diff --git a/data/tlg0561/tlg001/tlg0561.tlg001.perseus-grc2.xml b/data/tlg0561/tlg001/tlg0561.tlg001.perseus-grc2.xml index 31fbf04dc..5e059e649 100644 --- a/data/tlg0561/tlg001/tlg0561.tlg001.perseus-grc2.xml +++ b/data/tlg0561/tlg001/tlg0561.tlg001.perseus-grc2.xml @@ -274,7 +274,7 @@

Τὸ ἐκ τοῦ κήπου παιδίον ὤφθη καὶ τοῖς πατράσιν ἡμῶν ὄναρ ἐκεῖνο καὶ νέμειν ἡμᾶς τὰς ἀγέλας ἐκέλευσε. Πῶς ἄν τις αὐτὸ λάβοι; σμικρόν ἐστι καὶ φεύξεται. Καὶ πῶς ἄν τις αὐτὸ φύγοι; πτερὰ ἔχει καὶ καταλήψεται.

Ἐπὶ τὰς Νύμφας δεῖ βοηθοὺς καταφεύγειν. Ἀλλ̓ οὐδὲ Φιλητᾶν ὁ Πὰν ὠφέλησεν Ἀμαρυλλίδος ἐρῶντα. Ὅσα εἶπεν ἄρα φάρμακα, ταῦτα ζητητέον, φίλημα καὶ περιβολὴν καὶ κεῖσθαι γυμνοὺς χαμαί. Κρύος μέν, ἀλλὰ καρτερήσομεν δεύτεροι μετὰ Φιλητᾶν.”

-

Τοῦτο αὐτοῖς γίνεται νυκτερινὸν παιδευτήριον. Καὶ ἀγαγόντες τῆς ἐπιούσης ἡμέρας τὰς ἀγέλας ἐς νομήν, ἐφίλησαν ἀλλήλους ἰδόντες καὶ ʽὃ μήπω πρότερον ἐποίησαν̓ περιέβαλον τὰς χεῖρας ἐπαλλάξαντες· τὸ δὲ τρίτον ὤκνουν φάρμακον ἀποδυθέντες κατακλιθῆναι· θρασύτερον γὰρ οὐ μόνον παρθένῳ ἀλλὰ καὶ νέῳ αἰπόλῳ.

+

Τοῦτο αὐτοῖς γίνεται νυκτερινὸν παιδευτήριον. Καὶ ἀγαγόντες τῆς ἐπιούσης ἡμέρας τὰς ἀγέλας ἐς νομήν, ἐφίλησαν ἀλλήλους ἰδόντες καὶ (ὃ μήπω πρότερον ἐποίησαν) περιέβαλον τὰς χεῖρας ἐπαλλάξαντες· τὸ δὲ τρίτον ὤκνουν φάρμακον ἀποδυθέντες κατακλιθῆναι· θρασύτερον γὰρ οὐ μόνον παρθένῳ ἀλλὰ καὶ νέῳ αἰπόλῳ.

Πάλιν οὖν νὺξ ἀγρυπνίαν ἔχουσα καὶ ἔννοιαν τῶν γεγενημένων καὶ κατάμεμψιν τῶν παραλελειμμένων. “Ἐφιλήσαμεν, καὶ οὐδὲν ὄφελος· περιεβάλομεν, καὶ οὐδὲν πλέον ἔσχομεν· τὸ οὖν συγκατακλινῆναι μόνον φάρμακον ἔρωτος. Πειρατέον καὶ τούτου· πάντως ἐν αὐτῷ τι κρεῖττόν ἐστι φιλήματος.”

Ἐπὶ τούτοις τοῖς λογισμοῖς οἷον εἰκὸς καὶ ὀνείρατα ἑώρων ἐρωτικά, τὰ φιλήματα, τὰς περιβολάς· καὶ ὅσα μεθ̓ ἡμέραν οὐκ ἔπραξαν, ταῦτα ὄναρ ἔπραξαν· γυμνοὶ μετ̓ ἀλλήλων ἔκειντο.

