diff --git a/data/tlg0007/tlg084b/tlg0007.tlg084b.perseus-grc4.xml b/data/tlg0007/tlg084b/tlg0007.tlg084b.perseus-grc4.xml new file mode 100644 index 000000000..cff6e6bf4 --- /dev/null +++ b/data/tlg0007/tlg084b/tlg0007.tlg084b.perseus-grc4.xml @@ -0,0 +1,1240 @@ + + + + + + +Κεφαλαίων καταγραφή Ἑλληνικά +Plutarch +Grēgorios N. Vernardakēs +Perseus Project, Tufts University +Gregory Crane + +Prepared under the supervision of +Lisa Cerrato +Rashmi Singhal +Bridget Almas + +The National Endowment for the Humanities + + +Trustees of Tufts University +Medford, MA +Perseus Project +2010-12-13 + + + + +Plutarch +Moralia +Grēgorios N. Vernardakēs + +Leipzig +Teubner +1889 + +2 + +The Internet Archive + + + + + + +

optical character recognition

+
+
+

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture

+ + + +

This pointer pattern extracts sections

+
+
+ +
+ + +Greek +English +Latin + + + +tagged and parsed +EpiDoc and CTS Conversion + +
+ + +
+ +
+

+ + τινες οἱ ἐν Ἐπιδαύρῳ κονίποδες καὶ ἄρτυνοι; + + οἱ μὲν τὸ πολίτευμα + +lac. 8 litt. in E, quam supplet verbo ἔχοντες W. Malim διέποντες + ὀγδοήκοντα καὶ ἑκατὸν ἄνδρες ἦσαν· ἐκ δὲ τούτων ᾑροῦντο + βουλευτάς, οὓς ἀρτύνους ἐκάλουν. τοῦ δὲ δήμου τὸ πλεῖστον ἐν + ἀγρῷ διέτριβεν· ἐκαλοῦντο δὲ κονίποδες, ὡς συμβαλεῖν ἔστιν ἀπὸ τῶν ποδῶν γνωριζόμενοι + κεκονιμένων, ὁπότε κατέλθοιεν εἰς τὴν πόλιν.

+
+
+

τίς ἡ παρὰ Κυμαίοις ὀνοβάτις; τῶν γυναικῶν + τὴν ἐπὶ μοιχείᾳ ληφθεῖσαν + ἀγαγόντες εἰς ἀγορὰν + ἐπὶ λίθου τινὸς + ἐμφανῆ πᾶσι καθίστασαν εἶθʼ οὕτως ἀνεβίβαζον ἐπʼ ὄνον, καὶ τὴν πόλιν + κύκλῳ περιαχθεῖσαν ἔδει πάλιν ἐπὶ τὸν αὐτὸν λίθον καταστῆναι καὶ τὸ + λοιπὸν ἄτιμον διατελεῖν, ὀνοβάτιν προσαγορευομένην. τὸν δὲ λίθον + ἀπὸ τούτου καθαρὸν + οὐ +καθαρὸν οὐ *: οὐ καθαρὸν + νομίζοντες ἀφωσιοῦντο. + ἦν δὲ καὶ φυλάκτου τις ἀρχὴ παρʼ αὐτοῖς· ὁ δὲ ταύτην ἔχων τὸν μὲν + ἄλλον χρόνον ἐτήρει τὸ δεσμωτήριον, εἰς δὲ τὴν + βουλὴν ἐν τῷ + νυκτερινῷ συλλόγῳ παριὼν ἐξῆγε τοὺς βασιλεῖς; τῆς χειρὸς καὶ κατεῖχε, + μέχρι περὶ αὐτῶν ἡ βουλὴ διαγνοίη, πότερον ἀδικοῦσιν ἢ οὔ, κρύβδην + φέρουσα τὴν ψῆφον. + +

+
+
+

τίς παρὰ Σόλοις ἡ ὑπεκκαύστρια τὴν τῆς Ἀθηνᾶς ἱέρειαν οὕτω + καλοῦσιν, ὅτι ποιεῖταί τινας θυσίας καὶ ἱερουργίας ἀποτροπαίους.

+
+
+

τίνες ἐν Κνίδῳ οἱ ἀμνήμονες καὶ τίς ὁ ἀφεστήρ; ἑξήκοντα + προκρίτοις ἀνδράσιν +προπρίτοις ἀνδράσιν M: προπρίτους ἄνδρας + ἐκ τῶν + ἀρίστων οἷον + ἐπισκόποις ἐχρῶντο διὰ βίου καὶ προβούλοις τῶν μεγίστων ἐκαλοῦντο δʼ ἀμνήμονεσ ὡς ἄν τις εἰκάσειε διὰ τὸ ἀνυπεύθυνον, εἰ μὴ νὴ +Δία πολυμνήμονές + τινες ὄντες. ὁ δὲ τὰς γνώμας ἐρωτῶν ἀφεστήρ +

+
+
+

τίνες οἱ παρʼ Ἀρκάσι καὶ Λακεδαιμονίοις χρηστοί; Λακεδαιμόνιοι + Τεγεάταις διαλλαγέντες ἐποιήσαντο συνθήκας καὶ στήλην ἐπʼ Ἀλφειῷ κοινὴν + ἀνέστησαν, ἐν ᾗ μετὰ τῶν ἄλλων γέγραπται Μεσσηνίους ἐκβαλεῖν ἐκ + τῆς χώρας καὶ μὴ ἐξεῖναι χρηστούσ ποιεῖν ἐξηγούμενος οὖν ὁ Ἀριστοτέλης +Ἀριστοτέλης] Fragm. 550 + τοῦτό φησι δύνασθαι τὸ μὴ ἀποκτιννύναι βοηθείας χάριν τοῖς λακωνίζουσι + τῶν Τεγεατῶν.

+
+
+

τίς ὁ παρʼ Ὀπουντίοις κριθολόγος; οἱ πλεῖστοι τῶν Ἑλλήνων πρὸς + τὰς πάνυ παλαιὰς θυσίας + + ἐχρῶντο ταῖς κριθαῖς, + ἀπαρχομένων τῶν πολιτῶν. τὸν μὲν οὖν ἐπὶ τῶν θυσιῶν ἄρχοντα καὶ + ταύτας κομιζόμενον τὰς ἀπαρχάς κριθολόγον ὠνόμαζον. δύο δʼ ἦσαν ἱερεῖς παρʼ αὐτοῖς, ὁ μὲν περὶ τὰ θεῖα + τεταγμένος, ὁ δὲ περὶ τὰ δαιμόνια.

+
+
+

τίνες αἱ πλωιάδες νεφέλαι; τὰς ὑπόμβρους μάλιστα καὶ περιφερομένας + ἐκάλουν πλωιάδας, ὡς +Θεόφραστος ἐν + τετάρτῃ περὶ μεταρσίων εἴρηκε κατὰ λέξιν ἐπεὶ καὶ αἱ πλωιάδες αὗται + νεφέλαι καὶ αἱ συνεστῶσαι, ἀκίνητοι δὲ καὶ τοῖς χρώμασιν ἔκλευκοι, + δηλοῦσι διαφοράν + τινα τῆς ὕλης, ὡς οὔτʼ ἐξυδατουμένης οὔτʼ ἐκπνευματουμένης. +

+
+
+

τίς ὁ παρὰ Βοιωτοῖς πλατυχαίτας; +πλατυχαίτας] πλατυχέτας Schneiderus τοὺς οἰκίᾳ γειτνιῶντας ἢ + χωρίοις ὁμοροῦντας αἰολίζοντες οὕτω καλοῦσιν ὡς τὸ πλεῖστον +πλεῖστον] πλησίον W ἔχοντας. + παραθήσομαι δὲ λέξιν μίαν ἐκ τοῦ θεσμοφυλακίου νόμου, πλειόνων οὐσῶν. + +

+
+
+

τίς ὁ παρὰ Δελφοῖς ὁσιωτὴρ καὶ διὰ τί βύσιον ἕνα τῶν μηνῶν + καλοῦσιν; ὁσιωτῆρα μὲν καλοῦσι τὸ θυόμενον ἱερεῖον, ὅταν ὅσιοσ ἀποδειχθῇ. πέντε δʼ εἰσὶν ὅσιοι διὰ βίου, καὶ τὰ πολλὰ μετὰ τῶν + προφητῶν δρῶσιν οὗτοι καὶ συνιερουργοῦσιν, ἅτε +ἅτε X: ἅγε + + γεγονέναι δοκοῦντες ἀπὸ Δευκαλίωνος. ὁ δὲ βύσιος + μήν, ὡς μὲν οἱ πολλοὶ νομίζουσι, φύσιός ἐστιν· ἔαρος γὰρ ἄρχει + καὶ τὰ πολλὰ φύεται τηνικαῦτα καὶ διαβλαστάνει. τὸ δʼ ἀληθὲς οὐκ ἔχει + οὕτως· οὐ γὰρ ἀντὶ τοῦ φ τῷ β χρῶνται Δελφοί, + καθάπερ Μακεδόνες + Βίλιππον +Βίλιππον Basileensis: βίλιππον γὰρ + καὶ βαλακρόν καὶ Βερονίκην λέγοντες, ἀλλʼ + ἀντὶ τοῦ π· καὶ γὰρ τὸ πατεῖν βατεῖν καὶ τὸ πικρὸν βικρόν ἐπιεικῶς καλοῦσιν. ἔστιν οὖν πύσιος ὁ βύσιος, ἐν ᾧ πυστιῶνται καὶ πυνθάνονται τοῦ θεοῦ τὸ γὰρ +τὸ γὰρ] τοῦτο γὰρ? + ἐννοεῖν καὶ πάτριον. ἐν τῷ μηνὶ γὰρ τούτῳ χρηστήριον ἐγίγνετο καὶ + ἑβδόμην + ταύτην νομίζουσι τοῦ θεοῦ γενέθλιον, + καὶ + πολύφθοον + ὀνομάζουσιν οὐ διὰ τὸ πέττεσθαι φθόις, +φθοὶς *: φθόϊς + ἀλλὰ πολυπευθῆ καὶ πολυμάντευτον + οὖσαν. ὀψὲ γὰρ ἀνείθησαν αἱ κατὰ μῆνα μαντεῖαι τοῖς δεομένοις, πρότερον + δʼ ἅπαξ ἐθεμίστευεν ἡ Πυθία τοῦ ἐνιαυτοῦ + + κατὰ ταύτην τὴν ἡμέραν, ὡς Καλλισθένης καὶ Ἀναξανδρίδης +Ἀναξανδρίδης] Ἀλεξανδρίδης Hemsterhusius. vid. Mueller. 3 p. 107 ἱστορήκασι. + +

+
+
+

τί τὸ φυξίμηλον τῶν μικρῶν ἐστι καὶ χαμαιζήλων φυτῶν, ὧν ἐπιόντα + τοὺς βλαστοὺς τὰ βοσκήματα κολούει καὶ ἀδικεῖ καὶ λυμαίνεται τὴν + αὔξησιν ὅταν γοῦν ἀναδραμόντα μέγεθος + λάβῃ καὶ διαφύγῃ τὸ βλάπτεσθαι ὑπὸ τῶν ἐπινεμομένων, φυξίμηλα καλεῖται. τὸ δὲ μαρτύριον Αἰσχύλος. +Αἰσχύλος] Nauck. p. 97 +

+
+
+

τίνες οἱ ἀποσφενδόνητοι; Κέρκυραν τὴν νῆσον Ἐρετριεῖς κατῴκουν + Χαρικράτους δὲ πλεύσαντος + ἐκ Κορίνθου μετὰ + δυνάμεως καὶ τῷ πολέμῳ κρατοῦντος, ἐμβάντες εἰς τὰς ναῦς οἱ Ἐρετριεῖς + ἀπέπλευσαν οἴκαδε, + προαισθόμενοι δʼ οἱ πολῖται, τῆς χώρας εἶργον αὐτοὺς καὶ ἀποβαίνειν + ἐκώλυον σφενδονῶντες, μὴ δυνάμενοι δὲ μήτε πεῖσαι μήτε + βιάσασθαι πολλοὺς καὶ ἀπαραιτήτους ὄντας, ἐπὶ + Θρᾴκης ἔπλευσαν καὶ κατασχόντες χωρίον, ἐν πρότερον + οἰκῆσαι Μέθωνα τὸν Ὀρφέως πρόγονον +πρόγονον] ἀπόγονον W ἱστοροῦσι, τὴν μὲν πόλιν ὠνόμασαν + Μεθώνην, ὑπὸ δὲ τῶν προσοίκων ἀποσφενδόνητοι προσωνομάσθησαν. + +

