτὸς δὲ + τὴν τελευταίαν +τὴν τελευταίαν *: τελευταίαν + ἀπόκρυψιν λαμβάνοντες, + οὐχ ἕξομεν ἰσημερίαν, ἀλλʼ ἣν μάλιστα τῇ + ἡμέρᾳ + νύκτα παρισοῦσθαι δοκοῦμεν, αὕτη τῆς + ἡμέρας ἐλάττων φανεῖται τῷ τοῦ ἡλίου μεγέθει. ὃ δʼ αὖ πάλιν οἱ + μαθηματικοὶ ταύτην ἰώμενοι τὴν ἀτοπίαν τίθενται, τὸ + τοῦ ἡλίου κέντρον, ὅταν ἅψηται τοῦ ὁρίζοντος, ἡμέρας διορισμὸν εἶναι + καὶ νυκτός, ἀναίρεσίς ἐστι τῆς ἐναργείας. συμβήσεται γάρ, ἔτι πολλοῦ + φωτὸς ὑπὲρ γῆν ὄντος καὶ τοῦ ἡλίου καταλάμποντος ἡμᾶς, + μηδέπω ἡμέραν ὁμολογεῖν ἀλλʼ ἔτι νύκτα εἶναι. + ἐπεὶ τοίνυν ἐν ταῖς ἀνατολαῖς καὶ δύσεσι τοῦ ἡλίου δύσληπτός ἐστιν ἡ + ἀρχὴ διὰ τὰς εἰρημένας ἀλογίας, ἀπολείπεται τὸ μεσουρανοῦν ἢ τὸ + ἀντιμεσουρανοῦν + αὐτοῦ. + λαμβάνειν ἀρχήν. βέλτιον δὲ τὸ δεύτερον· + + φέρεται γὰρ ἐκ μεσημβρίας ἐπὶ τὰς δύσεις ἀφʼ ἡμῶν, ἐκ δὲ μεσονυκτίου + πρὸς ἡμᾶς ἐπὶ τὰς ἀνατολάς.

+
+
+

διὰ τί τὰς γυναῖκας οὔτʼ ἀλεῖν εἴων οὔτʼ ὀψοποιεῖν τὸ + παλαιόν;ʼ ἦ τὰς συνθήκας διαμνημονεύοντες, ἂς ἐποιήσαντο πρὸς τοὺς + Σαβίνους; ἐπεὶ + γὰρ ἥρπασαν τὰς θυγατέρας + αὐτῶν εἶτα πολεμήσαντες διηλλάγησαν, ἐν ταῖς ἄλλαις ὁμολογίαις καὶ + τοῦτʼ ἐγράφη, μήτʼ ἀλεῖν ἀνδρὶ Ῥωμαίῳ γυναῖκα μήτε μαγειρεύειν.

+
+
+

διὰ τί τοῦ Μαΐου μηνὸς οὐκ ἄγονται γυναῖκας;ʼ πότερον ὅτι μέσος ἐστὶ τοῦ Ἀπριλλίου καὶ + τοῦ +Ἰουνίου μηνός, + ὧν τὸν μὲν Ἀφροδίτης τὸν δʼ Ἥρας, γαμηλίων θεῶν, ἱερὸν νομίζοντες + προλαμβάνουσι μικρὸν ἢ περιμένουσιν ἢ ὅτι τῷ μηνὶ τούτῳ τὸν μέγιστον + ποιοῦνται τῶν καθαρμῶν, νῦν μὲν εἴδωλα + + ῥιπτοῦντες ἀπὸ τῆς γεφύρας εἰς τὸν ποταμὸν πάλαι δʼ ἀνθρώπους; διὸ καὶ + τὴν Φλαμινίκαν, ἱερὰν τῆς Ἥρας εἶναι δοκοῦσαν, νενόμισται σκυθρωπάζειν, + μήτε λουομένην τηνικαῦτα μήτε κοσμουμένην. ἢ ὅτι πολλοὶ Λατίνων ἐν τῷ + μηνὶ τούτῳ τοῖς κατοιχομένοις + ἐναγίζουσι; καὶ διὰ + τοῦτʼ ἴσως Ἑρμῆν ἐν αὐτῷ σέβονται καὶ Μαίας +Μαίας *: μαϊας. cf. Festus v. Maius ἐπώνυμός ἐστιν. ἤ, + καθάπερ ἔνιοι λέγουσιν, ὁ μὲν Μάιος,· ἀπὸ τῆς πρεσβυτέρας, ὁ δʼ + Ἰούνιος ἀπὸ τῆς νεωτέρας ἡλικίας ὠνόμασται; + γάμῳ δʼ ἁρμοδιώτερον τὸ νέον, ὡς καὶ Εὐριπίδης φησὶν + ἀλλʼ +ἀλλʼ ἢ] Nauck. p. 294 ἢ τὸ γῆρας τὴν Κύπριν χαίρειν ἐᾷ, +ἥ τʼ Ἀφροδίτη τοῖς γέρουσιν ἄχθεται. + οὐ γαμοῦσιν οὖν ἐν τῷ Μαΐῳ, περιμένοντες τὸν +Ἰούνιον, ὃς εὐθύς ἐστι μετὰ τὸν Μάιον.

+
+
+

διὰ τί τῶν γαμουμένων αἰχμῇ δορατίου τὴν κόμην διακρίνουσιν ἆρα + σύμβολόν ἐστι τοῦτο τοῦ βίᾳ καὶ μετὰ πολέμου γαμηθῆναι τὰς πρώτας, + ἢ μανθάνουσιν + ἀνδράσι συνοικοῦσαι, μαχίμοις καὶ + πολεμικοῖς + ἄθρυπτον καὶ ἄθηλυν καὶ ἀφελῆ προσίεσθαι καλλωπισμόν; ὥσπερ ὁ + Λυκοῦργος ἀπὸ πρίονος καὶ πελέκεως κελεύσας τὰ θυρώματα ταῖς οἰκίαις + ποιεῖν καὶ τὰς ὀροφάς, ἄλλῳ δὲ μὴ χρῆσθαι τὸ παράπαν ἐργαλείῳ, πᾶσαν + ἐξέβαλε περιεργίαν καὶ + πολυτέλειαν. ἢ τὴν + διάστασιν αἰνίττεται τὸ γιγνόμενον, ὡς μόνῳ σιδήρῳ τοῦ γάμου + διακριθησομένου; ἢ τὰ μὲν πλεῖστα τῶν γαμικῶν εἰς τὴν Ἥραν ἀνῆπτο; + Ἥρας δʼ ἱερὸν τὸ δόρυ νενόμισται, καὶ τῶν ἀγαλμάτων αὐτῆς δόρατι + στηρίζεται τὰ πλεῖστα καὶ +Κυρῖτις ἡ θεὸς + ἐπωνόμασται, τὸ γὰρ δόρυ κύριν +κύριν X: κοῦριν + + ἐκάλουν οἱ παλαιοί· διὸ καί φασι Κυρῖνον +κύριν mei codd. ὀνομασθῆναι τὸν Ἐνυάλιον. + +