@@ -292,7 +292,7 @@

Ἔδει δὲ μόνον ἄρτου καὶ οἴνου καὶ στέγης· οὐ γὰρ ἀσφαλὲς ἐδόκει μετοπωρινῆς ὥρας ἐνεστώσης ἐνθαλαττεύειν· ὥστε καὶ τὴν ναῦν ἀνεῖλκον ἐπὶ τὴν γῆν νύκτα χειμέριον δεδοικότες.

Τῶν δή τις ἀγροίκων ἐς ἀνολκὴν λίθου θλίβοντος τὰ πατηθέντα βοτρύδια χρῄζων σχοίνου, τῆς πρότερον ῥαγείσης, κρύφα ἐπὶ τὴν θάλατταν ἐλθών, ἀφρουρήτῳ τῇ νηὶ προσελθών, τὸ πεῖσμα ἐκλύσας,

-

οἴκαδε κομίσας ἐς ὅ τι ἔχρῃζεν ἐχρήσατο. Ἕωθεν οὖν οἱ Μηθυμναῖοι νεανίσκοι ζήτησιν ἐποιοῦντο τοῦ πείσματος καὶ ʽὡμολόγει γὰρ οὐδεὶς τὴν κλοπὴν̓ ὀλίγα μεμψάμενοι τοὺς ξενοδόκους παρέπλεον· καὶ σταδίους τριάκοντα παρελάσαντες προσορμίζονται τοῖς ἀγροῖς, ἐν οἷς ᾤκουν ὁ Δάφνις καὶ ἡ Χλόη· ἐδόκει γὰρ αὐτοῖς καλὸν εἶναι τὸ πεδίον ἐς θήραν λαγῶν.

+

οἴκαδε κομίσας ἐς ὅ τι ἔχρῃζεν ἐχρήσατο. Ἕωθεν οὖν οἱ Μηθυμναῖοι νεανίσκοι ζήτησιν ἐποιοῦντο τοῦ πείσματος καὶ (ὡμολόγει γὰρ οὐδεὶς τὴν κλοπὴν) ὀλίγα μεμψάμενοι τοὺς ξενοδόκους παρέπλεον· καὶ σταδίους τριάκοντα παρελάσαντες προσορμίζονται τοῖς ἀγροῖς, ἐν οἷς ᾤκουν ὁ Δάφνις καὶ ἡ Χλόη· ἐδόκει γὰρ αὐτοῖς καλὸν εἶναι τὸ πεδίον ἐς θήραν λαγῶν.

Σχοῖνον μὲν οὖν οὐκ εἶχον ὥστε ἐκδήσασθαι πεῖσμα· λύγον δὲ χλωρὰν μακρὰν στρέψαντες ὡς σχοῖνον, ταύτῃ τὴν ναῦν ἐκ τῆς πρύμνης ἄκρας εἰς τὴν γῆν ἔδησαν. Ἔπειτα τοὺς κύνας ἀφέντες ῥινηλατεῖν ἐν ταῖς εὐκαίροις φαινομέναις τῶν ὁδῶν ἐλινοστάτουν.

Οἱ μὲν δὴ κύνες ἅμα ὑλακῇ διαθέοντες ἐφόβησαν τὰς αἶγας, αἱ δὲ τὰ ὀρεινὰ καταλιποῦσαι μᾶλλόν τι πρὸς τὴν θάλατταν ὥρμησαν· ἔχουσαι δὲ οὐδὲν ἐν ψάμμῳ τρώξιμον, ἐλθοῦσαι πρὸς τὴν ναῦν αἱ θρασύτεραι αὐτῶν, τὴν λύγον τὴν χλωράν, ᾗ ἐδέδετο ἡ ναῦς, ἀπέφαγον.

@@ -352,13 +352,13 @@

Ὤφθη δὲ καὶ αὐτὴ πίτυος ἐστεφανωμένη. Ἐγίνετο καὶ περὶ τὴν θάλατταν αὐτὴν πολλὰ παράδοξα. Αἵ τε γὰρ ἄγκυραι πειρωμένων ἀναφέρειν κατὰ βυθοῦ ἔμενον, αἵ τε κῶπαι καθιέντων εἰς εἰρεσίαν ἐθραύοντο· καὶ δελφῖνες πηδῶντες ἐξ ἁλὸς ταῖς οὐραῖς παίοντες τὰς ναῦς ἔλυον τὰ γομφώματα.