+
+
+

τίς ἡ παρὰ Δελφοῖς Χάριλα τρεῖς ἄγουσι Δελφοὶ ἐνναετηρίδας κατὰ + τὸ ἑξῆς, ὧν τὴν μὲν +Στεπτήριον καλοῦσι, τὴν δʼ Ἡρωίδα, τὴν δὲ Χάριλαν. τὸ μὲν οὖν + Στεπτήριον ἔοικε μίμημα τῆς πρὸς τὸν Πύθωνα τοῦ θεοῦ μάχης εἶναι καὶ + τῆς μετὰ τὴν + μάχην ἐπὶ τὰ Τέμπη φυγῆς καὶ + ἐκδιώξεως· οἱ μὲν γὰρ φυγεῖν ἐπὶ τῷ φόνῳ φασὶ χρῄζοντα καθαρσίων, οἱ + δὲ τῷ Πύθωνι τετρωμένῳ καὶ φεύγοντι κατὰ τὴν ὁδόν, ἣν νῦν ἱερὰν + καλοῦμεν, ἐπακολουθεῖν καὶ μικρὸν ἀπολειφθῆναι τῆς· τελευτῆς· κατέλαβε γὰρ + αὐτὸν ἐκ τοῦ τραύματος ἄρτι τεθνηκότα + καὶ κεκηδευμένον ὑπὸ τοῦ παιδός, +τοῦ παιδός] τῆς παιδός? ᾧ ὄνομα ἦν Αἴξ, ὡς λέγουσι. τὸ + μὲν οὖν Στεπτήριον τούτων ἢ τοιούτων τινῶν ἀπομίμησίς ἐστιν ἑτέρων. + τῆς δʼ Ἡρωίδος τὰ πλεῖστα μυστικὸν ἔχει λόγον, ὃν ἴσασιν αἱ Θυιάδες, + + ἐκ δὲ τῶν δρωμένων + φανερῶς Σεμέλης ἄν τις ἀναγωγὴν εἰκάσειε. περὶ δὲ τῆς Χαρίλας τοιαῦτά + τινα μυθολογοῦσι. λιμὸς ἐξ αὐχμοῦ τοὺς Δελφοὺς κατέσχε, καὶ πρὸς τὰς + θύρας τοῦ βασιλέως ἐλθόντες μετὰ τέκνων καὶ γυναικῶν ἱκέτευον. ὁ δὲ τῶν + ἀλφίτων + καὶ τῶν χεδρόπων +χεδρόπων *: χεδροπῶν + μετεδίδου τοῖς· + γνωριμωτέροις αὐτῶν· οὐ γὰρ ἦν ἱκανὰ πᾶσιν. ἐλθούσης δὲ παιδὸς ἔτι + μικρᾶς ὀρφανῆς γονέων καὶ προσλιπαρούσης, ἐρράπισεν + αὐτὴν ὑποδήματι καὶ τῷ προσώπῳ τὸ ὑπόδημα προσέρριψεν ἡ δέ, πενιχρά + τις οὖσα καὶ ἔρημος οὐκ ἀγεννὴς δὲ +δὲ Huttenus: τε + τὸ ἦθος, ἐκποδὼν γενομένη καὶ + λύσασα τὴν ζώνην ἀνήρτησεν ἑαυτήν. ἐπιτείνοντος + + δὲ τοῦ λιμοῦ καὶ + νοσημάτων προσγενομένων, ἀνεῖλεν ἡ Πυθία τῷ βασιλεῖ Χάριλαν ἱλάσκεσθαι + παρθένον αὐτοθάνατον. μόλις οὖν ἀνευρόντες ὅτι τοὔνομα τοῦτʼ ἦν τῇ + ῥαπισθείσῃ παιδί, μεμιγμένην τινὰ καθαρμῷ θυσίαν ἀπετέλεσαν, ἣν + ἐπιτελοῦσιν + ἔτι καὶ νῦν διʼ ἐννέα ἐτῶν. + προκάθηται μὲν γὰρ ὁ βασιλεὺς τῶν ἀλφίτων καὶ τῶν χεδρόπων ἐπιδιδοὺς + πᾶσι καὶ ξένοις καὶ πολίταις, κομίζεται δὲ τῆς +Χαρίλας παιδικὸν εἴδωλον· ὅταν οὖν πάντες + λάβωσιν, ὁ μὲν βασιλεὺς ῥαπίζει τῷ ὑποδήματι τὸ εἴδωλον, + ἡ δὲ τῶν Θυιάδων ἀρχηγὸς ἀραμένη κομίζει πρός + τινα τόπον φαραγγώδη, κἀκεῖ σχοινίον περιάψαντες τῷ τραχήλῳ τοῦ εἰδώλου + κατορύττουσιν, ὅπου τὴν Χάριλαν ἀπαγξαμένην ἔθαψαν.

+
+
+

τί τὸ πτωχικὸν κρέας παρʼ Αἰνιᾶσι +Αἰνιᾶσι * hic et infra: αἰνειᾶσι + πλείονες + γεγόνασιν Αἰνιάνων μεταναστάσεις. πρῶτον μὲν γὰρ οἰκοῦντες + περὶ τὸ Δώτιον πεδίον ἐξέπεσον ὑπὸ Λαπιθῶν εἰς Αἴθικας. ἐκεῖθεν +ἐκεῖθεν] ἔπειτʼ ἐκεῖθεν? τῆς + Μολοσσίας τὴν περὶ τὸν Ἀραούαν +Ἀραούαν] Αὔον X χώραν κατέσχον, ὅθεν ὠνομάσθησαν +Παραοῦαι. +Παραοῦαι] Παραύαιοι X. Melius Παραυαῖοι + μετὰ ταῦτα + Κίρραν κατέσχον· ἐν δὲ Κίρρῃ καταλεύσαντες +καταλεύσαντες X: καταπλεύσαντες + Οἴνοκλον τὸν βασιλέα, τοῦ + θεοῦ προστάξαντος, εἰς τὴν περὶ τὸν Ἴναχον χώραν + κατέβησαν οἰκουμένην ὑπʼ Ἰναχιέων καὶ Ἀχαιῶν. γενομένου δὲ χρησμοῦ + τοῖς μὲν ἂν μεταδῶσι τῆς· χώρας ἀποβαλεῖν ἅπασαν, τοῖς δʼ ἂν λάβωσι + παρʼ ἑκόντων καθέξειν, Τέμων, ἀνὴρ ἐλλόγιμος τῶν +Αἰνιάνων, ἀναλαβὼν ῥάκια καὶ πήραν ὡς προσαιτήσων +ὡς προσαιτήσων *: καὶ προσαίτης ὢν + ἀφίκετο + πρὸς τοὺς Ἰναχιεῖς· ὕβρει δὲ καὶ πρὸς γέλωτα τοῦ βασιλέως βῶλον + ἐπιδόντος αὐτῷ, + + δεξάμενος εἰς τὴν πήραν ἐνέβαλε καὶ ἀφανὴς +ἐμφανὴς M ἦν ἠγαπηκὼς τὸ δῶρον· + ἀπεχώρησε γὰρ εὐθὺς οὐδὲν + προσαιτήσας. οἱ + δὲ πρεσβύτεροι θαυμάσαντες ἀνεμιμνήσκοντο τοῦ χρησμοῦ, καὶ τῷ βασιλεῖ + προσιόντες ἔλεγον μὴ καταφρονῆσαι μηδὲ προέσθαι τὸν ἄνθρωπον. αἰσθόμενος + οὖν ὁ Τέμων τὴν διάνοιαν αὐτῶν ὥρμησε φεύγειν, καὶ διέφυγεν εὐξάμενος + τῷ Ἀπόλλωνι + καθʼ ἑκατόμβης. ἐκ δὲ τούτου + μονομαχοῦσιν οἱ βασιλεῖς, καὶ τὸν τῶν Ἰναχιέων Ὑπέροχον ὁ τῶν + Αἰνιάνων Φήμιος ὁρῶν μετὰ κυνὸς αὐτῷ προσφερόμενον οὐκ ἔφη δίκαια + ποιεῖν, δεύτερον ἐπάγοντα μαχόμενον· ἀπελαύνοντος δὲ τοῦ Ὑπερόχου τὸν + κύνα + + καὶ μεταστρεφομένου, + λίθῳ βαλὼν ὁ Φήμιος αὐτὸν ἀναιρεῖ. κτησάμενοι δὲ τὴν χώραν, τοὺς + Ἰναχιεῖς μετὰ τῶν Ἀχαιῶν ἐκβαλόντες, τὸν μὲν λίθον ἐκεῖνον ὡς ἱερὸν + σέβονται καὶ θύουσιν αὐτῷ καὶ τοῦ ἱερείου τῷ δημῷ περικαλύπτουσιν. + ὅταν δὲ τῷ Ἀπόλλωνι + τὴν ἑκατόμβην + ἀποδιδῶσι, τῷ Διὶ βοῦν καθιερεύσαντες, μερίδα τοῖς Τέμωνος ἀπογόνοις + ἐξαίρετον νέμουσι, καὶ πτωχικὸν κρέασ ἐπονομάζουσι. +

+
+
+

τίνες οἱ παρʼ Ἰθακησίοις Κολιάδαι καὶ τίς ὁ φάγιλος; τῷ + Ὀδυσσεῖ μετὰ τὴν μνηστηροφονίαν οἱ ἐπιτήδειοι τῶν τεθνηκότων + ἐπανέστησαν, μεταπεμφθεὶς δʼ ὑπʼ ἀμφοτέρων διαιτητὴς Νεοπτόλεμος + ἐδικαίωσε τὸν μὲν Ὀδυσσέα μεταναστῆναι καὶ φεύγειν + ἐκ τῆς Κεφαλληνίας + καὶ Ζακύνθου καὶ Ἰθάκης ἐφʼ αἵματι, τοὺς δὲ τῶν μνηστήρων ἑταίρους + καὶ οἰκείους ἀποφέρειν ποινὴν Ὀδυσσεῖ τῶν εἰς τὸν οἶκον ἀδικημάτων + καθʼ ἕκαστον ἐνιαυτόν. αὐτὸς μὲν οὖν εἰς +Ἰταλίαν μετέστη· τὴν δὲ ποινὴν τῷ υἱεῖ καθιερώσας ἀποφέρειν + ἐκέλευσε τοὺς Ἰθακησίους. ἦν δʼ ἄλφιτα οἶνος κηρία ἔλαιον ἅλες + ἱερεῖα πρεσβύτερα φαγίλων· φάγιλον δέ φησιν Ἀριστοτέλης +Ἀριστοτέλης] Fragm. 464 τὸν ἀμνὸν εἶναι. τοὺς δὲ περὶ + Εὔμαιον ἐλευθερώσας ὁ Τηλέμαχος + κατέμιξεν + εἰς τοὺς πολίτας, καὶ τὸ γένος ἐστὶ Κολιαδῶν +Κολιαδῶν X: κολιδῶν. Sed cf. Hesych. v. Κολλίδαι + ἀπʼ Εὐμαίου καὶ + Βουκολιδῶν +Βουκολιδῶν Rosius (coll. Eust. ad Il. O 338 p. 1018): βουκολιῶν + ἀπὸ Φιλοιτίου.