+
+
+

διὰ τί τὸ τελούμενον εἰς θέας +θέας X: θεὰς + Λοῦκαρ καλοῦσιν ἦ ὅτι πολλὰ + ἔστιν ἄλση +ἄλση X: ἄλλα + περὶ τὴν πόλιν ἀνειμένα θεοῖς, ἃ καλοῦσι λούκους, καὶ τὴν ἀπὸ τούτων πρόσοδον εἰς τὰς θέας +θέας X: θεὰς + ἀνήλισκον; + +

+
+
+

διὰ τί τὰ Κυρινάλια μωρῶν ἑορτὴν ὀνομάζουσιν ἦ ὅτι τὴν ἡμέραν + ταύτην ἀποδεδώκεσαν, ὡς Ἰόβας +Ἰόβας] Mueller. 3 p. 470 φησί, τοῖς τὰς αὑτῶν φατρίας ἀγνοοῦσιν; + ἢ τοῖς μὴ θύσασιν, ὥσπερ οἱ λοιποί, κατὰ φυλὰς ἐν τοῖς Φουρνικαλίοις + διʼ ἀσχολίαν ἢ ἀποδημίαν ἢ + ἄγνοιαν ἐδόθη + τῇ ἡμέρᾳ ταύτῃ τὴν ἑορτὴν ἐκείνην ἀπολαβεῖν; + +

+
+
+

διὰ τί τῷ Ἡρακλεῖ γιγνομένης θυσίας, ἄλλον οὐδένα θεῶν ὀνομάζουσιν + οὐδὲ φαίνεται κύων ἐντὸς τῶν περιβόλων, ὡς Βάρρων ἱστόρηκεν; ἦ + θεὸν μὲν + ἄλλον οὐκ ὀνομάζουσι διὰ τὸ + τοῦτον ἡμίθεον νομίζειν; ὡς δέ φασιν ἔνιοι, καὶ μετὰ τῶν ἀνθρώπων + ὄντος ἔτι βωμὸν ἱδρύσασθαι τὸν Εὔανδρον αὐτοῦ καὶ θυσίαν προσαγαγεῖν. + κυνὶ δὲ πάντων μάλιστα τῶν ζῴων ἐπολέμησε· καὶ γὰρ οὗτος +οὗτος] ὁ Ὄρθος Wehlius αὐτῷ ἀεὶ +ἀεὶ] φασι? + πολλὰ + + πράγματα παρέσχε καὶ ὁ + Κέρβερος· καὶ ἐπὶ πᾶσι, τοῦ Λικυμνίου παιδὸς Οἰωνοῦ διὰ κύνα + φονευθέντος ὑπὸ τῶν Ἱπποκοωντιδῶν, ἀναγκασθεὶς μάχην συνάψαι τῶν τʼ + ἄλλων φίλων πολλοὺς ἀπέβαλε καὶ τὸν ἀδελφὸν Ἰφικλέα. + +

+
+
+

διὰ τί τοῖς πατρικίοις οὐκ ἐξῆν περὶ τὸ Καπετώλιον, +Καπετώλιον * hic et infra: καπιτώλιον + κατοικεῖν;ʼ πότερον ὅτι Μᾶρκος Μάλλιος +Μάλλιος *: μάλιος + + αὐτόθι κατοικῶν + ἐπεχείρησε τυραννίδι, διʼ +διʼ M ὃν ἀπὼμοτόν φασιν εἶναι τῷ οἴκῳ μηδενὶ + Μαλλίων +Μαλλίων *: μαλίων + ὄνομα Μᾶρκον γενέσθαι· ἢ παλαιὸς ἦν φόβος οὗτος; Ποπλικόλαν + γοῦν ἄνδρα δημοτικώτατον οὐκ ἐπαύσαντο διαβάλλοντες μὲν οἱ δυνατοὶ + δεδιότες δʼ οἱ πολλοί, μέχρι οὗ τὴν οἰκίαν αὐτὸς κατέσκαψεν ἐπικεῖσθαι + τῇ ἀγορᾷ δοκοῦσαν.

+
+
+

διὰ τί τῷ σώσαντι πολίτην ἐν πολέμῳ δρύινον + διδόασι στέφανον;ʼ πότερον ὅτι + πανταχοῦ καὶ ῥᾳδίως ἔστιν εὐπορῆσαι δρυὸς ἐπὶ στρατείας, ἢ ὅτι + Διὸς καὶ Ἥρας ἱερὸς ὁ στέφανός ἐστιν, οὓς πολιούχους νομίζουσιν; ἢ + παλαιὸν ἀπʼ Ἀρκάδων τὸ ἔθος, οἷς ἔστι τις συγγένεια πρὸς τὴν δρῦν; + πρῶτοι γὰρ ἀνθρώπων γεγονέναι δοκοῦσιν ἐκ γῆς, ὥσπερ ἡ δρῦς τῶν φυτῶν. +

+
+
+

διὰ τί γυψὶ χρῶνται μάλιστα πρὸς τοὺς οἰωνισμούς;ʼ πότερον ὅτι + καὶ Ῥωμύλῳ δώδεκα γῦπες ἐφάνησαν ἐπὶ τῇ κτίσει τῆς Ῥώμης, ἢ ὅτι + τῶν ὀρνίθων ἥκιστα συνεχὴς καὶ συνήθης οὗτος; οὐδὲ γὰρ νεοττιᾷ γυπὸς + ἐντυχεῖν ῥᾳδίως ἔστιν, ἀλλὰ πόρρωθέν ποθεν ἐξαπίνης καταίρουσι· διὸ + καὶ σημειώδης ἡ ὄψις αὐτῶν ἐστιν. ἢ καὶ τοῦτο παρʼ Ἡρακλέους ἔμαθον; + εἰ λέγει ἀληθῶς Ἡρόδωρος, +Ἡρόδωρος] Mueller. 2 p. 31 ὅτι πάντων μάλιστα γυψὶν ἐπὶ πράξεως ἀρχῇ + φανεῖσιν ἔχαιρεν Ἡρακλῆς, ἡγούμενος δικαιότατον εἶναι τὸν γῦπα τῶν + σαρκοφάγων πάντων· πρῶτον μὲν γὰρ οὐδενὸς ἅπτεται ζῶντος οὐδʼ + ἀποκτίννυσιν ἔμψυχον οὐδὲν ὡς ἀετοὶ καὶ ἱέρακες καὶ τὰ νυκτίνομα· + χρῆται δὲ τοῖς ἄλλως +ἄλλως W: ἄλλοις + ἀποθανοῦσιν. ἔπειτα καὶ τούτων + τὰ ὁμόφυλα παρίησι· πετεινοῦ γὰρ οὐδεὶς ἑώρακε γῦπα γευόμενον, ὡς + ἀετοὶ καὶ ἱέρακες μάλιστα τὰ συγγενῆ διώκουσι καὶ κόπτουσι. καίτοι κατʼ + Αἰσχύλον +Αἰσχύλον Suppl. 223 + ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών; + ἀνθρώποις θʼ ὡς ἔπος εἰπεῖν ἀβλαβέστατός ἐστιν, οὔτε καρπὸν + ἀφανίζων οὔτε φυτὸν οὐδὲ ζῷον +οὐδὲ ζῷον *: οὔτε ζῷον + ἥμερον κακουργῶν. εἰ δʼ ὡς Αἰγύπτιοι + μυθολογοῦσι θῆλυ πᾶν τὸ γένος ἐστὶ καὶ κυΐσκονται δεχόμενοι καταπνέοντα + τὸν ἀπηλιώτην ὥσπερ τὰ δένδρα τὸν ζέφυρον, καὶ παντάπασιν ἀπλανῆ τὰ + σημεῖα καὶ βέβαια γίγνεσθαι πιθανόν ἐστιν ἀπʼ αὐτῶν. ἐν δὲ τοῖς ἄλλοις + αἱ περὶ τὰς ὀχείας σοβήσεις ἔτι δʼ ἁρπαγαὶ καὶ φυγαὶ καὶ διώξεις πολὺ + τὸ θορυβῶδες καὶ ἀκατάστατον ἔχουσι.