Ἠκούετό τις καὶ ἀπὸ τῆς ὀρθίου πέτρας τῆς ὑπὲρ τὴν ἄκραν σύριγγος ἦχος· ἀλλὰ οὐκ ἔτερπεν ὡς σύριγξ, ἐφόβει δὲ τοὺς ἀκούοντας ὡς σάλπιγξ.

Ἐταράττοντο οὖν καὶ ἐπὶ τὰ ὅπλα ἔθεον καὶ πολεμίους ἐκάλουν τοὺς οὐ βλεπομένους, ὥστε πάλιν εὔχοντο νύκτα ἐπελθεῖν, ὡς τευξόμενοι σπονδῶν ἐν αὐτῇ.

-

Συνετὰ μὲν οὖν πᾶσιν ἦν τὰ γινόμενα τοῖς φρονοῦσιν ὀρθῶς ὅτι ἐκ Πανὸς ἦν τὰ φαντάσματα καὶ ἀκούσματα μηνίοντός τι τοῖς ναύταις· οὐκ εἶχον δὲ τὴν αἰτίαν συμβαλεῖν ʽοὐδὲν γὰρ ἱερὸν ἐσεσύλητο Πανόσ̓, ἔστε ἀμφὶ μέσην ἡμέραν ἐς ὕπνον οὐκ ἀθεεὶ τοῦ στρατηγοῦ καταπεσόντος αὐτὸς ὁ Πὰν ὤφθη τοιάδε λέγων

+

Συνετὰ μὲν οὖν πᾶσιν ἦν τὰ γινόμενα τοῖς φρονοῦσιν ὀρθῶς ὅτι ἐκ Πανὸς ἦν τὰ φαντάσματα καὶ ἀκούσματα μηνίοντός τι τοῖς ναύταις· οὐκ εἶχον δὲ τὴν αἰτίαν συμβαλεῖν (οὐδὲν γὰρ ἱερὸν ἐσεσύλητο Πανός), ἔστε ἀμφὶ μέσην ἡμέραν ἐς ὕπνον οὐκ ἀθεεὶ τοῦ στρατηγοῦ καταπεσόντος αὐτὸς ὁ Πὰν ὤφθη τοιάδε λέγων

“Ὦ πάντων ἀνοσιώτατοι καὶ ἀσεβέστατοι, τί ταῦτα μαινομέναις φρεσὶν ἐτολμήσατε; Πολέμου μὲν τὴν ἀγροικίαν ἐνεπλήσατε τὴν ἐμοὶ φίλην, ἀγέλας δὲ βοῶν καὶ αἰγῶν καὶ ποιμνίων ἀπηλάσατε τὰς ἐμοὶ μελομένας·

ἀπεσπάσατε δὲ βωμῶν παρθένον, ἐξ ἧς Ἔρως μῦθον ποιῆσαι θέλει· καὶ οὔτε τὰς Νύμφας ᾐδέσθητε βλεπούσας οὔτε τὸν Πᾶνα ἐμέ. Οὔτ̓ οὖν Μήθυμναν ὄψεσθε μετὰ τοιούτων λαφύρων πλέοντες, οὔτε τήνδε φεύξεσθε τὴν σύριγγα τὴν ὑμᾶς ταράξασαν·

ἀλλὰ ὑμᾶς βορὰν ἰχθύων θήσω καταδύσας, εἰ μὴ τὴν ταχίστην καὶ Χλόην ταῖς Νύμφαις ἀποδώσεις καὶ τὰς ἀγέλας Χλόης. Ἀνάστα δὴ καὶ ἐκβίβαζε τὴν κόρην μεθ̓ ὧν εἶπον. Ἡγήσομαι δὲ ἐγὼ καὶ σοὶ τοῦ πλοῦ κἀκείνῃ τῆς ὁδοῦ.”

-

Πάνυ οὖν τεθορυβημένος ὁ Βρύαξις ʽτοῦτο γὰρ ἐκαλεῖτο ὁ στρατηγὸσ̓ ἀναπηδᾷ καὶ τῶν νεῶν καλέσας τοὺς ἡγεμόνας ἐκέλευσε τὴν ταχίστην ἐν τοῖς αἰχμαλώτοις ἀναζητεῖσθαι Χλόην.

