diff --git a/data/tlg0007/tlg099/tlg0007.tlg099.perseus-grc2.xml b/data/tlg0007/tlg099/tlg0007.tlg099.perseus-grc2.xml new file mode 100644 index 000000000..e9d9a759e --- /dev/null +++ b/data/tlg0007/tlg099/tlg0007.tlg099.perseus-grc2.xml @@ -0,0 +1,252 @@ + + + + + + +Εἰ αὐτάρκης ἡ κακία πρὸς κακοδαιμονίαν +Plutarch +Grēgorios N. Vernardakēs +Perseus Project, Tufts University +Gregory Crane + +Prepared under the supervision of +Lisa Cerrato +Rashmi Singhal +Bridget Almas + +The National Endowment for the Humanities + + +Trustees of Tufts University +Medford, MA +Perseus Project +2010-12-13 + + + + +Plutarch +Moralia +Grēgorios N. Vernardakēs + +Leipzig +Teubner +1891 + +3 + +The Internet Archive + + + + + + +

optical character recognition

+
+
+

Text encoded in accordance with the latest EpiDoc standards

+

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE +Architecture

+ + +

This pointer pattern extracts sections

+
+ +
+
+ + +Greek +English +Latin + + + +tagged and parsed +EpiDoc and CTS Conversion + +
+ + +
+ +
+

+ + ὑπομένει lac. ante ὑπομένει +signavit Amyotus + πεπραμένον τὸ σῶμα +πεπραμένον τὸ σῶμα Nauck. p. 606: τὸ σῶμα +πεπραμένον + τῆς φερνῆς ἔχων ὡς Εὐριπίδης φησίν, βραχέα δεδήλωται καὶ ἀβέβαια τῷ δʼ οὐ πολλῆς +διὰ τέφρας, ἀλλὰ πυρκαϊᾶς τινος + βασιλικῆς πορευομένῳ καὶ +περιφλεγομένῳ, ἄσθματος καὶ φόβου μεστῷ καὶ ἱδρῶτος διαποντίου, πλοῦτόν τινα προσθεῖσα +προσθεῖσα] προστίθησι W +Ταντάλειον ἀπολαῦσαι διʼ ἀσχολίαν οὐ δυναμένῳ. ὁ μὲν γὰρ Σικυώνιος +Σικυώνιος] Hom Ψ 297 +ἐκεῖνος ἱπποτρόφος εὖ φρονῶν ἔδωκε τῷ βασιλεῖ τῶν Ἀχαιῶν θήλειαν +ἵππον δρομάδα δῶρον, +ἵνα μὴ οἱ ἕποιθʼ ὑπὸ Ἴλιον ἠνεμόεσσαν +ἀλλʼ αὐτοῦ +ἀλλʼ αὐτοῦ Homerus: ἀλλὰ + τέρποιτο μένων + εἰς βαθεῖαν εὐπορίαν καὶ σχολὴν ἄλυπον ἀνακλίνας ἑαυτόν· οἱ δὲ νῦν ἄλυποι +ἄλυποι] ex praegresso ἄλυπον +ortum; quid lateat incertum. αὐλικοὶ Amyotus καὶ πρακτικοὶ +δοκοῦντες εἶναι, μηδενὸς καλοῦντος ὠθοῦνται διʼ αὑτῶν ἐπὶ + τράχηλον εἰς αὐλὰς καὶ προπομπὰς καὶ +θυραυλίας ἐπιπόνους, ἵνʼ ἵππου τινὸς ἢ πόρπης ἢ τοιαύτης τινὸς εὐημερίας τύχωσι. + + τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο, +Hom. B 700 + καὶ δόμος ἡμιτελής· + σύρεται δὲ καὶ πλανᾶται τριβόμενος ἔν τισιν +ἔν τισιν] ἔντευξιν W +ἐλπίσιν +ἐλπίσιν R: ἐλπίζων + καὶ προπηλακιζόμενος· ἂν δὲ καὶ τύχῃ τινὸς ὧν ποθεῖ, +περιενεχθεὶς καὶ σκοτοδινιάσας πρὸς τὸν τῆς τύχης πεταυρισμὸν ἀπόβασιν ζητεῖ καὶ μακαρίζει τοὺς +ἀδόξους καὶ ἀσφαλῶς ζῶντας οἱ δʼ ἐκεῖνον πάλιν ἄνω βλέποντες ὑπὲρ αὑτοὺς φερόμενον. +