+
+
+

διὰ τί τοῦ Ἀσκληπιοῦ τὸ ἱερὸν ἔξω τῆς + πόλεώς ἐστι;ʼ πότερον ὅτι τὰς ἔξω + διατριβὰς ὑγιεινοτέρας ἐνόμιζον εἶναι τῶν ἐν ἄστει· καὶ γὰρ Ἕλληνες + ἐν τόποις καὶ καθαροῖς καὶ ὑψηλοῖς ἐπιεικῶς ἱδρυμένα τὰ Ἀσκληπιεῖα + ἔχουσιν· ἢ ὅτι τὸν θεὸν ἐξ Ἐπιδαύρου μετάπεμπτον ἥκειν νομίζουσιν; + Ἐπιδαυρίοις δʼ οὐ κατὰ πόλιν ἀλλὰ πόρρω τὸ Ἀσκληπιεῖον +Ἀσκληπιεῖα - Ἀσκληπιεῖον *: ἀσκληπίεια - ἀσκληπίειον + ἐστιν. ἢ ὅτι + τοῦ δράκοντος ἐκ τῆς τριήρους κατὰ τὴν νῆσον ἀποβάντος καὶ ἀφανισθέντος + αὐτὸν ᾤοντο τὴν ἵδρυσιν ὑφηγεῖσθαι τὸν θεόν;

+
+
+

διὰ τί νενόμισται τοὺς ἁγνεύοντας ὀσπρίων + ἀπέχεσθαι πότερον, ὡς οἱ Πυθαγορικοὶ τοὺς μὲν κυάμους ἀφωσιοῦντο + διὰ τὰς λεγομένας αἰτίας, τὸν + δὲ λάθυρον καὶ τὸν ἐρέβινθον ὡς παρωνύμους τοῦ ἐρέβους καὶ + τῆς λήθης· ἢ ὅτι πρὸς τὰ περίδειπνα + καὶ + τὰς προκλήσεις τῶν νεκρῶν μάλιστα χρῶνται τοῖς ὀσπρίοις; ἢ μᾶλλον ὅτι + δεῖ πρὸς τὰς ἁγνείας καὶ ἁγιστείας καθαρὰ καὶ λιτὰ τὰ σώματα ἔχειν; + ἔστι δὲ τὰ ὄσπρια πνευματώδη καὶ περίσσευμα +περίσσευμα] περίσσωμα? ποιεῖ πολλῆς καθάρσεως + δεόμενον. ἢ ὅτι καὶ πρὸς συνουσίαν + παρορμᾷ + διὰ τὸ φυσῶδες καὶ πνευματικόν;

+
+
+

διὰ τί τῶν παναγῶν παρθένων τὰς διαφθαρείσας + ἄλλως οὐ κολάζουσιν, ἀλλὰ +ἀλλὰ] ἀλλʼ ἢ? ζώσας + κατορύττουσι;ʼ πότερον ὅτι καίουσι τοὺς ἀποθανόντας, θάπτειν δὲ + πυρὶ τὴν τὸ πῦρ τὸ θεῖον ὁσίως μὴ φυλάξασαν + οὐκ ἦν δίκαιον· ἢ σῶμα ταῖς μεγίσταις καθωσιωμένον ἁγιστείαις + ἀναιρεῖν καὶ προσφέρειν ἱερᾷ γυναικὶ χεῖρας οὐ θεμιτὸν ἐνόμιζον; αὐτὴν + οὖν ἀποθανεῖν μηχανώμενοι διʼ αὑτῆς, κατεβίβαζον ὑπὸ γῆν εἰς οἴκημα + πεποιημένον, ὅπου καὶ λύχνος ἔκειτο + + καιόμενος καὶ ἄρτος καὶ γάλακτός τι καὶ ὕδατος· + εἶτα γῇ τὸ οἴκημα κατέκρυπτον ἄνωθεν. + καὶ οὐδὲ τοῦτον τὸν τρόπον ἀφοσιωσάμενοι τὴν δεισιδαιμονίαν ἐκπεφεύγασιν, + ἀλλὰ μέχρι νῦν ἐναγίζουσιν οἱ ἱερεῖς ἐπεῖ βαδίζοντες ἐπὶ τὸν τόπον. +

+
+
+

διὰ τί ταῖς Δεκεμβρίαις +Δεκεμβρίαις pro Ὀκτωβρίαις aut ipsius aut librarii errori debeatur W εἰδοῖς ἱπποδρομίας γενομένης ὁ νικήσας + δεξιόσειρος +δεξιόσειρος Abreschius: δεξιὸς ἱερὸς + Ἄρει θύεται, καὶ τὴν μὲν οὐρὰν + ἀποκόψας τις ἐπὶ τὴν Ῥηγίαν +Ῥηγίαν Vit. Num. c. 14: ῥήγειναν + καλουμένην κομίζει καὶ τὸν βωμὸν + αἱμάσσει, περὶ δὲ τῆς κεφαλῆς οἱ μὲν ἀπὸ τῆς ἱερᾶς ὁδοῦ λεγομένης + οἱ δʼ ἀπὸ τῆς Συβούρης +Συβούρης *: σιβούρης + καταβάντες διαμάχονται πότερον, + ὡς ἔνιοι λέγουσιν, ἵππῳ τὴν Τροίαν ἡλωκέναι + νομίζοντες ἵππον κολάζουσιν, ἅτε δὴ καὶ γεγονότες + +Τρώων +Τρώων] cf. Hom. Σ 337 et passim ἀγλαὰ τέκνα μεμιγμένα παισὶ Λατίνων· + ἢ ὅτι θυμοειδὲς καὶ πολεμικὸν καὶ ἀρήιον ὁ ἵππος + ἐστὶ τὰ δὲ προσφιλῆ μάλιστα καὶ πρόσφορα θύουσι τοῖς θεοῖς, ὁ + δὲ νικήσας θύεται διὰ τὸ νίκης καὶ κράτους οἰκεῖον εἶναι τὸν θεόν; ἢ + μᾶλλον ὅτι τοῦ θεοῦ στάσιμον τὸ ἔργον ἐστὶ καὶ νικῶσιν οἱ μένοντες ἐν + τάξει τοὺς μὴ μένοντας ἀλλὰ φεύγοντας, καὶ + + κολάζεται τὸ τάχος ὡς δειλίας ἐφόδιον, καὶ μανθάνουσι συμβολικῶς ὅτι + σωτήριον οὐκ ἔστι τοῖς φεύγουσι;