+

Πάνυ οὖν τεθορυβημένος ὁ Βρύαξις (τοῦτο γὰρ ἐκαλεῖτο ὁ στρατηγὸς) ἀναπηδᾷ καὶ τῶν νεῶν καλέσας τοὺς ἡγεμόνας ἐκέλευσε τὴν ταχίστην ἐν τοῖς αἰχμαλώτοις ἀναζητεῖσθαι Χλόην.

Οἱ δὲ ταχέως καὶ ἀνεῦρον καὶ εἰς ὀφθαλμοὺς ἐκόμισαν· ἐκαθέζετο γὰρ τῆς πίτυος ἐστεφανωμένη. Σύμβολον δὴ καὶ τοῦτο τῆς ἐν τοῖς ὀνείροις ὄψεως ποιούμενος ἐπ̓ αὐτῆς τῆς ναυαρχίδος εἰς τὴν γῆν αὐτὴν κομίζει.

Κἀκείνη ἄρτι ἀπεβεβήκει καὶ σύριγγος ἦχος ἀκούεται πάλιν ἐκ τῆς πέτρας, οὐκέτι πολεμικὸς καὶ φοβερός, ἀλλὰ ποιμενικὸς καὶ οἷος εἰς νομὴν ἡγεῖται ποιμνίων. Καὶ τά τε πρόβατα κατὰ τῆς ἀποβάθρας ἐξέτρεχεν ἐξολισθάνοντα τοῖς κέρασι τῶν χηλῶν, καὶ αἱ αἶγες πολὺ θρασύτερον, οἷα καὶ κρημνοβατεῖν εἰθισμέναι.

@@ -446,7 +446,7 @@

ταύτην ἰδεῖν.” Τοιαῦτα δή τινα διανοηθεὶς καὶ σιωπῇ τὰ θηραθέντα συλλαβὼν ὥρμητο ἀπιέναι· καὶ ὥσπερ αὐτὸν οἰκτείραντος τοῦ Ἔρωτος τάδε γίνεται.

Περὶ τράπεζαν εἶχον οἱ ἀμφὶ τὸν Δρύαντα· κρέα διῃρεῖτο, ἄρτοι παρετίθεντο, κρατὴρ ἐκίρνατο. Εἷς δὴ κύων τῶν προβατευτικῶν ἀμέλειαν φυλάξας,

-

κρέας ἁρπάσας ἔφυγε διὰ θυρῶν. Ἀλγήσας ὁ Δρύας ʽκαὶ γὰρ ἦν ἐκείνου μοῖρἀ ξύλον ἀράμενος ἐδίωκε κατ̓ ἴχνος ὥσπερ κύων· διώκων δὲ κατὰ τὸν κιττὸν γενόμενος ὁρᾷ τὸν Δάφνιν ἀνατεθειμένον ἐπὶ τοὺς ὤμους τὴν ἄγραν καὶ ἀποσοβεῖν ἐγνωκότα.

+

κρέας ἁρπάσας ἔφυγε διὰ θυρῶν. Ἀλγήσας ὁ Δρύας (καὶ γὰρ ἦν ἐκείνου μοῖρα) ξύλον ἀράμενος ἐδίωκε κατ̓ ἴχνος ὥσπερ κύων· διώκων δὲ κατὰ τὸν κιττὸν γενόμενος ὁρᾷ τὸν Δάφνιν ἀνατεθειμένον ἐπὶ τοὺς ὤμους τὴν ἄγραν καὶ ἀποσοβεῖν ἐγνωκότα.

Κρέως μὲν οὖν καὶ κυνὸς αὐτίκα ἐπελάθετο, μέγα δὲ βοήσας “χαῖρε, ὦ παῖ” περιεπλέκετο καὶ κατεφίλει καὶ ἦγεν ἔσω λαβόμενος. Μικροῦ μὲν οὖν ἰδόντες ἀλλήλους εἰς τὴν γῆν κατερρύησαν· μεῖναι δὲ καρτερήσαντες ὀρθοὶ προσηγόρευσάν τε καὶ κατεφίλησαν· καὶ τοῦτο οἱονεὶ ἔρεισμα αὐτοῖς τοῦ μὴ πεσεῖν ἐγένετο.