+
+
+

παντοίως; +παντοίως W: πάντως + ἡ κακία διατίθησι πάντας ἀνθρώπους, αὐτοτελής τις οὖσα τῆς +κακοδαιμονίας δημιουργός· οὔτε γὰρ ὀργάνων οὔτε ὑπηρετῶν ἔχει χρείαν. ἄλλοι δὲ +ἄλλοι δὲ] ἀλλʼ οἵ γε W +τύραννοι σπουδάζοντες οὓς ἂν κολάζωσιν ἀθλίους ποιεῖν δημίους τρέφουσι καὶ βασανιστάς, ἢ καυτήρια +καὶ σφῆνας ἐπιμηχανῶνται, ἀλόγου ψυχῇ +ἀλόγου ψυχῆς] insiticia mihi videntur + ἡ δὲ κακία δίχα πάσης παρασκευῆς τῇ ψυχῇ συνελθοῦσα συνέτριψε καὶ +κατέβαλε, λύπης ἐνέπλησε θρήνων βαρυθυμίας μεταμελείας τὸν ἄνθρωπον. τεκμήριον δέ· τεμνόμενοι πολλοὶ +σιωπῶσι καὶ μαστιγούμενοι καρτεροῦσι, +καὶ σφηνούμενοι ὑπὸ δεσποτῶν ἢ τυράννων φωνὴν οὐκ ἀφῆκαν, ὅταν ἡ +ψυχὴ μύσασα τῷ λόγῳ τὸν πόνον +πόνον R: τόνον + ὥσπερ χειρὶ πιέσῃ καὶ κατάσχῃ· θυμῷ δʼ οὐκ ἂν ἐπιτάξειας ἡσυχίαν οὐδὲ πένθει σιωπήν· οὔτε +φοβούμενον στῆναι πείσειας, οὔτε δυσφοροῦντα μετανοίᾳ μὴ βοῆσαι μηδὲ τῶν τριχῶν λαβέσθαι ἢ τὸν μηρὸν κροῦσαι. οὕτω καὶ πυρός ἐστιν ἡ κακία καὶ σιδήρου +βιαιοτέρα. +