+
+
+

διὰ τί οἱ τιμηταὶ τὴν ἀρχὴν παραλαβόντες οὐδὲν ἄλλο πράττουσι + πρότερον +πρότερον Madvigius: πρῶτον + ἢ τὴν τροφὴν ἀπομισθοῦσι + + τῶν ἱερῶν χηνῶν + καὶ τὴν γάνωσιν τοῦ ἀγάλματος;ʼ πότερον ἀπὸ τῶν εὐτελεστάτων + ἀρχόμενοι καὶ μὴ πολλῆς δεομένων δαπάνης μηδὲ πραγματείας, ἢ παλαιά τις + αὕτη χάρις ἀπομνημονεύεται τοῖς ζῴοις ἀπὸ τῶν Κελτικῶν, ὅτι τοὺς + βαρβάρους + ὑπερβαίνοντας ἤδη τὸ περιτείχισμα + τοῦ Καπετωλίου νύκτωρ οἱ χῆνες ᾔσθοντο τῶν κυνῶν καθευδόντων καὶ βοῇ τοὺς φύλακας ἐπήγειραν; ἢ φύλακες ὄντες οἱ + τιμηταὶ τῶν μεγίστων, καὶ προσῆκον ἐπισκοπεῖν καὶ πολυπραγμονεῖν αὐτοῖς + ἱερὰ καὶ δημόσια καὶ βίους καὶ ἤθη καὶ διαίτας, τὸ φυλακτικώτατον ζῷον + εὐθὺς ἐν λόγῳ τίθενται, καὶ ἅμα τῇ + τούτων ἐπιμελείᾳ προτρέπονται τοὺς πολίτας μὴ ἀμελεῖν μηδὲ + ῥᾳθυμεῖν τῶν ἱερῶν; ἡ δὲ + γάνωσις τοῦ ἀγάλματος ἀναγκαία· ταχὺ γὰρ ἐξανθεῖ τὸ μίλτινον, ᾧ τὰ + παλαιὰ τῶν ἀγαλμάτων ἔχρωζον. + +

+
+
+

διὰ τί τῶν ἄλλων ἱερέων τὸν καταδικασθέντα καὶ φυγόντα παύοντες + ἕτερον αἱροῦνται, τοῦ δʼ αὔγουρος, ἕως ζῇ, κἂν ἐπὶ τοῖς + μεγίστοις ἀδικήμασι καταγνῶσιν, οὐκ ἀφαιροῦνται τὴν ἱερωσύνην αὔγουρασ δὲ τοὺς ἐπὶ τῶν οἰωνῶν καλοῦσι;ʼ πότερον, + ὡς ἔνιοι λέγουσι, βούλονται μηδένα τὰ τῶν + ἱερῶν ἀπόρρητα γιγνώσκειν, ὃς οὐκ ἔστιν ἱερεύς· ἢ κατειλημμένον + ὅρκοις τὸν αὔγουρα μηδενὶ φράσειν τὰ τῶν ἱερῶν +ἱερῶν *: ἱερέων + ἀπολῦσαι τῶν ὅρκων οὐ + θέλουσιν + ἰδιώτην + γενόμενον; +γενόμενον *: γινόμενον + ἢ τιμῆς οὐκ ἔστιν οὐδʼ ἀρχῆς + + ἀλλʼ ἐπιστήμης ὄνομα καὶ τέχνης ὁ αὔγουρ; ὅμοιον οὖν τῷ τὸν + μουσικὸν ἀποψηφίσασθαι μουσικὸν μὴ εἶναι καὶ τὸν ἰατρὸν ἰατρὸν τὸ + κωλύειν μάντιν εἶναι τὸν μάντιν, ἀφελέσθαι μὴ δυναμένους τὴν δύναμιν + αὐτοῦ, κἂν ἀφέλωνται τὴν προσηγορίαν. ἄλλον δʼ + οὐ καθιστᾶσιν, εἰκότως τὸν ἐξ ἀρχῆς ἀριθμὸν τῶν αὐγούρων + φυλάττοντες.

+
+
+

διὰ τί ταῖς Αὐγούσταις εἰδοῖς, Σεξτιλίαις δὲ πρότερον λεγομέναις, + ἑορτάζουσιν αἵ τε δοῦλαι + καὶ οἱ δοῦλοι + πάντες, αἱ δὲ γυναῖκες μάλιστα ῥύπτεσθαι τὰς κεφαλὰς καὶ καθαίρειν + ἐπιτηδεύουσιν;ʼ ἦ διὰ τὸ +τὸ *: τὸν + Σερούιον τὸν βασιλέα κατὰ ταύτην τὴν + ἡμέραν ἐξ αἰχμαλώτου γενέσθαι θεραπαινίδος ἄδειαν + ἔργων ἔχουσιν οἱ θεράποντες, τὸ δὲ πλύνειν τὰς κεφαλὰς + ἀρξάμενον ἀπὸ τῶν θεραπαινίδων διὰ τὴν ἑορτὴν ἄχρι τῶν ἐλευθέρων + προῆλθεν;

+
+
+

διὰ τί κοσμοῦσι τοὺς παῖδας τοῖς περιδεραίοις, ἃ βούλλας καλοῦσι;ʼ πότερον ἐπὶ τιμῇ τῶν + ἡρπασμένων γυναικῶν, + ὥσπερ ἄλλα πολλά, καὶ τοῦτʼ ἐψηφίσαντο τοῖς ἐξ αὐτῶν γεννωμένοις + ὑπάρχειν; ἢ τὴν Ταρκυνίου τιμῶντες ἀνδραγαθίαν; λέγεται + γὰρ ἔτι παῖς ὢν ἐν τῇ + μάχῃ τῇ πρὸς Λατίνους ἅμα καὶ Τυρρηνοὺς ἐμβαλεῖν εἰς τοὺς πολεμίους, + ἀπορρυεὶς + δὲ τοῦ ἵππου καὶ τοὺς + ἐπιφερομένους ἰταμῶς ὑποστὰς ἐπιρρῶσαι τοὺς Ῥωμαίους· γενομένης δὲ + λαμπρᾶς τροπῆς τῶν πολεμίων καὶ μυρίων ἑξακισχιλίων ἀναιρεθέντων, τοῦτο + λαβεῖν ἀριστεῖον παρὰ τοῦ πατρὸς καὶ βασιλέως. ἢ τοῖς παλαιοῖς οἰκετῶν + μὲν ἐρᾶν ὥραν ἐχόντων οὐκ ἦν ἄδοξον + οὐδʼ αἰσχρόν, ὡς ἔτι νῦν αἱ κωμῳδίαι μαρτυροῦσιν ἐλευθέρων δὲ παίδων + ἰσχυρῶς ἀπείχοντο, καὶ ὅπως μηδὲ γυμνοῖς ἐντυχόντες ἀμφιγνοήσειαν, + ἐφόρουν οἱ παῖδες + τὸ + παράσημον; ἢ καὶ πρὸς,· ἀταξίαν +ἀταξίαν Abreschius: εὐταξίαν + ἐστὶ φυλακτήριον + τοῦτο, καὶ τρόπον τινὰ τοῦ ἀκολάστου χαλινός, αἰσχυνομένων + ἀνδροῦσθαι πρὶν ἢ τὸ παιδικὸν ἀποθέσθαι παράσημον; ὃ μὲν γὰρ οἱ περὶ + Βάρρωνα λέγουσιν οὐ πιθανόν ἐστι, τῆς βούλλης ὑπὸ + Αἰολέων βόλλας προσαγορευομένης, τοῦτο σύμβολον εὐβουλίας περιτίθεσθαι + τοὺς παῖδας. ἀλλʼ ὅρα μὴ καὶ τοῦτο διὰ τὴν σελήνην φοροῦσι. τὸ γὰρ + φαινόμενον σχῆμα + τῆς σελήνης, ὅταν ἦ + διχόμηνος, οὐ σφαιροειδὲς ἀλλὰ φακοειδές ἐστι καὶ δισκοειδές, ὡς δʼ + Ἐμπεδοκλῆς οἴεται, καὶ τὸ ὑποκείμενον.