+
+
+

τίς ἡ ξυλίνη κύων παρὰ Λοκροῖς; Φυσκίου + τοῦ Ἀμφικτύονος υἱὸς ἦν Λοκρός· ἐκ δὲ + τούτου καὶ Καβύης Ὀποῦς. +Ὀποῦς idem ex Eust. ad Il. B 531 p. 277: λοκρός + πρὸς ὃν ὁ πατὴρ διενεχθεὶς καὶ + συχνοὺς τῶν πολιτῶν ἀναλαβὼν περὶ ἀποικίας + ἐμαντεύετο. τοῦ δὲ θεοῦ φήσαντος κτίζειν πόλιν ὅπουπερ ἂν τύχῃ δηχθεὶς + ὑπὸ κυνὸς ξυλίνης, ὑπερβαίνων εἰς τὴν ἑτέραν θάλασσαν ἐπάτησε + κυνόσβατον. ἐνοχληθεὶς δὲ τῇ πληγῇ διέτριψεν ἡμέρας αὐτόθι + πλείονας, ἐν αἷς καταμαθὼν τὸ χωρίον ἔκτισε πόλεις + Φυσκεῖς; καὶ Ὑάντειαν, +Ὑάντειαν idem: ὑάνθειαν + καὶ τὰς ἄλλας, ὅσας οἱ + κληθεντες Ὀζόλαι + Λοκροὶ κατῴκησαν. Ὀζόλας δὲ +δὲ] malim δὲ διὰ + Λοκροὺς οἱ μὲν διὰ τὸν Νέσσον, οἱ δὲ + τὸν Πύθωνα δράκοντα κληθῆναι λέγουσιν, ἐκβρασθέντας ὑπὸ τῆς θαλάττης καὶ + σαπέντας ἐν τῇ τῶν Λοκρῶν χώρᾳ, + τινὲς δὲ + κώδια καὶ τραγέας τοὺς ἀνθρώπους φοροῦντας καὶ τὰ πλεῖστα συνόντας + αἰπολίοις γενέσθαι δυσώδεις· ἔνιοι δὲ τοὐναντίον πολυάνθεμον τὴν χώραν + οὖσαν ὑπʼ εὐωδίας τοὔνομα λαβεῖν· ὧν ἐστι καὶ Ἀρχύτας ὁ Ἀμφισσεύς· + γέγραφε γὰρ οὕτω + + + τὴν βοτρυοστέφανον μυρίπνουν Μάκυναν ἐραννήν +

+
+
+

τί τὸ καλούμενον ὑπὸ Μεγαρέων ἀφάβρωμα Νῖσος, ἀφʼ οὗ + προσηγορεύθη Νίσαια, βασιλεύων ἐκ Βοιωτίας ἔγημεν Ἀβρώτην, Ὀγχήστου + θυγατέρα, Μεγαρέως δʼ ἀδελφήν, γυναῖκα καὶ τῷ φρονεῖν ὡς + ἔοικε περιττὴν καὶ σώφρονα διαφερόντως. ἀποθανούσης + δʼ αὐτῆς, οἵ τε Μεγαρεῖς ἐπένθησαν ἑκουσίως καὶ ὁ Νῖσος ἀιδίαν τινὰ + μνήμην καὶ δόξαν αὐτῆς καταστῆναι βουλόμενος ἐκέλευε +ἐκέλευε] ἐκέλευσε + τὰς ἀστὰς +τὰς ἀστὰς Bryanus: τὰ ὀστᾶ + + φορεῖν ἣν ἐκείνη στολὴν + ἐφόρει, καὶ τὴν στολὴν + ἀφάβρωμα διʼ ἐκείνην ὠνόμασε. δοκεῖ δὲ τῇ δόξῃ τῆς γυναικὸς καὶ + ὁ θεὸς βοηθῆσαι· πολλάκις γὰρ τὰς ἐσθῆτας ἀλλάξαι βουλομένας τὰς + Μεγαρίδας χρησμῷ διεκώλυσε.

+
+
+

τίς ὁ δορίξενος; τὸ παλαιὸν ἡ Μεγαρὶς + ᾠκεῖτο κατὰ κώμας, εἰς πέντε μέρη νενεμημένων τῶν πολιτῶν. ἐκαλοῦντο + δʼ Ἡραεῖς καὶ Πιραεῖς καὶ Μεγαρεῖς καὶ Κυνοσουρεῖς + καὶ Τριποδίσκιοι. +Τριποδίσκιοι Herwerdenus: τριποδισκαῖσι + τῶν δὲ Κορινθίων πόλεμον αὐτοῖς ἐξεργασαμένων πρὸς + ἀλλήλους ἀεὶ γὰρ ἐπεβούλευον ὑφʼ αὑτοῖς ποιήσασθαι τὴν Μεγαρικήν, + ὅμως διʼ ἐπιείκειαν ἡμέρως + + ἐπολέμουν καὶ + συγγενικῶς. τοὺς μὲν γὰρ γεωργοῦντας οὐδεὶς ἠδίκει τὸ παράπαν, τοὺς δʼ + ἁλισκομένους λύτρον τι τεταγμένον ἔδει καταβαλεῖν, καὶ τοῦτʼ ἐλάμβανον + ἀφέντες. πρότερον δʼ οὐκ εἰσέπραττον, ἀλλʼ ὁ λαβὼν αἰχμάλωτον ἀπῆγεν + οἴκαδε, καὶ μεταδοὺς + ἁλῶν καὶ τραπέζης + ἀπέπεμπεν οἴκαδε. ὁ μὲν οὖν τὰ λύτρα κομίσας ἐπῃνεῖτο καὶ φίλος ἀεὶ + διετέλει τοῦ λαβόντος ἐκ δοριαλώτου δορίξενοσ προσαγορευόμενος· ὁ δʼ + ἀποστερήσας οὐ μόνον παρὰ τοῖς· πολεμίοις ἀλλὰ καὶ παρὰ τοῖς πολίταις + ὡς ἄδικος + καὶ ἄπιστος ἠδόξει.

+
+
+

τίς ἡ παλιντοκία; Μεγαρεῖς Θεαγένη τὸν τύραννον ἐκβαλόντες, + ὀλίγον χρόνον ἐσωφρόνησαν + κατὰ τὴν πολιτείαν· εἶτα πολλὴν κατὰ Πλάτωνα +Πλάτωνα] Rep. p. 562 d καὶ ἄκρατον + αὐτοῖς ἐλευθερίαν τῶν δημαγωγῶν οἰνοχοούντων, + διαφθαρέντες παντάπασι τὰ τʼ ἄλλα τοῖς πλουσίοις ἀσελγῶς προσεφέροντο, + καὶ παριόντες εἰς τὰς οἰκίας αὐτῶν οἱ πένητες ἠξίουν ἑστιᾶσθαι καὶ + δειπνεῖν πολυτελῶς· εἰ δὲ μὴ τυγχάνοιεν, πρὸς βίαν καὶ μεθʼ ὕβρεως + ἐχρῶντο πᾶσι. τέλος δὲ δόγμα + θέμενοι, τοὺς + τόκους ἀνεπράττοντο παρὰ τῶν δανειστῶν οὓς δεδωκότες ἐτύγχανον, παλιντοκίαν τὸ γιγνόμενον προσαγορεύσαντες. +

+
+
+

τίς ἡ Ἀνθηδών, περὶ ἧς ἡ Πυθιὰς εἶπε + + πῖνʼ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις + ἡ γὰρ ἐν Βοιωτοῖς οὐκ ἔστι πολύοινος; τὴν Καλαύρειαν +Καλαύρειαν *: Καλαυρίαν + + Εἰρήνην τὸ παλαιὸν ὠνόμαζον ἀπὸ γυναικὸς +εἰρήνης, ἣν ἐκ Ποσειδῶνος καὶ Μελανθείας τῆς Ἀλφειοῦ γενέσθαι + μυθολογοῦσιν. ὕστερον δὲ τῶν περὶ Ἄνθην +Ἀνθην] Ἀνθον? καὶ Ὑπέρην αὐτόθι + κατοικούντων, Ἀνθηδονίαν καὶ Ὑπέρειαν ἐκάλουν τὴν νῆσον. εἶχε δʼ ὁ + χρησμὸς οὕτως, ὡς Ἀριστοτέλης φησί, + + + πῖνʼ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις + οὐδʼ ἱερὰν Ὑπέραν, ὅθι γʼ ἄτρυγον οἶνον ἔπινες + + ταῦτα μὲν ὁ + Ἀριστοτέλης. +Ἀριστοτέλης] Fragm. 555 ὁ δὲ Μνασιγείτων φησὶν Ὑπέρης ἀδελφὸν ὄντα τὸν Ἄνθον + ἔτι νήπιον ἀπολέσθαι, καὶ τὴνὙπέρην κατὰ ζήτησιν αὐτοῦ πλανωμένην + εἰς Φερὰς πρὸς Ἄκαστον +Ἀκαστον Bryanus: ἄκαστον ἢ ἄδραστον + ἐλθεῖν, ὅπου + κατὰ τύχην ὁ Ἄνθος ἐδούλευεν οἰνοχοεῖν τεταγμένος. ὡς οὖν εἱστιῶντο, + τὸν παῖδα προσφέροντα τῇ ἀδελφῇ τὸ ποτήριον ἐπιγνῶναι καὶ εἰπεῖν πρὸς + αὐτὴν ἡσυχῆ πῖνʼ οἶνον τρυγίαν, ἐπεὶ οὐκ + Ἀνθηδόνα ναίεις. +

+
+
+

τίς ὁ λεγόμενος ἐν Πριήνῃ παρὰ δρυῒ + σκότος; Σάμιοι καὶ Πριηνεῖς + πολεμοῦντες ἀλλήλοις, τὰ μὲν ἄλλα μετρίως ἐβλάπτοντο καὶ ἔβλαπτον, + μάχης δὲ μεγάλης γενομένης, χιλίους Σαμίων οἱ Πριηνεῖς ἀπέκτειναν + ἑβδόμῳ δʼ ὕστερον ἔτει Μιλησίοις συμβαλόντες + παρὰ τὴν καλουμένην δρῦν τοὺς ἀρίστους ὁμοῦ τι καὶ πρώτους ἀπέβαλον + τῶν πολιτῶν· ὅτε καὶ Βίας ὁ σοφὸς εἰς; Σάμον ἐκ + Πριήνης πρεσβεύσας εὐδοκίμησε. ταῖς; δὲ Πριηνέων γυναιξὶν ὠμοῦ +ὠμοῦ Madvigius: ὁμοῦ + τοῦ + πάθους τούτου καὶ τῆς; συμφορᾶς ἐλεεινῆς γενομένης, ἀρὰ κατέστη καὶ + ὅρκος περὶ τῶν μεγίστων ὁ παρὰ + + τῇ δρυῒ σκότοσ διὰ τὸ παῖδας αὐτῶν καὶ πατέρας καὶ ἄνδρας ἐκεῖ φονευθῆναι.

+
+
+

τίνες οἱ παρὰ Κρησὶ λεγόμενοι κατακαῦται; Τυρρηνούς φασι τοὺς +τοὺς] om. mei codd. τὰς + Ἀθηναίων θυγατέρας καὶ γυναῖκας ἐκ Βραύρωνος ἁρπάσαντας, ὁπηνίκα + Λῆμνον + καὶ Ἴμβρον κατῴκουν, εἶτʼ + ἐκπεσόντας, εἰς τὴν Λακωνικὴν ἀφικέσθαι καὶ γενέσθαι ἐπιμιξίαν αὐτοῖς + μέχρι παίδων γενέσεως πρὸς τὰς ἐγχωρίους γυναῖκας· ἐκ δʼ ὑποψίας καὶ + διαβολῆς πάλιν ἀναγκασθέντας ἐκλιπεῖν τὴν Λακωνικήν, μετὰ παίδων καὶ + γυναικῶν + + εἰς Κρήτην κατᾶραι, + Πόλλιν ἡγεμόνα καὶ Δελφὸν +καὶ Δελφὸν *: τὸν ἀδελφὸν + ἔχοντας. ἐκεῖ δὲ πολεμοῦντας τοῖς κατέχουσι + τὴν Κρήτην, πολλοὺς περιορᾶν τῶν ἐν ταῖς μάχαις ἀποθνησκόντων ἀτάφους, + τὸ μὲν πρῶτον ἀσχόλους διὰ τὸν πόλεμον ὄντας καὶ τὸν κίνδυνον, ὕστερον + δὲ + φεύγοντας ἅπτεσθαι νεκρῶν ἐφθαρμένων ὑπὸ + χρόνου καὶ διερρυηκότων. τὸν οὖν Πόλλιν ἐξευρόντα τιμάς τινας καὶ + προνομίας καὶ ἀτελείας ἀποδοῦναι τὰς μὲν τοῖς ἱερεῦσι τῶν +τῶν] τῶν χθονίων Herwerdenus θεῶν, τὰς δὲ + τοῖς ταφεῦσι τῶν τετελευτηκότων, ἐπιφημίσαντα καὶ ταύτας δαίμοσι + χθονίοις, ὅπως ἀναφαίρετοι διαμένοιεν· εἶτα κλήρῳ + διαλαχεῖν πρὸς τὸν Δελφόν. +Δελφόν W: ἀδελφόν + ὀνομασθῆναι δὲ τοὺς μὲν + ἱερεῖς, τοὺς δὲ κατακαύτασ · καὶ πολιτεύεσθαι + μὲν αὐτοὺς καθʼ αὑτούς, + ἔχειν δὲ μετὰ τῶν ἄλλων φιλανθρώπων καὶ ἄδειαν ἀδικημάτων, οἷς οἱ + ἄλλοι Κρῆτες εἰώθασι χρῆσθαι πρὸς ἀλλήλους ἄγοντες + λαθραίως καὶ ἀποφέροντες· ἐκείνους γὰρ οὐδὲν + ἀδικεῖν οὐδὲ κλέπτειν οὐδὲν οὐδʼ ἀφαιρεῖσθαι.