+
+
+

αἱ πόλεις δήπουθεν, ὅταν ἔκδοσιν ναῶν ἢ κολοσσῶν προγράφωσιν, ἀκροῶνται τῶν +τεχνιτῶν ἁμιλλωμένων περὶ τῆς ἐργολαβίας καὶ λόγους +λόγους] λογισμοὺς +Herwerdenus καὶ παραδείγματα κομιζόντων εἶθʼ αἱροῦνται τὸν ἀπʼ + ἐλάττονος δαπάνης ταὐτὸ +ταὐτὸ *: τὸ αὐτὸ + ποιοῦντα καὶ βέλτιον καὶ τάχιον. φέρε δὴ καὶ ἡμᾶς ἔκδοσίν τινα βίου καὶ ἀνθρώπου +κακοδαίμονος προκηρύσσειν, εἶτα προσιέναι τῇ ἐργολαβίᾳ τὴν Τύχην καὶ τὴν Κακίαν διαφερομένας· τὴν +μὲν ὀργάνων τε παντοδαπῶν κατάπλεων καὶ παρασκευῆς πολυτελοῦς εἰς +ἀπεργασίαν κακοδαίμονος ζωῆς καὶ οἰκτρᾶς, λῃστήρια τινα καὶ πολέμους καὶ τυράννων μιαιφονίας καὶ +χειμῶνας ἐκ θαλάττης καὶ κεραυνὸν ἐξ ἀέρος ἐφελκομένην καὶ κώνεια τρίβουσαν καὶ ξίφη φέρουσαν καὶ συκοφάντας ξενολογοῦσαν καὶ πυρετοὺς ἐξάπτουσαν καὶ πέδας περικρούουσαν καὶ περιοικοδομοῦσαν +εἱρκτάς· καίτοι τούτων τὰ πλεῖστα τῆς Κακίας μᾶλλον ἢ τῆς Τύχης ἐστίν ἀλλὰ πάντʼ ἔστω τῆς Τύχης. ἡ +δὲ Κακία παρεστῶσα γυμνὴ καὶ μηδενὸς δεομένη τῶν ἔξωθεν ἐπὶ τὸν +ἄνθρωπον ἐρωτάτω καὶ τὴν Τύχην, πῶς ποιήσει κακοδαίμονα καὶ ἄθυμον τὸν ἄνθρωπον. τύχη, πενίαν +ἀπειλεῖς; καταγελᾷ σου Μητροκλῆς, ὃς χειμῶνος ἐν τοῖς προβάτοις +ἐν τοῖς προβάτοις i. e. in balneis privatis Usenerus +καθεύδων καὶ θέρους ἐν τοῖς προπυλαίοις τῶν ἱερῶν τὸν ἐν Βαβυλῶνι + χειμάζοντα καὶ περὶ Μηδίαν θερίζοντα +Περσῶν βασιλέα περὶ εὐδαιμονίας εἰς ἀγῶνα προυκαλεῖτο. δουλείαν καὶ δεσμὰ καὶ πρᾶσιν ἐπάγεις; +καταφρονεῖ σου Διογένης, ὃς ὑπὸ τῶν λῃστῶν πωλούμενος ἐκήρυττε τίς +ὠνήσασθαι βούλεται κύριον; +κύριον ego addidi quod exciderit propter κύλικα + κύλικα φαρμάκου ταράττεις; οὐχὶ καὶ Σωκράτει ταύτην προύπιες, ὁ δʼ ἵλεως καὶ πρᾶος, οὐ +τρέσας οὐδὲ διαφθείρας οὔτε χρώματος οὐδὲν οὔτε σχήματος μάλʼ +εὐκόλως ἐξέπιεν; ἀποθνῄσκοντα δʼ αὐτὸν ἐμακάριζον οἱ ζῶντες, ὡς οὐδʼ ἐν Ἅιδου θείας ἄνευ μοίρας ἐσόμενον. καὶ μὴν τὸ πῦρ σου Δέκιος ὁ +Ῥωμαίων στρατηγὸς προέλαβεν, +προύλαβεν? ὅτε τῶν στρατοπέδων ἐν μέσῳ πυρὰν νήσας +πυρὰν νήσας X: τυραννήσας + τῷ Κρόνῳ κατʼ εὐχὴν αὐτὸς ἑαυτὸν ἐκαλλιέρησεν ὑπὲρ τῆς ἡγεμονίας. Ἰνδῶν δὲ φίλανδροι καὶ +σώφρονες γυναῖκες ὑπὲρ τοῦ πυρὸς ἐρίζουσι καὶ μάχονται πρὸς ἀλλήλας, τὴν δὲ νικήσασαν τεθνηκότι τῷ +ἀνδρὶ συγκαταφλεγῆναι μακαρίαν ᾅδουσιν αἱ λοιπαί. τῶν δʼ ἐκεῖ σοφῶν +οὐδεὶς ζηλωτὸς οὐδὲ μακαριστός ἐστιν, ἂν μὴ ζῶν ἔτι καὶ φρονῶν καὶ ὑγιαίνων τοῦ σώματος τὴν ψυχὴν +πυρὶ διαστήσῃ, καὶ καθαρὸς ἐκβῇ τῆς σαρκὸς ἐκνιψάμενος +ἐκτριψάμενος? τὸ θνητόν. ἀλλʼ ἐξ οὐσίας λαμπρᾶς καὶ οἴκου +καὶ τραπέζης + καὶ πολυτελείας εἰς τρίβωνα καὶ πήραν +καὶ προσαίτησιν ἐφημέρου τροφῆς κατάξεις; ταῦτʼ εὐδαιμονίας ἀρχαὶ Διογένει, ταῦτʼ ἐλευθερίας Κράτητι +καὶ δόξης. ἀλλʼ εἰς σταυρὸν καθηλώσεις ἢ σκόλοπι πήξεις; καὶ τί Θεοδώρῳ μέλει, πότερον ὑπὲρ γῆς ἢ + ὑπὸ γῆς σήπεται; Σκυθῶν εὐδαίμονες ταφαὶ αὗται· Ὑρκανῶν δὲ κύνες +Βακτριανῶν δʼ ὄρνιθες νεκροὺς ἐσθίουσι κατὰ νόμους, ὅταν μακαρίου τέλους +τυγχάνωσιν.