+
+
+

διὰ τί τῶν παίδων τοῖς μὲν ἄρρεσιν ἐναταίοις, + τοῖς δὲ θήλεσιν ὀγδοαίοις + τὰ ὀνόματα τίθενται;ʼ ἦ τὸ μὲν προτέροις τοῖς θήλεσιν αἰτίαν + ἔχει τὴν φύσιν; καὶ γὰρ αὔξεται τὸ θῆλυ καὶ ἀκμάζει καὶ τελειοῦται + πρότερον τοῦ ἄρρενος. τῶν δʼ ἡμερῶν τὰς μετὰ τὴν ἑβδόμην λαμβάνουσιν ἡ + γὰρ ἑβδόμη σφαλερὰ τοῖς νεογνοῖς πρός τε τἄλλα +τἄλλα *: τὰ ἄλλα + καὶ + τὸν ὀμφαλόν· ἑβδομαῖος γὰρ ἀπολύεται τοῖς πλείστοις· ἕως δʼ +δʼ] δʼ ἂν? + ἀπολυθῇ, φυτῷ μᾶλλον ἢ ζῴῳ προσέοικε τὸ νήπιον. ἢ καθάπερ οἱ + Πυθαγορικοὶ τοῦ ἀριθμοῦ τὸν μὲν ἄρτιον θῆλυν ἄρρενα δὲ τὸν περιττὸν + ἐνόμιζον; + γόνιμος γάρ + ἐστι καὶ κρατεῖ τοῦ ἀρτίου συντιθέμενος. + καὶ + διαιρουμένων εἰς τὰς μονάδας ὁ μὲν ἄρτιος καθάπερ τὸ θῆλυ χώραν μεταξὺ + κενὴν ἐνδίδωσι, τοῦ δὲ περιττοῦ μόριον ἀεί τι πλῆρες ὑπολείπεται· διὸ + τὸν μὲν ἄρρενι τὸν δὲ θήλει πρόσφορον νομίζουσιν. ἦ ὅτι τῶν ἀριθμῶν + ἁπάντων τὰ μὲν + ἐννέα πρῶτός ἐστι + τετράγωνος ἀπὸ περιττοῦ καὶ τελείου τῆς τριάδος, τὰ δʼ ὀκτὼ πρῶτος κύβος + ἀπὸ ἀρτίου τῆς δυάδος; δεῖ δὲ τὸν μὲν ἄνδρα +ἄνδρα Polus τετράγωνον εἶναι καὶ + περιττὸν καὶ τέλειον, τὴν δὲ γυναῖκα καθάπερ τὸν κύβον + ἑδραῖον καὶ οἰκουρὸν καὶ δυσμετακίνητον. + τούτῳ +τούτῳ W: τοῦτο + δὲ προσληπτέον, ὅτι τὰ μὲν ὀκτὼ + κύβος ἐστὶν ἀπὸ δυάδος, τὰ δʼ ἐννέα τετράγωνος ἀπὸ τριάδος· χρῶνται δὲ + δυσὶ μὲν ὀνόμασιν αἱ θήλειαι + τρισὶ δʼ οἱ + ἄρρενες

+
+
+

διὰ τί τοὺς ἀπάτορας σπορίουσ υἱοὺς καλοῦσιν;ʼ οὐ γάρ, ὡς + Ἕλληνες νομίζουσι καὶ λέγουσιν οἱ ῥήτορες ἐν ταῖς δίκαις, συμφορητοῦ + τινος καὶ κοινοῦ σπέρματος γεγόνασιν, ἀλλʼ ἔστιν ὁ Σπόριος + τῶν πρώτων ὀνομάτων, ὡς ὁ Σέξτος καὶ ὁ Δέκιμος + καὶ ὁ Γάιος. τὰ δὲ πρῶτα τῶν ὀνομάτων οὐχ ὁλογραφοῦσιν ἀλλʼ ἢ διʼ + ἑνὸς γράμματος, ὡς τὸν Τίτον καὶ τὸν Λούκιον καὶ τὸν Μάρκον· ἢ διὰ + δυεῖν, ὡς τὸν Τιβέριον +Τιβέριον X: βέρριον + καὶ τὸν Γναῖον· ἢ διὰ τριῶν, ὡς τὸν +Σέξτον καὶ τὸν Σερούιον. ἔστιν οὖν καὶ ὁ + Σπόριος + τῶν διὰ δυεῖν + γραφομένων, τοῦ ς καὶ τοῦ π. γράφουσι δὲ διὰ τούτων + καὶ τοὺς ἀπάτορας σίνε πάτρισ οἷον ἄνευ πατρός, τῷ μὲν + ς τὸ σίνε τῷ δὲ π τό πάτρισ σημαίνοντες. τοῦτʼ + οὖν τὴν πλάνην ἐποίησε, + τὸ διὰ τῶν αὐτῶν + γραμμάτων τὸ σίνε πάτρισ καὶ τὸν Σπόριον γράφεσθαι. λεκτέον δὲ καὶ + τὸν ἕτερον λόγον, ἔστι δʼ ἀτοπώτερος τοὺς γὰρ Σαβίνους φασὶ τὸ τῆς + γυναικὸς αἰδοῖον ὀνομάζειν σπόριον, εἶθʼ οἷον ἐφυβρίζοντας οὕτω + προσαγορεύειν τὸν ἐκ γυναικὸς + ἀγάμου καὶ + ἀνεγγύου γεγεννημένον. +γεγενημένον + +

+
+
+

διὰ τί τὸν Διόνυσον λίβερουμ πάτρεμ καλοῦσι;ʼ πότερον ὡς + ἐλευθερίας πατέρα τοῖς πιοῦσι + γεγνόμενον· γίγνονται γὰρ οἱ πολλοὶ θρασεῖς καὶ παρρησίας ὑποπιμπλῶνται περὶ τὰς,· μέθας· ἢ ὅτι τὴν + λοιβὴν παρέσχεν; ἤ, ὡς Ἀλέξανδρός +Ἀλέξανδρος] Mueller. 3 p. 244 φησιν, ἀπὸ τοῦ παρʼ Ἐλευθερὰς τῆς + Βοιωτίας Ἐλευθερέως +Ἐλευθερὰς Duebnerus: ἐλευθέρας + Διονύσου προσαγορευομένου; + +