Τυχὼν οὖν ὁ Δάφνις παῤ ἐλπίδας καὶ φιλήματος καὶ Χλόης τοῦ τε πυρὸς ἐκαθέσθη πλησίον καὶ ἐπὶ τὴν τράπεζαν ἀπὸ τῶν ὤμων τὰς φάττας ἀπεφορτίσατο καὶ τοὺς κοψίχους, καὶ διηγεῖτο πῶς ἀσχάλλων πρὸς τὴν οἰκουρίαν ὥρμησε πρὸς ἄγραν, καὶ ὅπως τὰ μὲν αὐτῶν βρόχοις τὰ δὲ ἰξῷ λάβοι τῶν μύρτων καὶ τοῦ κιττοῦ γλιχόμενα.

@@ -491,7 +491,7 @@

Τῆς ἐπιούσης ὡς πάλιν παρὰ τὴν γυναῖκα τὴν τίκτουσαν ἀπιοῦσα φανερῶς ἐπὶ τὴν δρῦν, ἔνθα ἐκαθέζοντο Δάφνις καὶ Χλόη, παραγίνεται καὶ ἀκριβῶς

μιμησαμένη τὴν τεταραγμένην “σῶσόν με” εἶπε “Δάφνι, τὴν ἀθλίαν· ἐκ γάρ μοι τῶν χηνῶν τῶν εἴκοσιν ἕνα τὸν κάλλιστον ἀετὸς ἥρπασε καὶ οἷα μέγα φορτίον ἀράμενος οὐκ ἐδυνήθη μετέωρος ἐπὶ τὴν συνήθη τὴν ὑψηλὴν κομίσαι ἐκείνην πέτραν, ἀλλ̓ εἰς τήνδε τὴν ὕλην τὴν ταπεινὴν ἔχων κατέπεσε.

-

Σὺ τοίνυν, πρὸς τῶν Νυμφῶν καὶ τοῦ Πανὸς ἐκείνου, συνεισελθὼν εἰς τὴν ὕλην ʽμόνη γὰρ δέδοικἀ σῶσόν μοι τὸν χῆνα, μηδὲ περιίδῃς ἀτελῆ μοι τὸν ἀριθμὸν γενόμενον.

+

Σὺ τοίνυν, πρὸς τῶν Νυμφῶν καὶ τοῦ Πανὸς ἐκείνου, συνεισελθὼν εἰς τὴν ὕλην (μόνη γὰρ δέδοικα) σῶσόν μοι τὸν χῆνα, μηδὲ περιίδῃς ἀτελῆ μοι τὸν ἀριθμὸν γενόμενον.

Τάχα δὲ καὶ αὐτὸν τὸν ἀετὸν ἀποκτενεῖς καὶ οὐκέτι πολλοὺς ὑμῶν ἄρνας καὶ ἐρίφους ἁρπάσει. Τὴν δὲ ἀγέλην τέως φρουρήσει Χλόη· πάντως αὐτὴν ἴσασιν αἱ αἶγες ἀεί σοι συννέμουσαν.”

Οὐδὲν τῶν μελλόντων ὑποπτεύσας ὁ Δάφνις εὐθὺς ἀνίσταται καὶ ἀράμενος τὴν καλαύροπα κατόπιν ἠκολούθει τῇ Λυκαινίῳ· ἡ δὲ ἡγεῖτο ὡς μακροτάτω τῆς Χλόης. Καὶ ἐπειδὴ κατὰ τὸ πυκνότατον ἐγένοντο, πηγῆς πλησίον καθίσαι κελεύσασα αὐτὸν “ἐρᾷσ” εἶπε “Δάφνι, Χλόης· τοῦτο ἔμαθον ἐγὼ νύκτωρ παρὰ τῶν Νυμφῶν.

@@ -533,8 +533,8 @@

Καὶ ἐγένετο ἂν γυνὴ Χλόη ῥᾳδίως, εἰ μὴ Δάφνιν ἐτάραξε τὸ αἷμα. Ἀμέλει καὶ δεδοικὼς μὴ νικηθῇ τὸν λογισμόν ποτε, πολλὰ γυμνοῦσθαι τὴν Χλόην οὐκ ἐπέτρεπεν, ὥστε ἐθαύμαζε μὲν ἡ Χλόη, τὴν δὲ αἰτίαν ᾐδεῖτο πυθέσθαι.