+
+
+

τίς ὁ παίδων τάφος παρὰ Χαλκιδεῦσι; Κόθος καὶ Αἶκλος +Αἴκλος X: ἄρκλος + οἱ Ξούθου + παῖδες εἰς Εὔβοιαν ἧκον οἰκήσοντες, Αἰολέων τότε τὰ πλεῖστα τῆς + νήσου + κατεχόντων. ἦν δὲ τῷ Κόθῳ λόγιον + εὖ πράξειν καὶ περιέσεσθαι τῶν πολεμίων, ἐὰν πρίηται τὴν χώραν. ἀποβὰς + οὖν μετʼ ὀλίγων ἐνέτυχε παίζουσι παιδαρίοις παρὰ τὴν θάλασσαν συμπαίζων + οὖν αὐτοῖς + καὶ + φιλοφρονούμενος ἔδειξε παίγνια πολλὰ τῶν ξενικῶν. + ὡς δʼ ἑώρα τοὺς παῖδας ἐπιθυμοῦντας λαβεῖν, οὐκ ἔφησεν + αὐτοῖς δώσειν ἄλλως, εἰ μὴ τῆς γῆς λάβοι παρʼ αὐτῶν οἱ δὲ παῖδες· + οὕτως +οὕτως] αὐτῆς? ἀναιρούμενοι χαμᾶθεν +χαμᾶθεν Piersonus: χαμαὶθεν + ἐδίδοσαν καὶ τὰ παίγνια λαβόντες ἀπηλλάγησαν. + οἱ δʼ Αἰολεῖς αἰσθόμενοι τὸ γεγονός, καὶ + + τῶν πολεμίων αὐτοῖς ἐπιπλεόντων, ὑπʼ ὀργῆς καὶ λύπης διεχρήσαντο τοὺς + παῖδας. ἐτάφησαν δὲ παρὰ τὴν ὁδόν, βαδίζουσιν ἐκ πόλεως ἐπὶ τὸν + Εὔριπον, καὶ ὁ τόπος τάφος παίδων καλεῖται.

+
+
+

τίς ὁ μιξαρχαγέτας +μιξαρχαγέτας X: μιξαρχαγεύτας + ἐν Ἄργει καὶ τίνες οἱ + + ἐλάσιοι; μιξαρχαγέταν +μιξαρχαγέταν X: μιξαρχαγεύταν + τὸν Κάστορα καλοῦσι καὶ νομίζουσι παρʼ αὐτοῖς τεθάφθαι· + τὸν δὲ Πολυδεύκην ὡς ἕνα τῶν Ὀλυμπίων σέβονται. + τοὺς δὲ τὰς ἐπιληψίας ἀποτρέπειν δοκοῦντας ἐλασίουσ μὲν + ὀνομάζουσι, δοκοῦσι δὲ τῶν Ἀλεξίδας τῆς Ἀμφιαράου θυγατρὸς ἀπογόνων + εἶναι. + +

+
+
+

τί τὸ παρʼ Ἀργείοις λεγόμενον ἔγκνισμα; τοῖς ἀποβαλοῦσί τινα + συγγενῶν ἢ συνήθων ἔθος ἐστὶ μετὰ τὸ πένθος εὐθὺς τῷ Ἀπόλλωνι + θύειν, ἡμέραις δʼ ὕστερον τριάκοντα τῷ Ἑρμῇ. νομίζουσι γάρ, ὥσπερ τὰ + σώματα τῶν ἀποθανόντων δέχεσθαι + + τὴν γῆν, οὕτω τὰς + ψυχὰς τὸν Ἑρμῆν· τοῦ δʼ Ἀπόλλωνος τῷ ἀμφιπόλῳ κριθὰς διδόντες + λαμβάνουσι κρέας τοῦ ἱερείου, καὶ τὸ πῦρ ἀποσβέσαντες ὡς μεμιασμένον παρʼ + ἑτέρων δʼ ἐναυσάμενοι, τοῦτο τὸ κρέας ὀπτῶσιν ἔγκνισμα προσαγορεύοντες + +

+
+
+

τίς ἀλάστωρ ἀλιτήριος παλαμναῖος; οὐ γὰρ πειστέον τοῖς λέγουσιν ἀλιτηρίουσ κεκλῆσθαι τοὺς ἐπιτηροῦντας ἐν τῷ λιμῷ τὸν ἀλοῦντα + καὶ διαρπάζοντας· ἀλλʼ ἀλάστωρ μὲν κέκληται ὁ ἄληστα καὶ πολὺν + χρόνον μνημονευθησόμενα δεδρακώς, ἀλιτήριος + δʼ ὃν ἀλεύασθαι καὶ φυλάξασθαι διὰ μοχθηρίαν καλῶς εἶχε. ταῦτα, + φησὶν ὁ Σωκράτης, +Σωκράτης] Mueller. 4. p. 498 ἐν διφθέραις χαλκαῖς γεγράφασι. + +

+
+
+

τίνος ἔχεται διανοίας τὸ τοὺς ἀπάγοντας εἰς Κασσιοπαίαν τὸν βοῦν ἐξ + Αἴνου +Αἰνου] Αἰνύνων W. Malim. Αἰνίας + τὰς παρθένους + προπεμπούσας ἐπᾴδειν + ἄχρι τῶν ὅρων μήποτε +μήποτε] cf. Hom. ς 174 τ 298 νοστήσαιτε φίλην ἐς + πατρίδα γαῖαν; Αἰνιᾶνες ὑπὸ Λαπιθῶν ἐξαναστάντες τὸ πρῶτον + ᾤκησαν περὶ τὴν Αἰθακίαν·, εἶτα περὶ τὴν Μολοσσίδα καὶ Κασσιοπαίαν· + οὐδὲν δὲ χρηστὸν ἀπὸ τῆς χώρας ἔχοντες, ἀλλὰ καὶ χαλεποῖς χρώμενοι + προσοίκοις + εἰς τὸ + Κιρραῖον πεδίον ἧκον, Οἰνόκλου τοῦ + βασιλέως + ἄγοντος αὐτούς. ἐκεῖ δὲ μεγάλων αὐχμῶν γενομένων, κατὰ χρησμὸν ὡς + λέγεται τὸν Οἴνοκλον καταλεύσαντες καὶ πάλιν πλανηθέντες, εἰς ταύτην + ἀφίκοντο τὴν χώραν, ἣν νῦν ἔχουσιν, ἀγαθὴν καὶ πάμφορον οὖσαν. ὅθεν + εἰκότως εὔχονται τοῖς θεοῖς + εἰς τὴν παλαιὰν + πατρίδα μὴ ἐπανελθεῖν, ἀλλʼ αὐτοῦ καταμένειν εὐδαιμονοῦντας.

+
+
+

τί δήποτε παρὰ Ῥοδίοις εἰς τὸ τοῦ Ὀκριδίωνος ἡρῷον οὐκ + εἰσέρχεται κῆρυξ; + Duebnerus hic et infra: + ὅτι Ὄχιμος τὴν θυγατέρα Κυδίππην ἐνεγύησεν + Ὀκριδίωνι; Κέρκαφος + δʼ ἀδελφὸς ὢν Ὀχίμου + τῆς δὲ παιδὸς ἐρῶν, ἔπεισε τὸν κήρυκα διὰ κηρύκων γὰρ ἔθος ἦν τὸ + μετέρχεσθαι τὰς + νύμφας, ὅταν παραλάβῃ τὴν Κυδίππην, πρὸς ἑαυτὸν ἀγαγεῖν. τούτου δὲ + πραχθέντος, ὁ μὲν Κέρκαφος ἔχων τὴν κόρην ἔφυγεν, ὕστερον δὲ + τοῦ Ὀχίμου γηράσαντος ἐπανῆλθε. τοῖς δὲ Ῥοδίοις + ἔθος κατέστη κήρυκα μὴ προσιέναι τῷ τοῦ Ὀκριδίωνος ἡρῴῳ διὰ τὴν + γενομένην ἀδικίαν.

+
+
+

τί δήποτε παρὰ Τενεδίοις εἰς τὸ τοῦ Τένου ἱερὸν οὐκ ἔξεστιν + αὐλητὴν εἰσελθεῖν οὐδʼ Ἀχιλλέως + ἐν τῷ + ἱερῷ μνησθῆναι ἦ ὅτι τῆς μητρυιᾶς τὸν Τένην διαβαλούσης ὡς + βουλόμενον αὐτῇ συγγενέσθαι Μόλπος ὁ αὐλητὴς τὰ ψευδῆ κατεμαρτύρησεν + αὐτοῦ, + διὰ τοῦτο τῷ Τένῃ + συνέπεσε φεύγειν· εἰς Τένεδον μετὰ τῆς ἀδελφῆς; Ἀχιλλεῖ δὲ λέγεται τὴν + μητέρα Θέτιν ἰσχυρῶς ἀπαγορεῦσαι μὴ ἀνελεῖν τὸν Τένην ὡς τιμώμενον + ὑπʼ Ἀπόλλωνος, καὶ παρεγγυῆσαι ἑνὶ + τῶν + οἰκετῶν, ὅπως προσέχῃ καὶ ἀναμιμνήσκῃ, μὴ λάθῃ +λάθῃ *: λάθοι + κτείνας ὁ Ἀχιλλεὺς + τὸν Τένην. ἐπεὶ δὲ τὴν Τένεδον κατατρέχων ἐδίωκε τὴν ἀδελφὴν τοῦ + Τένου + καλὴν οὖσαν + ἀπαντήσας θʼ ὁ Τένης ἠμύνετο πρὸ τῆς ἀδελφῆς, καὶ ἡ μὲν ἐξέφυγεν ὁ + δὲ Τένης ἀνῃρέθη + ὁ Ἀχιλλεὺς +ὁ Ἀχιλλεὺς *: ὁ δʼ Αχιλλεὺς + πεσόντα + γνωρίσας, τὸν μὲν οἰκέτην ἀπέκτεινεν, ὅτι παρὼν οὐκ ἀνέμνησε· τὸν δὲ + Τένην ἔθαψεν, οὗ νῦν τὸ ἱερόν ἐστι, καὶ οὔτʼ αὐλητὴς· εἴσεισιν + οὔτʼ Ἀχιλλεὺς ὀνομάζεται.

+
+
+

τίς ὁ παρʼ Ἐπιδαμνίοις πωλήτης; Ἐπιδάμνιοι + γειτνιῶντες Ἰλλυριοῖς ᾐσθάνοντο τοὺς ἐπιμιγνυμένους αὐτοῖς + πολίτας γιγνομένους πονηροὺς καὶ φοβούμενοι νεωτερισμὸν ᾑροῦντο πρὸς τὰ + τοιαῦτα συμβόλαια καὶ τὰς· ἀμείψεις καθʼ ἕκαστον ἐνιαυτὸν ἕνα τῶν + δεδοκιμασμένων παρʼ αὐτοῖς, ὃς ἐπιφοιτῶν + + τοῖς βαρβάροις παρεῖχεν + ἀγορὰν καὶ διάθεσιν πᾶσι τοῖς πολίταις πωλήτησ προσαγορευόμενος.

+
+
+

τίς ἡ περὶ Θρᾴκην Ἀραίνου +Ἀραίνου] Ἀραίου? ἀκτή; Ἄνδριοι καὶ Χαλκιδεῖς + πλεύσαντες εἰς Θρᾴκην οἰκήσεως ἕνεκα Σάνην μὲν πόλιν ἐκ προδοσίας + κοινῇ παρέλαβον, + τὴν δʼ Ἄκανθον + ἐκλελοιπέναι τοὺς βαρβάρους πυνθανόμενοι, δύο κατασκόπους ἔπεμψαν. ὡς δὲ + τῇ πόλει προσιόντες παντάπασι πεφευγότας ᾐσθάνοντο + τοὺς πολεμίους, ὁ μὲν Χαλκιδικὸς προεξέδραμεν ὡς καταληψόμενος τοῖς + Χαλκιδεῦσι τὴν πόλιν, ὁ δʼ Ἄνδριος οὐ συνεξανύτων ἠκόντισε τὸ δόρυ, + καὶ ταῖς πύλαις ἐμπαρέντος μέγα βοήσας +μέγα βοήσας Patzigius: μετὰ βοῆς + Ἀνδρίων ἔψη παισὶν + + αἰχμῇ + προκατειλῆφθαι τὴν πόλιν. ἐκ τούτου διαφορᾶς γενομένης, ἄνευ πολέμου + συνέβησαν Ἐρυθραίοις καὶ Σαμίοις καὶ Παρίοις χρήσασθαι περὶ πάντων + δικασταῖς. ἐπεὶ δʼ οἱ μὲν Ἐρυθραῖοι καὶ οἱ Σάμιοι τὴν ψῆφον Ἀνδρίοις + ἤνεγκαν, οἱ δὲ Πάριοι Χαλκιδεῦσιν, + ἀρὰς + ἔθεντο περὶ τὸν τόπον τοῦτον οἱ Ἄνδριοι κατʼ αὐτῶν μήτε δοῦναι γυναῖκα + Παρίοις μήτε λαβεῖν παρʼ αὐτῶν καὶ διὰ τοῦτο προσηγόρευσαν ἀκτὴν + Ἀραίνου, +Ἀραίνου] Ἀραίου? πρότερον ὀνομαζομένην Δράκοντος