+
+
+

διὰ τίνα αἰτίαν ἐν ταῖς δημοσίαις ἑορταῖς ἔθος οὐκ ἔστι γαμεῖσθαι + παρθένους, αἱ δὲ χῆραι γαμοῦνται;ʼ πότερον, ὡς ὁ Βάρρων εἴρηκεν, + ὅτι λυπούμεναι μὲν αἱ παρθένοι γαμοῦνται, χαίρουσι δʼ αἱ γυναῖκες, ἑορτῇ + δέον +δέον *: δὲ + μηδὲν λυπουμένους ποιεῖν + μηδὲ πρὸς + ἀνάγκην· ἢ μᾶλλον ὅτι ταῖς μὲν παρθένοις + καλὸν μὴ ὀλίγων, ταῖς δὲ χήραις αἰσχρὸν + πολλῶν ὅντων +ὅντων] παρόντων M γαμεῖσθαι; ζηλωτὸς γὰρ ὁ πρῶτος γάμος ὁ δὲ δεύτερος + ἀπευκταῖος· αἰσχύνονται γάρ, ἂν ζώντων τῶν προτέρων ἑτέρους λαμβάνωσιν, + ὀδύρονται + δέ, ἂν ἀποθανόντων. ὅθεν + ἡσυχίᾳ χαίρουσι μᾶλλον ἢ θορύβοις καὶ προπομπαῖς. αἱ δʼ ἑορταὶ + περισπῶσι τοὺς πολλούς, ὥστε τοῖς τοιούτοις μὴ σχολάζειν. ἢ ὅτι καὶ + τὰς Σαβίνων θυγατέρας ἁρπάσαντες ἐν ἑορτῇ παρθένους οὔσας εἰς πόλεμον + κατέστησαν, + ἐξοιωνίσαντο τὸ γαμεῖν παρθένους + ἐν ἱεραῖς ἡμέραις

+
+
+

διὰ τί Ῥωμαῖοι Τύχην σέβονται Πριμιγένειαν, ἣν ἄν τις εἴποι + πρωτογένειαν ἆρʼ ὅτι +Σερουίῳ κατὰ τύχην, ὥς φασιν, ἐκ θεραπαινίδος + γενομένῳ βασιλεῦσαι τῆς Ῥώμης ἐπιφανῶς ὑπῆρξεν + οὕτω γὰρ οἱ πολλοὶ Ῥωμαίων · ἐπιφανῶς· ἢ μᾶλλον, ὅτι τῆς Ῥώμης ἡ + τύχη παρέσχε τὴν ἀρχὴν καὶ τὴν γένεσιν; ἢ φυσικώτερον + ἔχει λόγον τὸ πρᾶγμα καὶ φιλοσοφώτερον, ὡς τὴν τύχην πάντων οὖσαν + ἀρχὴν καὶ τὴν φύσιν ἐκ τοῦ κατὰ τύχην συνισταμένην, ὅταν τισὶν ὡς + ἔτυχεν ἀποκειμένοις + τάξις ἐγγένηται;

+
+
+

διὰ τί τοὺς περὶ τὸν Διόνυσον τεχνίτας ἱστρίωνασ Ῥωμαῖοι καλοῦσιν;ʼ ἦ διʼ ἣν αἰτίαν Κλούβιος Ῥοῦφος ἱστόρηκε; + φησὶ γὰρ ἐν τοῖς πάνυ + + παλαιοῖς χρόνοις Γαΐου τε Σουλπικίου καὶ Λικινίου +Στόλωνος ὑπατευόντων, λοιμώδη νόσον ἐν Ῥώμῃ γενομένην πάντας + ὁμαλῶς διαφθεῖραι τοὺς ἐπὶ σκηνὴν προερχομένους· δεηθεῖσιν οὖν αὐτοῖς + ἐκ Τυρρηνίας ἐλθεῖν πολλοὺς καὶ ἀγαθοὺς; τεχνίτας, ὧν τὸν πρωτεύοντα + δόξῃ καὶ χρόνον πλεῖστον ἐνευημεροῦντα + τοῖς + θεάτροις Ἵστρον ὀνομάζεσθαι· καὶ διὰ τοῦτο πάντας ἱστρίωνας· ἀπʼ + ἐκείνου προσαγορεύεσθαι.

+
+
+

διὰ τί δὲ τὰς ἐγγὺς γένους οὐ γαμοῦσι;ʼ πότερον αὔξειν τοῖς + γάμοις βουλόμενοι τὰς οἰκειότητας + καὶ + συγγενεῖς πολλοὺς ἐπικτᾶσθαι, διδόντες + ἑτέροις καὶ λαμβάνοντες παρʼ ἑτέρων + γυναῖκας· ἢ φοβούμενοι τὰς ἐν τοῖς γάμοις τῶν συγγενῶν διαφορὰς ὡς καὶ + τὰ φύσει δίκαια προσαπολλυούσας; ἢ πολλῶν βοηθῶν τὰς γυναῖκας ὁρῶντες διʼ + ἀσθένειαν + δεομένας, οὐκ ἐβούλοντο τὰς ἐγγὺς + γένους συνοικίζειν, ὅπως, ἂν οἱ ἄνδρες ἀδικῶσιν αὐτάς, οἱ συγγενεῖς + βοηθῶσιν;

+
+
+

διὰ τί τῷ ἱερεῖ τοῦ Διός, ὃν Φλάμινα Διᾶλιν καλοῦσιν, οὐκ ἐξῆν + ἀλεύρου θιγεῖν, οὐδὲ ζύμης;ʼ ἦ τὸ μὲν ἄλευρον + ἀτελὴς τροφὴ καὶ ἄπεπτός ἐστιν; οὔτε γὰρ ὃ ἦν μεμένηκεν ὁ πυρὸς + οὔτʼ ὃ δεῖ γενέσθαι γέγονεν ὁ ἄρτος, ἀλλὰ καὶ τὴν σπέρματος δύναμιν + ἀπολώλεκεν ἅμα καὶ τὴν σιτίου + + χρείαν οὐκ ἔσχηκε. + διὸ καὶ μυλήφατον +μυλήφατον] Hom. β 355 ὁ ποιητής ἄλφιτον ἐκ μεταφορᾶς ὠνόμασεν + ὥσπερ φονευόμενον ἐν τῷ ἀλέτῳ καὶ φθειρόμενον· ἡ δὲ ζύμη καὶ γέγονεν + ἐκ φθορᾶς αὐτὴ καὶ φθείρει τὸ φύραμα μιγνυμένη · γίγνεται γὰρ ἄτονον + καὶ ἀδρανὲς καὶ + ὅλως ἔοικε σῆψις ἡ + ζύμωσις εἶναι· πλεονάσασα γοῦν ἀποξύνει παντάπασι καὶ φθείρει τὸ + ἄλευρον.