+
+
+

τίνας οὖν ταῦτα κακοδαίμονας ποιεῖ; τοὺς ἀνάνδρους καὶ ἀλογίστους, τοὺς ἀτρίπτους + +ἀτρίπτους W: ἀθρέπτους + καὶ ἀγυμνάστους, τοὺς ἐκ νηπίων ἃς ἔχουσι δόξας φυλάττοντας. +οὐκοῦν οὐκ ἔστιν ἡ Τύχη κακοδαιμονίας +τελεσιουργός, ἂν μὴ κακίαν ἔχῃ συνεργοῦσαν. ὡς γὰρ ἡ κρόκη τὸ ὀστέον πρίει τέφρᾳ καὶ ὄξει διάβροχον +γενόμενον, καὶ τὸν ἐλέφαντα τῷ ζύθει μαλακὸν γενόμενον καὶ χαλῶντα +κάμπτουσι καὶ διασχηματίζουσιν, ἄλλως δʼ οὐ δύνανται· οὕτως ἡ τύχη τὸ πεπονθὸς ἐξ αὑτοῦ καὶ μαλακὸν +ὑπὸ +ὑπὸ* κακίας προσπεσοῦσα κοιλαίνει καὶ τιτρώσκει. καὶ +καθάπερ ὁ παρθικὸς ὀπὸς +παρθικὸς ὀπὸς Dusoulius: πάροικος + τῶν ἄλλων οὐδενὶ βλαβερὸς ὢν οὐδὲ λυπῶν ἁπτομένους καὶ +περιφέροντας, ἐὰν τετρωμένοις +τετρωμένοις R: τετρωμένος + ἐπεισενεχθῇ μόνον, εὐθὺς ἀπόλλυσι τῷ προσπεπονθότι καὶ τὴν ἀπορροὴν δεχομένῳ· ὑπὸ τῆς τύχης συντριβήσεσθαι μέλλοντα ἴδιον +ἕλκος ἐν ἑαυτῷ καὶ κακὸν ἔχειν σαρκός, +ἐντὸς σαρκὸς] glossa vid. ad ἐν +ἑαυτῷ + ὅκως τὰ προσπίπτοντα ἔξωθεν ὀδυρτὰ ποιήσῃ.

+
+
+

ἆρʼ οὖν ἡ κακία τοιοῦτον ὥστε τῆς τύχης δεῖσθαι πρὸς κακοδαιμονίας ἀπεργασίαν; +πόθεν; οὐ τραχὺ καὶ δυσχείμερον ἐπαίρεται πέλαγος, οὐ λῃστῶν +ἐνοδίοις διαζώννυσιν ἐνέδραις ἐρήμους ὑπωρείας, οὐ νέφη χαλαζοβόλα πεδίοις περιρρήγνυσι καρποφόροις, οὐ Μέλητον οὐδʼ Ἄνυτον οὐδὲ Καλλίξενον ἐπείγει +ἐπείγει *: ἐπεί τι + συκοφάντην, οὐκ ἀφαιρεῖται πλοῦτον, οὐκ ἀπείργει στρατηγίας, ἵνα ποιήσῃ κακοδαίμονας· ἀλλὰ +ποιεῖ +ποιεῖ] πτοεῖ X +πλουτοῦντας, εὐφοροῦντας, +εὐφοροῦντας] corruptum κληρονομοῦντας ἐν γῇ, διὰ θαλάττης ἐνδέδυκε, προσπέφυκεν, ἐκτήκουσα ταῖς ἐπιθυμίαις, διακάουσα τοῖς +θυμοῖς, συντρίβουσα ταῖς δεισιδαιμονίαις, διασύρουσα τοῖς ὀφθαλμοῖς. +ὀφθαλμοῖς] φθόνοις + +

+
+
+ +
+