+
+
+

διὰ τί τοῖς θεσμοφορίοις αἱ τῶν Ἐρετριέων + γυναῖκες οὐ πρὸς πῦρ ἀλλὰ πρὸς ἥλιον ὀπτῶσι τὰ κρέα, καὶ + Καλλιγένειαν οὐ καλοῦσιν; ἦ ὅτι ταῖς + αἰχμαλώτοις, ἃς ἦγεν ἐκ Τροίας + Ἀγαμέμνων, ἐνταῦθα θεσμοφόρια θύειν πλοῦ δὲ φανέντος ἐξαίφνης συνέβη + ἀνήχθησαν ἀτελῆ τὴν θυσίαν καταλιποῦσαι; + +

+
+
+

τίνες οἱ ἀειναῦται παρὰ Μιλησίοισ τῶν περὶ Θόαντα καὶ Δαμασήνορα + τυράννων καταλυθέντων, ἑταιρεῖαι δύο τὴν πόλιν κατέσχον, ὧν ἡ μὲν + ἐκαλεῖτο Πλουτὶς ἡ δὲ Χειρομάχα. κρατήσαντες οὖν οἱ δυνατοὶ καὶ τὰ + πράγματα περιστήσαντες εἰς τὴν + ἑταιρείαν, + ἐβουλεύοντο περὶ τῶν μεγίστων ἐμβαίνοντες εἰς τὰ πλοῖα καὶ πόρρω τῆς + γῆς ἐπανάγοντες· συνέβη θεσμοφόρια θύειν, πλοῦ δὲ φανέντος, ἐμβαίνοντες + εἰς τὰ πλοῖα καὶ πόρρω τῆς γῆς ἐπανάγοντες· + κυρώσαντες δὲ τὴν γνώμην κατέπλεον, καὶ διὰ + τοῦτʼ ἀειναῦται προσηγορεύθησαν. +

+
+
+

τί δήποτε Χαλκιδεῖς τὸν περὶ τὸ Πυρσόφιον τόπον ἀκμαίων λέσχην καλοῦσι; τὸν Ναύπλιόν φασιν ὑπὸ τῶν Ἀχαιῶν διωκόμενον Χαλκιδεῖς + ἱκετεῦσαι, καὶ τὰ μὲν περὶ τῆς αἰτίας ἀπολογεῖσθαι, τὰ + δʼ αὐτὸν ἀντεγκαλεῖν τοῖς Ἀχαιοῖς. ἐκδιδόναι μὲν + οὖν +οὖν * αὐτὸν οἱ Χαλκιδεῖς οὐκ ἐμέλλησαν· δεδιότες δὲ μὴ δόλῳ φονευθῇ, + φυλακὴν ἔδοσαν αὐτῷ τοὺς ἀκμάζοντας νεανίσκους καὶ κατέστησαν εἰς τὸν + τόπον τοῦτον, ὅπου συνῆσαν ἀλλήλοις ἅμα καὶ τὸν Ναύπλιον + παρεφύλαττον. + +

+
+
+

τίς ὁ βοῦν εὐεργέτῃ θύσας; πλοῖον ὥρμει περὶ τὴν Ἰθακησίαν + λῃστρικόν, ἐν ᾧ πρεσβύτης ἐτύγχανε μετὰ κεραμίων ἐχόντων πίτταν. + τούτῳ τὸν νοῦν +τὸν νοῦν *: οὖν + κατὰ τύχην προσέσχε πορθμεὺς Ἰθακήσιος + ὀνόματι Πυρρίας, καὶ τὸν πρεσβύτην ἐρρύσατο + μηδενὸς δεόμενος, ἀλλὰ πεισθεὶς; ὑπʼ αὐτοῦ καὶ οἰκτίρας· προσέλαβε δὲ + καὶ τῶν κεραμίων, τοῦ πρεσβύτου κελεύσαντος. ἀπαλλαγέντων δὲ τῶν λῃστῶν + καὶ γενομένης ἀδείας, ὁ πρεσβύτης τοῖς κεραμίοις τὸν Πυρρίαν + προσαγαγὼν χρυσίον ἐδείκνυεν ἐν αὐτοῖς πολὺ + καὶ ἀργύριον τῇ + πίττῃ καταμεμιγμένον. ἐξαίφνης οὖν ὁ Πυρρίας· πλούσιος γενόμενος τὰ τʼ + ἄλλʼ εὖ περιεῖπε τὸν γέροντα καὶ βοῦν ἔθυσεν αὐτῷ. ὃ καὶ + παροιμιαζόμενοι λέγουσιν οὐδεὶς +οὐδεὶς] οὐδὲ εἰς M εὐεργέτῃ βοῦν + ἔθυσεν ἀλλʼ ἢ Πυρρίασ

+
+
+

τί δήποτε ταῖς κόραις τῶν Βοττιαίων ἔθος ἦν λέγειν χορευούσαις ἴωμεν εἰς Ἀθήνας; Κρῆτὰς φασιν εὐξαμένους ἀνθρώπων ἀπαρχὴν εἰς + Δελφοὺς ἀποστεῖλαι, τοὺς δὲ πεμφθέντας, ὡς ἑώρων οὐδεμίαν + οὖσαν εὐπορίαν, αὐτόθεν εἰς + ἀποικίαν ὁρμῆσαι· καὶ πρῶτον μὲν ἐν Ἰαπυγίᾳ κατοικῆσαι, ἔπειτα τῆς + Θρᾴκης; + τοῦτον τὸν τόπον κατασχεῖν, + ἀναμεμιγμένων αὐτοῖς Ἀθηναίων. ἔοικε γὰρ μὴ διαφθείρειν ὁ Μίνως οὓς + ἔπεμπον Ἀθηναῖοι κατὰ τὸν δασμὸν ἠιθέους, ἀλλὰ κατέχειν παρʼ ἑαυτῷ + λατρεύοντας. ἐξ ἐκείνων οὖν τινες γεγονότες καὶ νομιζόμενοι Κρῆτες εἰς +Δελφοὺς συναπεστάλησαν. ὅθεν αἱ θυγατέρες + τῶν Βοττιαίων ἀπομνημονεύουσαι τοῦ γένους ᾖδον ἐν ταῖς ἑορταῖς ἴωμεν εἰς Ἀθήνας

+
+
+

διὰ τί τὸν Διόνυσον αἱ τῶν Ἠλείων γυναῖκες ὑμνοῦσαι παρακαλοῦσι + βοέῳ ποδὶ παραγίγνεσθαι πρὸς + + αὐτάς + ἔχει δʼ οὕτως ὁ ὕμνος ἐλθεῖν, +ἐλθεῖν] Bergk 3 p. 656 ἣρω Διόνυσε, Ἀλείων +Ἀλείων idem: ἅλιον + ἐς ναὸν + ἁγνὸν σὺν Χαρίτεσσιν ἐς ναὸν τῷ βοέῳ ποδὶ θύων. εἶτα δὶς + ἐπᾴδουσιν ἄξιε ταῦρἐ; ʼ πότερον ὅτι καὶ βουγενῆ + προσαγορεύουσι καὶ ταῦρον ἔνιοι τὸν θεόν, ἢ τῷ μεγάλῳ ποδὶ βοέῳ + λέγουσιν, ὡς βοῶπιν ὁ ποιητὴς τὴν μεγαλόφθαλμον καὶ βουγάιον τὸν μεγάλαυχον; cf. Hom. A 551 passim. N 824 ἢ μᾶλλον, ὅτι τοῦ βοὸς ὁ ποὺς + ἀβλαβής; ἐστι τὸ δὲ κερασφόρον +κερασφόρον] κέρας σφοδρὸν καὶ Patzigius. An κέρας φοβερὸν καὶ? ἐπιβλαβές, οὕτω τὸν θεὸν παρακαλοῦσι + πρᾶον ἐλθεῖν καὶ ἄλυπον; ἢ ὅτι καὶ ἀρότου +ἀρότου W: ἀρότρου + καὶ σπόρου πολλοὶ τὸν + θεὸν + ἀρχηγὸν γεγονέναι νομίζουσι;

+
+
+

διὰ τί Ταναγραίοις πρὸ τῆς πόλεως ἔστιν· + + Ἀχίλλειον, τόπος οὕτω προσαγορευόμενος; +τόπος οὕτω προσαγορευόμενος] del. Herwerdenusʼ ʼἔχθρα γὰρ + αὐτῷ μᾶλλον ἢ φιλία λέγεται γεγονέναι πρὸς τὴν πόλιν, ἁρπάσαντι μὲν + τὴν μητέρα τοῦ Ποιμάνδρου Στρατονίκην, ἀποκτείναντι δʼ υἱὸν Ἐφίππου +Ἐφίππου] del. W +Ἀκέστορα Ποίμανδρος τοίνυν ὁ + Ἐφίππου +Ἐφίππου] del. W πατήρ, ἔτι τῆς· Ταναγρικῆς κατὰ κώμας οἰκουμένης, ἐν τῷ + καλουμένῳ Στέφοντι πολιορκούμενος ὑπὸ τῶν Ἀχαιῶν διὰ τὸ μὴ βούλεσθαι + συστρατεύειν, ἐξέλιπε τὸ χωρίον ἐκεῖνο νύκτωρ καὶ τὴν Ποιμανδρίαν + ἐτείχισε. + παρὼν δὲ Πολύκριθος ὁ ἀρχιτέκτων + διαφαυλίζων τὰ ἔργα καὶ καταγελῶν ὑπερήλατο τὴν τάφρον. ὀργισθεὶς + +] οὖν ὁ? Ποίμανδρος + ὥρμησε λίθον ἐμβαλεῖν αὐτῷ μέγαν, ὃς ἦν αὐτόθι κεκρυμμένος ἐκ + παλαιοῦ, νυκτελίοις ἱεροῖς ἐπικείμενος· τοῦτον ἀνασπάσας ὑπʼ + ἀγνοίας ὁ Ποίμανδρος ἔβαλε, καὶ τοῦ μὲν + Πολυκρίθου διήμαρτε, Λεύκιππον δὲ τὸν υἱὸν ἀπέκτεινεν. ἔδει μὲν οὖν + κατὰ τὸν νόμον ἐκ τῆς Βοιωτίας μεταστῆναι, ἐφέστιον καὶ ἱκέτην ξένον + γενόμενον· οὐκ ἦν δὲ ῥᾴδιον, ἐμβεβληκότων εἰς· τὴν Ταναγρικὴν +Ταναγρικὴν *: ταναγραϊκὴν + + τῶν Ἀχαιῶν. ἔπεμψεν οὖν Ἔφιππον τὸν + υἱὸν Ἀχιλλέως δεησόμενον. ὁ δὲ καὶ τοῦτον εἰσάγει πείσας καὶ + Τληπόλεμον τὸν Ἡρακλέους καὶ Πηνέλεων τὸν Ἱππάλκμου, συγγενεῖς + ἅπαντας αὑτῶν ὄντας. ὑφʼ ὧν ὁ Ποίμανδρος + εἰς Χαλκίδα συνεκπεμφθεὶς καὶ καθαρθεὶς παρʼ + Ἐλεφήνορι + τὸν φόνον, ἐτίμησε τοὺς ἄνδρας + καὶ τεμένη πᾶσιν ἐξεῖλεν, ὧν τὸ Ἀχιλλέως καὶ τοὔνομα διατετήρηκεν. +

+
+
+

τίνες οἱ παρὰ Βοιωτοῖς Ψολόεις καὶ τίνες αἱ + Ὀλεῖαι;ʼ +αἱ Ὀλεῖαι M: αἰολεῖαι + τὰς Μινύου θυγατέρας φασὶ Λευκίππην καὶ Ἀρσινόην καὶ + Ἀλκαθόην μανείσας ἀνθρωπίνων ἐπιθυμῆσαι κρεῶν καὶ διαλαχεῖν περὶ τῶν + τέκνων· Λευκίππης λαχούσης +Λευκίππης λαχούσης] Λευκίππην λαχοῦσαν?, παρασχεῖν Ἵππασον τὸν υἱὸν + διασπάσασθαι· καὶ κληθῆναι +καὶ κληθῆναι *: κληθῆναι + τοὺς μὲν ἄνδρας αὐτῶν + δυσειματοῦντας ὑπὸ + λύπης καὶ πένθους ψολόεις, αὐτὰς δὲ ὀλείας οἷον + ὀλοάς. +αὐτὰς - ὀλοάς M: τὰς αἰολείας οἰωνολόας + καὶ μέχρι νῦν Ὀρχομένιοι τὰς ἀπὸ τοῦ γένους οὕτω καλοῦσι. καὶ + γίγνεται παρʼ ἐνιαυτὸν ἐν τοῖς Ἀγριωνίοις φυγὴ + καὶ δίωξις αὐτῶν ὑπὸ τοῦ ἱερέως τοῦ Διονύσου ξίφος + ἔχοντος. ἔξεστι δὲ τὴν καταληφθεῖσαν ἀνελεῖν, καὶ ἀνεῖλεν ἐφʼ ἡμῶν + Ζωίλος ὁ ἱερεύς. ἀπέβη δʼ εἰς + οὐδὲν χρηστὸν αὐτοῖς, ἀλλʼ ὅ τε Ζωίλος ἐκ τοῦ τυχόντος + ἑλκειδίου νοσήσας καὶ διασαπεὶς πολὺν + χρόνον + ἐτελεύτησεν, οἳ τʼ Ὀρχομένιοι δημοσίαις βλάβαις καὶ καταδίκαις + περιπεσόντες ἐκ τοῦ γένους τὴν ἱερωσύνην μετέστησαν, ἐκ πάντων αἱρούμενοι + τὸν ἄριστον.