+
+
+

διὰ τί καὶ σαρκὸς ὠμῆς ἀπείρηται τῷ ἱερεῖ ψαύειν;ʼ πότερον + ὠμοφαγίας πάνυ πόρρωθεν ἀποτρέπει τὸ ἔθος, ἢ διʼ ἣν τὸ ἄλευρον + αἰτίαν + + ἀφοσιοῦνται καὶ τὸ + κρέας; οὔτε γάρ ἐστι ζῷον οὔτε ὄψον ἤδη γέγονεν. ἡ γὰρ ἕψησις καὶ + ὄπτησις ἀλλοίωσις οὖσα καὶ μετακόσμησις ἐξίστησι τὴν μορφήν. τὸ δὲ + πρόσφατον καὶ ὠμὸν οὐδὲ τὴν ὄψιν ἔχει καθαρὰν καὶ ἀμίαντον, ἀλλʼ + εἰδεχθῆ καὶ ἑλκώδη. + +

+
+
+

διὰ τί δὲ κυνὸς καὶ αἰγὸς ἐκέλευον ἀπέχεσθαι τὸν ἱερέα, μήθʼ + ἁπτόμενον μήτʼ ὀνομάζοντα πότερον τῆς μὲν αἰγὸς βδελυττόμενοι τὸ + ἀκόλαστον καὶ δυσῶδες, ἢ φοβούμενοι τὸ νοσηματικόν; δοκεῖ γὰρ ἐπιληψίᾳ + καταλαμβάνεσθαι μάλιστα τῶν ζῴων + καὶ + προσαναχρώννυσθαι τοῖς φαγοῦσιν ἢ θιγοῦσιν ὑπὸ τοῦ πάθους ἐχομένης. + αἰτίαν δὲ λέγουσι τὴν + + στενότητα τῶν πνευματικῶν πόρων πολλάκις ἐπιλαμβανομένην, + τεκμαιρόμενοι τῇ λεπτότητι τῆς φωνῆς. καὶ γὰρ ἀνθρώπων ὅσοις + ἐπιληπτίζουσι συμβαίνει φθέγγεσθαι, μηκασμῷ παραπλησίαν φωνὴν ἀφιᾶσι. τῷ + δὲ κυνὶ τοῦ μὲν ἀκολάστου καὶ δυσώδους ἧττον + ἴσως μέτεστι· καίτοι φασὶν ἔνιοι μήτε τῆς Ἀθηναίων ἀκροπόλεως + ἐπιβαίνειν κύνα μήτε τῆς Δηλίων νήσου διὰ τὴν ἐμφανῆ μῖξιν, ὥσπερ + βοῶν καὶ συῶν καὶ ἵππων ἐν θαλάμοις ἀλλʼ οὐκ ἐμφανῶς καὶ ἀνέδην + ὀχευόντων. τὴν γὰρ ἀληθινὴν αἰτίαν + + ἀγνοοῦσιν, ὅτι μάχιμον ὄντα τὸν κύνα τῶν ἀσύλων + καὶ ἁγίων ἐξείργουσιν + ἱερῶν, ἀσφαλῆ καταφυγὴν τοῖς ἱκέταις διδόντες. εἰκὸς μὲν οὖν ἐστι καὶ + τὸν ἱερέα τοῦ Διὸς ὥσπερ ἔμψυχον καὶ ἱερὸν καὶ ἄγαλμα +καὶ ἄγαλμα] ἄγαλμα Duebnerus καταφύξιμον + ἀνεῖσθαι τοῖς δεομένοις καὶ ἱκετεύουσι, + + μηδενὸς ἀπείργοντος μηδʼ ἐκφοβοῦντος. διὸ κλινίδιον μὲν ἦν αὐτοῦ + κείμενον ἐν τῷ θυρῶνι τῆς οἰκίας· ὁ δὲ προσπεσὼν τοῖς γόνασι τὴν + ἡμέραν ἐκείνην ἄδειαν εἶχε πληγῶν καὶ κολάσεως· εἰ δὲ δεσμώτης φθαίη + προσελθών, ἐλύετο· τοὺς δὲ δεσμοὺς + ἐκτὸς οὐ + κατὰ θύρας ἀλλʼ ὑπὲρ τοῦ στέγους ἀπερρίπτουν. οὐδὲν οὖν ὄφελος ἦν + οὕτως αὑτὸν ἥμερον παρέχειν καὶ φιλάνθρωπον, εἰ κύων προειστήκει + δεδιττόμενος καὶ ἀπερύκων τοὺς προσφυγεῖν + δεομένους. οὐ μὴν οὐδὲ καθαρεύειν ᾤοντο + παντάπασιν + οἱ παλαιοὶ τὸ ζῷον· ὀλυμπίων μὲν + γὰρ οὐδενὶ θεῶν καθιέρωται, χθονίᾳ δὲ δεῖπνον Ἑκάτῃ πεμπόμενος εἰς + τριόδους ἀποτροπαίων καὶ καθαρσίων ἐπέχει μοῖραν. ἐν + δὲ Λακεδαίμονι τῷ φονικωτάτῳ θεῶν Ἐνυαλίῳ σκύλακας ἐντέμνουσι· + Βοιωτοῖς δὲ δημοσίᾳ καθαρμός ἐστι κυνὸς διχοτομηθέντος τῶν μερῶν +διὰ τῶν μερῶν Abreschius. τῶν μερῶν διὰ μέσου? + διεξελθεῖν· αὐτοὶ δὲ Ῥωμαῖοι τοῖς +Λυκαίοις, + ἃ Λουπερκάλια καλοῦσιν, ἐν τῷ καθαρσίῳ μηνὶ κύνα θύουσιν. ὅθεν οὐκ + ἀπὸ τρόπου τοῖς τὸν ὑπέρτατον καὶ καθαρώτατον εἰληφόσι θεραπεύειν θεὸν + ἀπειρῆσθαι κύνα ποιεῖσθαι συνήθη καὶ σύνοικον. + + +