+
+
+

διὰ τί τοὺς εἰς τὸ Λύκαιον εἰσελθόντας + + ἑκουσίως καταλεύουσιν οἱ Ἀρκάδες· ἂν δʼ ὁπʼ ἀγνοίας, εἰς Ἐλευθερὰς +Ἐλευθεὰς * hic et infra: ἐλευθέρας + + ἀποστέλλουσι; πότερον ὡς ἐλευθερουμένων αὐτῶν διὰ τὴν ἀπόλυσιν + ἔσχεν ὁ λόγος πίστιν, καὶ τοιοῦτόν ἐστι τὸ εἰς Ἐλευθεράσ, + οἷον τὸ εἰς Ἀμελοῦς χώραν καὶ τὸ ἣξεις εἰς Ἀρέσαντος + ἕδοσ ἢ κατὰ τὸν μῦθον ἐπεὶ μόνοι + τῶν Λυκάωνος + παίδων + Ἐλευθὴρ καὶ Λεβεάδος +Λέβαδος? οὐ μετέσχον τοῦ περὶ τὸν Δία + μιάσματος ἀλλʼ εἰς Βοιωτίαν· ἔφυγον, καὶ Λεβαδεῦσιν ἔστιν ἰσοπολιτεία + πρὸς Ἀρκάδας; εἰς Ἐλευθερὰς οὖν ἀποπέμπουσι τοὺς ἐν τῷ ἀβάτῳ τοῦ + Διὸς ἀκουσίως γενομένους. ἢ ὡς Ἀρχίτιμος +Ἀρχίτιμος] Mueller. 4 p. 317 ἐν τοῖς +Ἀρκαδικοῖς ἐμβάντας τινὰς κατʼ ἄγνοιαν φησιν ὑπʼ Ἀρκάδων + παραδοθῆναι Φλιασίοις, ὑπὸ δὲ Φλιασίων Μεγαρεῦσιν, ἐκ δὲ Μεγαρέων εἰς + Θήβας κομιζομένους περὶ τὰς Ἐλευθερὰς ὕδατι καὶ βρονταῖς καὶ διοσημίαις +διοσημίαις Duebnerus hic et infra: διοσημείαις + + ἄλλαις κατασχεθῆναι· ἀφʼ οὗ δὴ καὶ τὸν + + τόπον Ἐλευθερὰς ἔνιοί φασι προσαγορεύεσθαι. τὸ + μέντοι σκιὰν μὴ πίπτειν ἀπὸ τοῦ ἐμβάντος + εἰς τὸ Λύκαιον λέγεται μὲν οὐκ ἀληθῶς, ἔσχηκε +ἔσχηκε W: ἐσχηκέναι + δὲ πίστιν ἰσχυράν. + πότερον τοῦ ἀέρος εἰς νέφη τρεπομένου καὶ σκυθρωπάζοντος ἐπὶ τοῖς + εἰσιοῦσιν, ἢ ὅτι θανατοῦται μὲν + ὁ ἐμβάς, + τῶν δʼ ἀποθανόντων οἱ Πυθαγορικοὶ λέγουσι τὰς; ψυχὰς μὴ ποιεῖν σκιὰν + μηδὲ σκαρδαμύττειν; ἢ σκιὰν μὲν ὁ ἥλιος ποιεῖ, τὸν δʼ ἣλιον ἀφαιρεῖται + τοῦ ἐμβάντος ὁ νόμος; καὶ τοῦτʼ αἰνιττόμενοι λέγουσι· καὶ γὰρ ἔλαφος ὁ + ἐμβὰς + καλεῖται. διὸ καὶ Κανθαρίωνα τὸν + Ἀρκάδα πρὸς Ἠλείους αὐτομολήσαντα πολεμοῦντας Ἀρκάσι καὶ διαβάντα + μετὰ λείας τὸ ἄβατον, καταλυθέντος δὲ + τοῦ πολέμου καὶ +καὶ] del. Huttenus φυγόντα εἰς Σπάρτην, + ἐξέδοσαν οἱ Λακεδαιμόνιοι τοῖς Ἀρκάσι, τοῦ θεοῦ κελεύσαντος + ἀποδιδόναι τὸν ἔλαφον.

+
+
+

τίς Εὔνοστος ἣρως ἐν Τανάγρᾳ καὶ διὰ τίνα + αἰτίαν τὸ ἄλσος αὐτοῦ γυναιξὶν ἀνέμβατόν ἐστιν; Ἐλιέως τοῦ + Κηφισοῦ καὶ Σκιάδος Εὔνοστος ἦν υἱός, ᾧ φασιν ὑπὸ νύμφης + Εὐνόστας ἐκτραφέντι τοῦτο γενέσθαι τοὔνομα. καλὸς δʼ ὢν καὶ δίκαιος + οὐχ + ἧττον ἦν σώφρων καὶ αὐστηρός· + ἐρασθῆναι δʼ αὐτοῦ λέγουσιν Ὄχναν, μίαν τῶν Κολωνοῦ θυγατέρων + ἀνεψιὰν οὖσαν. ἐπεὶ δὲ + πειρῶσαν ὁ Εὔνοστος ἀπετρίψατο, +ἀπετρίψατο Cobetus: ἀπετρέψατο + καὶ λοιδορήσας ἀπῆλθεν εἰς τοὺς + ἀδελφοὺς κατηγορήσων, ἔφθασεν ἡ παρθένος τοῦτο πράξασα κατʼ + ἐκείνου καὶ παρώξυνε τοὺς; ἀδελφοὺς Ἔχεμον καὶ + Λέοντα καὶ Βουκόλον ἀποκτεῖναι τὸν Εὔνοστον, ὡς πρὸς βίαν αὐτῇ + συγγεγενημένον. ἐκεῖνοι μὲν οὖν ἐνεδρεύσαντες ἀπέκτειναν τὸν νεανίσκον. + ὁ δʼ Ἐλιεὺς + ἐκείνους + ἔδησεν· ἡ δʼ Ὄχνη μεταμελομένη καὶ γέμουσα + + ταραχῆς, ἅμα μὲν αὑτὴν ἀπαλλάξαι θέλουσα τῆς διὰ τὸν ἔρωτα λύπης, + ἅμα δʼ οἰκτίρουσα τοὺς ἀδελφοὺς; ἐξήγγειλε πρὸς τὸν Ἐλιέα πᾶσαν τὴν + ἀλήθειαν, ἐκεῖνος; δὲ Κολωνῷ. Κολωνοῦ δὲ δικάσαντος, οἱ μὲν ἀδελφοὶ + τῆς; Ὄχνης ἔφυγον, αὐτὴ δὲ κατεκρήμνισεν + + ἑαυτήν, ὡς Μυρτὶς ἡ Ἀνθηδονία ποιήτρια μελῶν ἱστόρηκε. τοῦ δʼ + Εὐνόστου τὸ ἡρῷον καὶ τὸ ἄλσος οὕτως ἀνέμβατον ἐτηρεῖτο +ἐτηρεῖτο W: ἐτήρει + καὶ + ἀπροσπέλαστον γυναιξίν, ὥστε πολλάκις σεισμῶν ἢ αὐχμῶν ἢ διοσημιῶν + ἄλλων γενομένων ἀναζητεῖν καὶ πολυπραγμονεῖν + + ἐπιμελῶς τοὺς + Ταναγραίους, μὴ λέληθε γυνὴ τῷ τόπῳ πλησιάσασα, καὶ λέγειν ἐνίους, ὧν + ὁ Κλείδαμος ἦν, ἀνὴρ ἐπιφανής, ἀπηντηκέναι αὐτοῖς τὸν Εὔνοστον ἐπὶ + θάλατταν βαδίζοντα λουσόμενον, ὡς· γυναικὸς ἐμβεβηκυίας + εἰς τὸ τέμενος. ἀναφέρει δὲ καὶ Διοκλῆς +Διοκλῆς] Mueller. 3 p. 78 ἐν τῷ περὶ ἡρῴων συντάγματι + δόγμα Ταναγραίων, περὶ ὧν ὁ Κλείδαμος ἀπήγγειλεν.

+
+
+

πόθεν ἐν τῇ Βοιωτίᾳ περὶ τὸν Ἐλέωνα + + ποταμὸς Σκάμανδρος ὠνομάσθη Δηίμαχος ὁ Ἐλεῶνος υἱός, ἑταῖρος + ὢν Ἡρακλέους, μετέσχε τῆς ἐπὶ Τροίαν στρατείας· τοῦ δὲ πολέμου μῆκος + ὡς ἔοικε λαμβάνοντος, ἐρασθεῖσαν αὐτοῦ Γλαυκίαν τὴν Σκαμάνδρου θυγατέρα + προσδεξάμενος ἔγκυον ἐποίησεν, + + εἶτʼ αὐτὸς μὲν + ἔπεσε μαχόμενος τοῖς Τρωσὶν ἡ δὲ Γλαυκία φοβουμένη κατάφωρος γενέσθαι + τῷ Ἡρακλεῖ scrib. vid. aut πρὸς τὸν Ἡρακλῆ cum Herw. aut προσέφυγε cum W κατέφυγε, καὶ κατεῖπεν αὑτῆς τὸν ἔρωτα καὶ τὴν γενομένην + πρὸς τὸν Δηίμαχον ὁμιλίαν. ὁ δʼ ἅμα μὲν οἴκτῳ τῆς γυναικὸς ἅμα δὲ + χαίρων τῷ ὑπολείπεσθαι + γένος ἀνδρὸς ἀγαθοῦ + καὶ συνήθους, ἀνέλαβε τὴν Γλαυκίαν εἰς τὰς ναῦς, καὶ τεκοῦσαν υἱὸν + ἀγαγὼν ἐν τῇ Βοιωτίᾳ ἀπέδωκε τῷ Ἐλέωνι καὶ τὸ παιδίον καὶ αὐτήν. + ὠνομάσθη δʼ ὁ παῖς; Σκάμανδρος καὶ τῆς χώρας ἐβασίλευσε. καὶ τὸν μὲν + Ἴναχον + ποταμὸν ἀπʼ αὐτοῦ Σκάμανδρον, τὸ + δὲ πλησίον ῥεῦμα Γλαυκίαν ἀπὸ τῆς μητρὸς ὠνόμασεν· Ἀκίδουσαν + δὲ τὴν κρήνην ἀπὸ + τῆς ἑαυτοῦ γυναικός, ἐξ ἦς ἔσχε τρεῖς θυγατέρας, ἃς τιμῶσιν ἄχρι νῦν παρθένουσ προσαγορεύοντες + +

+
+
+

ἀπὸ τίνος ἐρρήθη +ἐρρήθη *: ἐρρέθη + τὸ παροιμιῶδες αὕτα κυρία; Δίνων ὁ + Ταραντῖνος στρατηγῶν, ἀνὴρ δʼ ὢν ἀγαθὸς ἐν τοῖς πολεμικοῖς, + ἀποχειροτονησάντων αὐτοῦ τινα γνώμην τῶν πολιτῶν, ὡς ὁ + κῆρυξ ἀνεῖπε τὴν νικῶσαν, αὐτὸς ἀνατείνας τὴν δεξιὰν ἅδε εἶπε κρείσσων· οὕτω γὰρ ὁ Θεόφραστος ἱστόρηκε. προσιστόρηκε δὲ καὶ + ὁ Ἀπολλόδωρος ἐν Ῥυτίνῳ, +Ῥυτίνῳ] Mueller. 4 p. 650 τοῦ + κήρυκος αὗται πλείουσ εἰπόντος, ἀλλʼ αὗται φάναι βελτίουσ καὶ ἐπικυρῶσαι τὴν τῶν ἐλαττόνων χειροτονίαν. + +

+
+
+

πόθεν ἡ τῶν Ἰθακησίων πόλις Ἀλαλκομεναὶ προσηγορεύθη διὰ τὸ τὴν + Ἀντίκλειαν ὑπὸ Σισύφου + βιασθεῖσαν ἐν τῇ + παρθενίᾳ τὸν Ὀδυσσέα συλλαβεῖν· ὑπὸ πλειόνων δʼ ἐστὶν εἰρημένον. + Ἴστρος +Ἰστρος] idem 1 p. 426 δʼ ὁ Ἀλεξανδρεὺς ἐν ὑπομνήμασι προσιστόρηκεν, ὅτι τῷ Λαέρτῃ + δοθεῖσα πρὸς γάμον καὶ ἀναγομένη, περὶ τὸ Ἀλαλκομένιον +Ἀλαλκομένιον *: ἀλαλκομένειον + ἐν τῇ Βοιωτίᾳ + τὸν Ὀδυσσέα + τέκοι, καὶ διὰ τοῦτʼ ἐκεῖνος + ὥσπερ μητροπόλεως +μητροπόλεως S: μεσοπόλεως + ἀναφέρων τοὔνομα τὴν ἐν Ἰθάκῃ πόλιν οὕτω φησὶ + προσαγορεύεσθαι. +φησὶ προσαγορεύεσθαι] προσαγορεύσειε Huttenus +

+
+
+

τίνες ἐν Αἰγίνῃ οἱ μονοφάγοι; τῶν ἐπὶ + τὴν Τροίαν στρατευσάντων Αἰγινητῶν πολλοὶ + μὲν + ἐν ταῖς μάχαις ἀπώλοντο, πλείονες δὲ + κατὰ πλοῦν ὑπὸ +ὑπὸ W: ἀπὸ + τοῦ χειμῶνος ὀλίγους οὖν τοὺς περιλειπομένους οἱ + προσήκοντες ὑποδεξάμενοι, τοὺς δʼ ἄλλους πολίτας ὁρῶντες ἐν πένθεσι καὶ + λύπαις ὄντας, οὔτε χαίρειν ᾤοντο δεῖν φανερῶς οὔτε θύειν τοῖς θεοῖς· + ἀλλὰ κρύφα καὶ κατʼ οἰκίαν ἕκαστοι τοὺς + σεσῳσμένους ἀνελάμβανον ἑστιάσεσι καὶ φιλοφροσύναις, αὐτοὶ διακονούμενοι πατράσι καὶ συγγενέσι καὶ ἀδελφοῖς καὶ + οἰκείοις, ἀλλοτρίου μηδενὸς παρεισιόντος. ταῦτʼ οὖν ἀπομιμούμενοι τῷ + Ποσειδῶνι θυσίαν ἄγουσι + τοὺς καλουμένους θιάσους, ἐν ᾗ καθʼ αὑτοὺς ἐφʼ + ἡμέρας ἑκκαίδεκα μετὰ σιωπῆς ἑστιῶνται, δοῦλος δʼ + οὐ πάρεστιν· εἶτα ποιήσαντες Ἀφροδίσια διαλύουσι τὴν ἑορτήν· ἐκ δὲ + τούτου μονοφάγοι καλοῦνται.

+
+
+

διὰ τί τοῦ Λαβρανδέως +Λαβρανδέως * hic et infra: λαβραδέως + Διὸς ἐν Καρίᾳ τὸ ἄγαλμα πέλεκυν ἠρμένον + οὐχὶ δὲ σκῆπτρον ἢ κεραυνὸν + + πεποίηται; ὅτι Ἡρακλῆς Ἱππολύτην ἀποκτείνας καὶ μετὰ τῶν + ἄλλων ὅπλων αὐτῆς λαβὼν τὸν πέλεκυν Ὀμφάλῃ δῶρον δέδωκεν. οἱ δὲ μετʼ + Ὀμφάλην Λυδῶν βασιλεῖς ἐφόρουν αὐτὸν ὥς τι τῶν ἄλλων + ἱερῶν ἐκ διαδοχῆς + παραλαμβάνοντες, ἄχρι Κανδαύλης + ἀπαξιώσας; + ἑνὶ τῶν ἑταίρων φορεῖν ἔδωκεν. ἐπεὶ δὲ Γύγης ἀποστὰς ἐπολέμει πρὸς + αὐτόν, ἦλθεν Ἄρσηλις ἐκ Μυλασέων +Μυλασέων *: μυλέων + ἐπίκουρος τῷ Γύγῃ μετὰ δυνάμεως, + καὶ τόν τε Κανδαύλην καὶ τὸν ἑταῖρον αὐτοῦ διαφθείρει, καὶ τὸν πέλεκυν + εἰς Καρίαν ἐκόμισε + μετὰ τῶν ἄλλων λαφύρων. + καὶ Διὸς ἄγαλμα κατασκευάσας τὸν πέλεκυν ἐνεχείρισε, καὶ Λαβρανδέα τὸν + θεὸν προσηγόρευσε· Λυδοὶ γάρ λάβρυν τὸν πέλεκυν ὀνομάζουσι.

+
+
+

διὰ τί Τραλλιανοὶ καθαρτῆρα καλοῦσι τὸν + + ὄροβον καὶ χρῶνται + μάλιστα πρὸς τὰς ἀφοσιώσεις καὶ τοὺς καθαρμούς; ἦ ὅτι Λέλεγες + καὶ Μινύαι τὸ παλαιὸν ἐξελάσαντες αὐτοὺς τὴν πόλιν καὶ τὴν χώραν κατεῖχον, ὕστερον δʼ οἱ Τραλλιανοὶ κατελθόντες καὶ + κρατήσαντες, ὅσοι τῶν Λελέγων οὐ διεφθάρησαν οὐδʼ ἔφυγον ἀλλὰ διʼ + ἀμηχανίαν βίου καὶ ἀσθένειαν ὑπελείφθησαν αὐτόθι, τούτων οὐδένα λόγον + ἔχοντες + οὔτε ζώντων οὔτʼ ἀπολλυμένων, νόμον + ἔθεντο τὸν κτείναντα Μινύην ἢ Λελέγην +Λελέγην +Λέλεγα? Τραλλιανῶν καθαρὸν εἶναι, + μέδιμνον ὀρόβων ἀπομετρήσαντα τοῖς οἰκείοις τοῦ φονευθέντος;

+
+
+

διὰ τί παρὰ τοῖς Ἠλείοις παροιμιῶδές ἐστι + + τὸ δεινότερα + Σαμβίκου παθεῖν; λέγεταί τινα Σάμβικον Ἠλεῖον ἔχοντα πολλοὺς ὑφʼ ἑαυτῷ συνεργοὺς + πολλὰ περικόψαι τῶν ἐν Ὀλυμπίᾳ χαλκῶν ἀναθημάτων καὶ ἀποδόσθαι, τέλος + δὲ συλῆσαι τὸ τῆς ἐπισκόπου Ἀρτέμιδος ἱερόν· τοῦτο δʼ ἐστὶ μὲν ἐν +Ἤλιδι, καλεῖται δʼ, Ἀριστάρχειον· εὐθὺς + οὖν μετὰ ταύτην τὴν ἱεροσυλίαν ἁλόντα βασανίζεσθαι διʼ ἐνιαυτοῦ περὶ + ἑκάστου τῶν κεκοινωνηκότων ἀνακρινόμενον, καὶ οὕτως ἀποθανεῖν καὶ τὴν + παροιμίαν ἐπὶ τοῖς ἐκείνου πάθεσι γενέσθαι. + +

+
+
+

διὰ τί ἐν Λακεδαίμονι παρὰ τὸ τῶν Λευκιππίδων ἱερὸν ἵδρυται τοῦ + Ὀδυσσέως ἡρῷον; Ἐργίαιος, +Ἐργίαιος] Ἐργίνος? εἷς τῶν Διομήδους ἀπογόνων, ὑπὸ + Τημένου +Τημένου * hic et infra: τημενοῦ + + πεισθεὶς; + ἐξέκλεψε τὸ παλλάδιον ἐξ Ἄργους, συνειδότος Λεάγρου καὶ συνεκκλέπτοντος· + ἦν δʼ οὗτος + εἷς τῶν Τημένου συνήθων. + ὕστερον δὲ τῷ Τημένῳ γενόμενος διʼ ὀργῆς ὁ Λέαγρος εἰς Λακεδαίμονα + μετέστη τὸ παλλάδιον κομίζων. οἱ δὲ βασιλεῖς δεξάμενοι + προθύμως ἱδρύσαντο πλησίον τοῦ τῶν Λευκιππίδων ἱεροῦ, καὶ πέμψαντες εἰς + Δελφοὺς διεμαντεύοντο περὶ σωτηρίας αὐτοῦ καὶ φυλακῆς. ἀνελόντος δὲ τοῦ + θεοῦ ἕνα τῶν ὑφελομένων τὸ παλλάδιον + φύλακα + ποιεῖσθαι, κατεσκεύασαν αὐτόθι τοῦ Ὀδυσσέως τὸ ἡρῷον, ἄλλως τε καὶ + προσήκειν τῇ πόλει τὸν ἥρωα διὰ τὸν τῆς Πηνελόπης γάμον ὑπολαβόντες + +

+
+
+

διὰ τί ταῖς Χαλκηδονίαις ἔθος ἐστίν, ὅταν ἀνδράσιν ἀλλοτρίοις + ἐντύχωσι, μάλιστα δʼ ἄρχουσι, + τὴν ἑτέραν + περικαλύπτεσθαι παρειάν; πόλεμος ἦν αὐτοῖς πρὸς Βιθυνοὺς ἐκ πάσης + παροξυνομένοις προφάσεως Ζειποίτου δὲ βασιλεύσαντος αὐτῶν, πανστρατιᾷ, +πανστρατιᾷ] fort. transponendum post τοῦ Ζειποίτου (lin. 15) vel ante καὶ + Θρᾳκῶν ἐπικουρίας προσγενομένης, ἐπυρπόλουν καὶ κατέτρεχον τὴν χώραν, + ἐπιθεμένου + δὲ τοῦ Ζειποίτου περὶ τὸ + καλούμενον Φάλιον αὐτοῖς, κακῶς ἀγωνισάμενοι διὰ θράσος καὶ ἀταξίαν + ὑπὲρ ὀκτακισχιλίους ἀπέβαλον στρατιώτας· καὶ παντελῶς + μὲν οὐκ ἀνῃρέθησαν τότε, + Ζειποίτου Βυζαντίοις χαρισαμένου τὰς διαλύσεις· πολλῆς δὲ τὴν πόλιν + ἐρημίας; ἀνδρῶν κατεχούσης αἱ μὲν + πλεῖσται γυναῖκες ὑπʼ ἀνάγκης ἀπελευθέροις καὶ μετοίκοις συνῴκησαν αἱ δʼ + ἀνανδρίαν ἀντὶ τοιούτων ἑλόμεναι γάμων, αὐταὶ διʼ αὑτῶν ἔπραττον ὅτου + δεηθεῖεν παρὰ δικασταῖς + + καὶ ἄρχουσιν, ἀπάγουσαι θάτερον μέρος τοῦ + + προσώπου τῆς καλύπτρας αἱ δὲ γεγαμημέναι διʼ αἰσχύνην ἀναμιμούμεναι ταύτας + ὡς ἑαυτῶν βελτίονας εἰς ἔθος ὅμοιον κατέστησαν. +

+
+
+

διὰ τί πρὸς τὸ τοῦ Ἀγήνορος τέμενος τὰς ὄις +οἶς *: ὄϊς + προσελαύνοντες οἱ + Ἀργεῖοι βιβάζουσιν ἦ ὅτι κάλλιστα προβάτων ὁ Ἀγήνωρ ἐπεμελήθη + καὶ πλεῖστα ποίμνια τῶν βασιλέων ἐκτήσατο; + +

+
+
+

διὰ τί Βαλλαχράδας ἑαυτοὺς Ἀργείων παῖδες ἐν ἑορτῇ τινι παίζοντες + ἀποκαλοῦσιν; ἦ ὅτι τοὺς πρώτους ὑπʼ Ἰνάχου καταχθέντας ἐκ τῶν + ἄκρων +ἄκρων Madvigius: ἀγρῶν + εἰς τὰ πεδία ἀχράσι διατραφῆναι λέγουσιν; ἀχράδας δὲ πρῶτον ἐν + Πελοποννήσῳ φανῆναι τοῖς Ἕλλησιν, ἔτι + + τῆς χώρας ἐκείνης + Ἀπίας προσαγορευομένης· ὅθεν ἄπιοι αἱ +αἱ *: οἱ + ἀχράδες ἐπωνομάσθησαν.