+
+
+

διὰ τίνα δʼ αἰτίαν οὐδὲ κιττοῦ θιγεῖν ἐφίετο +ἐφεῖτο *: ἐφίετο + τῷ ἱερεῖ τοῦ Διός, + οὐδʼ ὁδὸν διελθεῖν ἀναδενδράδος ἄνωθεν διατεταμένης;ʼ ἦ τοῦτο μὲν + ὅμοιόν ἐστι τῷ μὴ ἐσθίειν ἐπὶ δίφρου +ἐπί δίφρου p. 354 b: ἀπὸ δίφρου + μηδʼ ἐπὶ χοίνικος καθῆσθαι μηδὲ σάρον ὑπερβαίνειν οὐ ταῦτα τῶν +Πυθαγορικῶν δεδιότων καὶ φυλαττομένων, ἀλλʼ ἕτερα τούτοις ἀπαγορευόντων; + καὶ γὰρ τὸ ὑπʼ ἄμπελον ὑποπορεύεσθαι τὴν ἀναφορὰν ἐπὶ τὸν οἶνον + εἶχεν, ὡς οὐ θεμιτὸν τῷ ἱερεῖ μεθύσκεσθαι. τῶν γὰρ μεθυσκομένων ὑπὲρ + κεφαλῆς ὁ οἶνός ἐστι καὶ + πιέζονται καὶ + ταπεινοῦνται, δέον ὑπερτέρους εἶναι + καὶ κρατεῖν ἀεὶ τῆς ἡδονῆς ταύτης ἀλλὰ + μὴ κρατεῖσθαι. τὸν δὲ κιττὸν πότερον ὡς· ἄκαρπον καὶ ἄχρηστον + ἀνθρώποις, ἀδρανῆ δὲ καὶ διʼ ἀσθένειαν ἑτέρων ὀχούντων δεόμενον, σκιᾷ + δὲ καὶ χλωρότητος + ὄψει γοητεύοντα τοὺς + πολλοὺς, οὐκ ᾤοντο δεῖν ἀσύμβολον ἐν ταῖς οἰκίαις μάτην ἐντρέφεσθαι + καὶ περιπλέκεσθαι, βλαβερὸν ὄντα τοῖς προσδεχομένοις + φυτοῖς τῆς γῆς + ἐχόμενον διὸ τῶν μὲν ὀλυμπίων ἱερῶν εἴργεται, καὶ οὔτε ἐν Ἥρας + Ἀθήνησιν οὔτε Θήβησιν ἐν Ἀφροδίτης ἴδοι τις ἂν κιττόν· Ἀγριωνίοις +Ἀγριωνίοις M: ἄγριον ἴοις + + δὲ καὶ Νυκτελίοις, ὧν τὰ πολλὰ διὰ σκότους + + δρᾶται, πάρεστιν· ἢ καὶ τοῦτο συμβολικὴ θιάσων καὶ βακχευμάτων + ἀπαγόρευσις ἦν; αἱ γὰρ ἔνοχοι τοῖς βακχικοῖς πάθεσι γυναῖκες εὐθὺς + ἐπὶ τὸν κιττὸν φέρονται, καὶ σπαράττουσι δραττόμεναι ταῖς χερσὶ καὶ + διεσθίουσαι τοῖς στόμασιν· ὥστε μὴ παντελῶς + + ἀπιθάνους εἶναι τοὺς λέγοντας, ὅτι καὶ πνεῦμα μανίας ἔχων ἐγερτικὸν + καὶ παρακινητικὸν + + ἐξίστησι καὶ ταράττει, +ταράττει W: σπαράττει. cf. p. 136 c καὶ ὅλως ἄοινον ἐπάγει μέθην καὶ χάριν +καὶ χάριν] καὶ ἄχαριν (melius κάχαριν) X. Possis etiam καὶ χάριν ἄχαριν + τοῖς + ἐπισφαλῶς πρὸς ἐνθουσιασμὸν ἔχουσι.

+
+
+

διὰ τί τοῖς ἱερεῦσι τούτοις ἀρχὴν οὐκ + + ἐφεῖτο λαβεῖν οὐδὲ μετελθεῖν, ἀλλὰ ῥαβδούχῳ τε χρῶνται καὶ δίφρον + ἡγεμονικὸν ἐπὶ τιμῇ καὶ παραμυθίᾳ τοῦ μὴ ἄρχειν ἔχουσι;ʼ πότερον, ὡς ἐνιαχοῦ τῆς Ἑλλάδος ἀντίρροπον ἦν τὸ τῆς ἱερωσύνης + ἀξίωμα πρὸς τὸ τῆς βασιλείας, καὶ μὴ +καὶ μὴ] ἥς τοὺς μὴ W. ἥς καὶ μὴ Duebnerus τυχόντας ἱερεῖς + ἀπεδείκνυσαν ἢ μᾶλλον ὅτι, τῶν μὲν ἱερέων + ὡρισμένας πράξεις ἐχόντων τῶν δʼ ἀρχόντων ἀτάκτους + καὶ ἀορίστους, οὐκ ἦν + δυνατὸν εἰς ἓν ἅμα τῶν καιρῶν συμπεσόντων ἑκατέρῳ παρεῖναι τὸν αὐτόν, + ἀλλʼ ἔδει θάτερα πολλάκις ἀμφοτέρων ἐπειγόντων + ἀπολείποντα νῦν μὲν ἀσεβεῖν τοὺς θεούς, νῦν δὲ βλάπτειν τοὺς + πολίτας; ἢ ταῖς ἀνθρωπίναις ἐνορῶντες ἀρχαῖς οὐκ + ἐλάττονα τῆς ἐξουσίας τὴν ἀνάγκην προσοῦσαν, καὶ τὸν ἄρχοντα δήμου, + καθάπερ Ἱπποκράτης +Ἱπποκράτης] Vol. VI p. 213 Chart. ἔφη τὸν ἰατρόν, δεινὰ μὲν ὁρῶντα δεινῶν +δεινῶν] ἀηδῶν? δʼ + ἁπτόμενον, ἐπʼ ἀλλοτρίοις δὲ κακοῖς ἰδίας λύπας + καρπούμενον, οὐχ ὅσιον ἡγοῦντο θύειν θεοῖς καὶ ἱερῶν + κατάρχεσθαι γενόμενον ἐν καταδίκαις καὶ θανατώσεσι πολιτῶν, πολλάκις δὲ καὶ + συγγενῶν καὶ οἰκείων, οἷα καὶ Βρούτῳ συνέτυχε;

+
+
+ +
+
\ No newline at end of file From 630494517e11610c83ba11a1a9ea7907e738a7e9 Mon Sep 17 00:00:00 2001 From: Lisa Cerrato Date: Wed, 11 Sep 2019 12:12:45 -0400 Subject: [PATCH 2/2] Update tlg0007.tlg084a.perseus-grc4.xml minor edits --- .../tlg0007/tlg084a/tlg0007.tlg084a.perseus-grc4.xml | 12 +++++------- 1 file changed, 5 insertions(+), 7 deletions(-) diff --git a/data/tlg0007/tlg084a/tlg0007.tlg084a.perseus-grc4.xml b/data/tlg0007/tlg084a/tlg0007.tlg084a.perseus-grc4.xml index e53c357dd..c87c7e1be 100644 --- a/data/tlg0007/tlg084a/tlg0007.tlg084a.perseus-grc4.xml +++ b/data/tlg0007/tlg084a/tlg0007.tlg084a.perseus-grc4.xml @@ -5,7 +5,7 @@ schematypens="http://relaxng.org/ns/structure/1.0"?> -κεφαλαίων καταγραφή Ῥωμαϊκά +Κεφαλαίων καταγραφή Ῥωμαϊκά Plutarch Grēgorios N. Vernardakēs Perseus Project, Tufts University @@ -29,7 +29,7 @@ schematypens="http://relaxng.org/ns/structure/1.0"?> Plutarch Moralia -Grēgorios N. Vernardakēs +Grēgorios N. Vernardakēs Leipzig Teubner @@ -47,11 +47,9 @@ schematypens="http://relaxng.org/ns/structure/1.0"?>

Text encoded in accordance with the latest EpiDoc standards

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture

- +

This pointer pattern extracts sections

- + @@ -2599,4 +2597,4 @@ schematypens="http://relaxng.org/ns/structure/1.0"?> - \ No newline at end of file +