+
+
+

τίς ἡ αἰτία, διʼ ἣν Ἠλεῖοι τὰς ἐνόδας +ἐνόδας] corruptum. cf. Symbolas meas ἵππους ἐκτὸς ὅρων + ἀπάγοντες βιβάζουσιν; ἦ ὅτι πάντων τῶν βασιλέων φιλιππότατος ὢν + ὁ Οἰνόμαος καὶ + μάλιστα τὸ ζῷον ἀγαπήσας + τοῦτʼ ἐπηράσατο πολλὰ καὶ δεινὰ κατὰ τῶν ἵππους +ἵππους W: ἵππων + ὀχευόντων ἐν Ἤλιδι, + καὶ φοβούμενοι τὴν κατάραν ἐκείνην ἀφοσιοῦνται;

+
+
+

διὰ τί παρὰ Κνωσσίοις ἔθος ἦν ἁρπάζειν τοῖς δανειζομένοις τὸ + ἀργύριον ἦ ὅπως ἀποστεροῦντες + + ἔνοχοι τοῖς βιαίοις ὦσι καὶ μᾶλλον κολάζωνται; + +

+
+
+

τίς ἡ αἰτία, διʼ ἣν ἐν Σάμῳ τὴν Δεξικρέοντος Ἀφροδίτην + καλοῦσι πότερον ὅτι τὰς γυναῖκας αὐτῶν ὑπὸ τρυφῆς; καὶ ὕβρεως + ἀκόλαστα ποιούσας Δεξικρέων ἀνὴρ ἀγύρτης καθαρμῷ χρησάμενος ἀπήλλαξεν· + ἢ ὅτι ναύκληρος ὢν ὁ Δεξικρέων + ἔπλευσεν εἰς Κύπρον ἐπʼ ἐμπορίᾳ, καὶ μέλλοντα γεμίζειν τὴν ναῦν +τὴν ναῦν * τὴν Ἀφροδίτην κελεύειν ὕδωρ ἐμβαλόμενον καὶ + μηδὲν ἄλλο πλεῖν τὴν ταχίστην πεισθεὶς δὲ καὶ πολὺ ὕδωρ ἐνθέμενος + ἐξέπλευσεν, εἶτα νηνεμίας καὶ γαλήνης ἐν τῷ πελάγει κατασχούσης, διψῶσι + τοῖς ἄλλοις + ἐμπόροις καὶ ναυκλήροις ὕδωρ + πιπράσκων ἀργύριον πολὺ συνήθροισεν; ἐκ δὲ τούτου κατασκευάσας τὴν + θεὸν ἀφʼ ἑαυτοῦ + προσηγόρευσεν. εἰ δὴ τοῦτʼ ἀληθές ἐστι, φαίνεται +φαίνεται] fort. collocandum post πλουτίσαι + οὐχ ἕνα πλουτίσαι, + πολλοὺς δὲ σῶσαι διʼ ἑνὸς ἡ θεὸς θελήσασα. + +

+
+
+

διὰ τί τοῖς Σαμίοις, ὅταν τῷ Ἑρμῇ τῷ χαριδότῃ θύωσι, κλέπτειν + ἐφεῖται τῷ βουλομένῳ καὶ λωποδυτεῖν ὅτι κατὰ χρησμὸν ἐκ τῆς + νήσου μεταστάντες εἰς Μυκάλην ἀπὸ λῃστείας δέκα ἔτη διεγένοντο· καὶ + μετὰ ταῦτα πλεύσαντες αὖθις εἰς τὴν + νῆσον, + ἐκράτησαν τῶν πολεμίων οἱ Σάμιοι.

+
+
+

ἀπὸ τίνος Πάναιμα τόπος ἐν τῇ Σαμίων νήσῳ καλεῖται; ἦ ὅτι + φεύγουσαι Διόνυσον +Διόνυσον W: διονύσιον + αἱ Ἀμαζόνες ἐκ τῆς Ἐφεσίων χώρας; εἰς Σάμον + διέπλευσαν· + ὁ δὲ + ποιησάμενος πλοῖα καὶ διαβὰς μάχην συνῆψε + καὶ + πολλὰς αὐτῶν ἀπέκτεινε περὶ τὸν τόπον τοῦτον, ὃν διὰ τὸ πλῆθος τοῦ + ῥυέντος αἵματος οἱ θεώμενοι Πάναιμα θαυμάζοντες ἐκάλουν; τῶν δὲ φ +ita E cum lac. 5 litt.: φάντων + + ἀποθανεῖν τινες λέγονται περὶ τὸ Φλοιὸν καὶ τὰ ὀστᾶ δείκνυται αὐτῶν· + τινὲς δὲ λέγουσι καὶ τὸ Φλοιὸν ἐπʼ + ἐκείνων + ῥαγῆναι, φθεγγομένων μέγα τι καὶ διάτορον.

+
+
+

ἀπὸ ποίας αἰτίας ὁ ἀνδρὼν ἐν Σάμῳ πεδήτης καλεῖται; τῶν + γεωμόρων ἐχόντων τὴν πολιτείαν μετὰ τὴν Δημοτέλους + σφαγὴν καὶ τὴν κατάλυσιν τῆς ἐκείνου μοναρχίας, οἱ Μεγαρεῖς Περινθίοις + ἐπεστράτευσαν + ἀποίκοις + οὖσι Σαμίων, πέδας κομίζοντες ὡς λέγεται ἐπὶ τοὺς αἰχμαλώτους. ταῦτα δʼ + οἱ γεωμόροι + πυνθανόμενοι βοήθειαν ἔπεμπον κατὰ + τάχος, στρατηγοὺς μὲν ἀποδείξαντες ἐννέα, ναῦς δὲ πληρώσοντες + τριάκοντα, τούτων ἐκπλέουσαι + δύο πρὸ τοῦ λιμένος ὑπὸ κεραυνοῦ διεφθάρησαν· οἱ στρατηγοὶ ταῖς ἄλλαις + πλεύσαντες ἐνίκων τοὺς Μεγαρέας καὶ + ζῶντας + αὐτῶν ἔλαβον ἑξακοσίους. ἐπαρθέντες δὲ τῇ νίκῃ διενοοῦντο καταλύειν, + τὴν οἴκοι γεωμόρων ὀλιγαρχίαν, παρέσχον οἱ προεστῶτες τῆς πολιτείας, + γράψαντες αὐτοῖς ὅπως τοὺς αἰχμαλώτους τῶν Μεγαρέων κομίσωσι ταῖς + αὐτῶν ἐκείνων πέδαις + δεδεμένους. λαβόντες + οὖν τὰ γράμματα ταῦτα καὶ δείξαντες κρύφα τισὶ +τισὶ W: τοῖς + τῶν Μεγαρέων, ἔπεισαν + αὐτοὺς + συστῆναι μεθʼ, + αὑτῶν καὶ τὴν πόλιν ἐλευθερῶσαι βουλευομένοις κοινῇ περὶ τῆς πράξεως + ἔδοξε τῶν πεδῶν τοὺς κρίκους διακροτῆσαι, καὶ περιθέντας + οὕτω τοῖς σκέλεσι τῶν Μεγαρέων ἀναλαβεῖν πρὸς τὰς + ζώνας ἱμᾶσιν, ὅπως μὴ περιρρέωσι μηδʼ ἐκβαίνωσιν αὐτῶν ἐν τῷ βαδίζειν + χαλαρῶν γενομένων, οὕτω δὲ τοὺς ἄνδρας ἐνσκευάσαντες καὶ ξίφος ἑκάστῳ + δόντες, ἐπεὶ κατέπλευσαν εἰς Σάμον καὶ ἀπέβησαν, + ἦγον αὐτοὺς διʼ ἀγορᾶς εἰς τὸ βουλευτήριον, ὁμοῦ τι πάντων + τῶν γεωμόρων συγκαθεζομένων, εἶτα σημείου δοθέντος, οἱ Μεγαρεῖς + προσπεσόντες ἔκτεινον τοὺς ἄνδρας. οὕτω δὲ τῆς πόλεως ἐλευθερωθείσης + τούς τε βουλομένους τῶν + Μεγαρέων πολίτας ἐποιήσαντο καὶ κατασκευάσαντες οἶκον εὐμεγέθη τὰς πέδας + ἀνέθηκαν, καὶ ἀπὸ τούτου πεδήτησ ὁ οἶκος ὠνομάσθη.

+
+
+

διὰ τί παρὰ Κῴοις ὁ τοῦ Ἡρακλέους ἱερεὺς; + ἐν Ἀντιμαχείᾳ γυναικείαν ἐνδεδυμένος ἐσθῆτα καὶ τὴν + κεφαλὴν ἀναδούμενος μίτρᾳ κατάρχεται τῆς θυσίας; Ἡρακλῆς ταῖς + ἓξ ναυσὶν ἀπὸ Τροίας ἀναχθεὶς ἐχειμάσθη, καὶ τῶν νεῶν διαφθαρεισῶν + μιᾷ μόνῃ πρὸς τὴν Κῶν ὑπὸ τοῦ πνεύματος ἐλαυνόμενος + ἐξέπεσε κατὰ τὸν Λακητῆρα καλούμενον, οὐδὲν ἄλλο + περισῴσας ἢ τὰ + ὅπλα καὶ τοὺς ἄνδρας. ἐντυχὼν δὲ προβάτοις ᾔτει κριὸν ἕνα παρὰ τοῦ + νέμοντος· ὁ δʼ ἄνθρωπος ἐκαλεῖτο μὲν Ἀνταγόρας, ἀκμάζων δὲ τῇ ῥώμῃ + τοῦ σώματος ἐκέλευσεν αὑτῷ διαπαλαῖσαι τὸν +Ἡρακλέα, κἂν καταβάλῃ, τὸν κριὸν φέρεσθαι. καὶ συμπεσόντος αὐτῷ τοῦ + Ἡρακλέους ἐς χεῖρας, οἱ Μέροπες τῷ Ἀνταγόρᾳ παραβοηθοῦντες, οἱ δʼ + Ἕλληνες τῷ Ἡρακλεῖ, μάχην καρτερὰν συνῆψαν. ἐν λέγεται τῷ πλήθει + καταπονούμενος ὁ Ἡρακλῆς καταφυγεῖν + πρὸς + γυναῖκα Θρᾷτταν καὶ διαλαθεῖν ἐσθῆτι γυναικείᾳ κατακρύψας ἑαυτόν. ἐπεὶ + δὲ τῶν Μερόπων + αὖθις + κρατήσας καὶ καθαρθεὶς ἐγάμει τὴν Ἀλκιόπου, ἀνέλαβε στολὴν ἀνθίνην. +ἀνθινήν *: ἀνθίνην + + διὸ θύει μὲν ὁ ἱερεὺς ὅπου τὴν μάχην συνέβη γενέσθαι, τὰς δὲ νύμφας + οἱ γαμοῦντες + δεξιοῦνται γυναικείαν στολὴν + περιθέμενοι.

+
+
+

πόθεν ἐν Μεγάροις γένος ἁμαξοκυλιστῶν; ἐπὶ τῆς ἀκολάστου + δημοκρατίας, ἣ καὶ τὴν παλιντοκίαν ἐποίησε καὶ τὴν ἱεροσυλίαν, + ἐπορεύετο θεωρία Πελοποννησίων εἰς Δελφοὺς διὰ τῆς + Μεγαρικῆς καὶ + + κατηυλίσθησαν +κατηυλίσθησαν W: κατεκυλίσθησαν + ἐν Αἰγείροις παρὰ τὴν λίμνην μετὰ παίδων καὶ γυναικῶν ὡς + ἔτυχεν ἐν ταῖς ἁμάξαις. τῶν δὲ Μεγαρέων οἱ θρασύτατοι μεθυσθέντες, + ὕβρει καὶ ὠμότητι τὰς ἁμάξας ἀνακυλίσαντες εἰς τὴν λίμνην ἐνεώσαντο + ὥστε πολλοὺς ἀποπνιγῆναι τῶν θεωρῶν. οἱ μὲν οὖν Μεγαρεῖς διʼ ἀταξίαν + τῆς πολιτείας ἠμέλησαν τοῦ ἀδικήματος, οἱ δʼ Ἀμφικτύονες, ἱερᾶς τῆς + θεωρίας οὔσης, ἐπιστραφέντες τοὺς μὲν + φυγῇ + τοὺς δὲ θανάτῳ τῶν ἐναγῶν ἐζημίωσαν. οἱ δʼ ἀπὸ τοῦ γένους ἁμαξοκυλισταί προσηγορεύθησαν.

+
+
+
+
\ No newline at end of file