Ἐν τῷ θέρει τῷδε καὶ μνηστήρων πλῆθος ἦν περὶ τὴν Χλόην καὶ πολλοὶ πολλαχόθεν ἐφοίτων παρὰ τὸν Δρύαντα πρὸς γάμον αἰτοῦντες αὐτήν. Καὶ οἱ μέν τι δῶρον ἔφερον, οἱ δὲ ἐπηγγέλλοντο μεγάλα.

-

Ἡ μὲν οὖν Νάπη ταῖς ἐλπίσιν ἐπαιρομένη συνεβούλευεν ἐκδιδόναι τὴν Χλόην μηδὲ κατέχειν οἴκοι πρὸς πλέον τηλικαύτην κόρην, ἣ τάχα μικρὸν ὕστερον νέμουσα τὴν παρθενίαν ἀπολέσει καὶ ἄνδρα ποιήσεταί τινα τῶν ποιμένων ἐπὶ μήλοις ἢ ῥόδοις, ἀλλ̓ ἐκείνην τε ποιῆσαι δέσποιναν οἰκίας καὶ αὐτοὺς πολλὰ λαβόντας ἰδίῳ φυλάττειν αὐτὰ καὶ γνησίῳ παιδίῳ ʽἐγεγόνει γὰρ αὐτοῖς ἄρρεν παιδίον οὐ πρὸ πολλοῦ τινοσ̓·

-

ὁ δὲ Δρύας ποτὲ μὲν ἐθέλγετο τοῖς λεγομένοις ʽμείζονα γὰρ ἢ κατὰ ποιμαίνουσαν κόρην δῶρα ὠνομάζετο παῤ ἑκάστοὐ, ποτὲ δὲ ἐννοήσας ὡς κρείττων ἐστὶν ἡ παρθένος μνηστήρων γεωργῶν καὶ ὡς, εἴ ποτε τοὺς ἀληθινοὺς γονέας εὕροι, μεγάλως αὐτοὺς εὐδαίμονας θήσει, ἀνεβάλλετο τὴν ἀπόκρισιν καὶ εἷλκε χρόνον ἐκ χρόνου καὶ ἐν τῷ τέως ἀπεκέρδαινεν οὐκ ὀλίγα δῶρα.

+

Ἡ μὲν οὖν Νάπη ταῖς ἐλπίσιν ἐπαιρομένη συνεβούλευεν ἐκδιδόναι τὴν Χλόην μηδὲ κατέχειν οἴκοι πρὸς πλέον τηλικαύτην κόρην, ἣ τάχα μικρὸν ὕστερον νέμουσα τὴν παρθενίαν ἀπολέσει καὶ ἄνδρα ποιήσεταί τινα τῶν ποιμένων ἐπὶ μήλοις ἢ ῥόδοις, ἀλλ̓ ἐκείνην τε ποιῆσαι δέσποιναν οἰκίας καὶ αὐτοὺς πολλὰ λαβόντας ἰδίῳ φυλάττειν αὐτὰ καὶ γνησίῳ παιδίῳ (ἐγεγόνει γὰρ αὐτοῖς ἄρρεν παιδίον οὐ πρὸ πολλοῦ τινος)·

+

ὁ δὲ Δρύας ποτὲ μὲν ἐθέλγετο τοῖς λεγομένοις (μείζονα γὰρ ἢ κατὰ ποιμαίνουσαν κόρην δῶρα ὠνομάζετο παῤ ἑκάστου), ποτὲ δὲ ἐννοήσας ὡς κρείττων ἐστὶν ἡ παρθένος μνηστήρων γεωργῶν καὶ ὡς, εἴ ποτε τοὺς ἀληθινοὺς γονέας εὕροι, μεγάλως αὐτοὺς εὐδαίμονας θήσει, ἀνεβάλλετο τὴν ἀπόκρισιν καὶ εἷλκε χρόνον ἐκ χρόνου καὶ ἐν τῷ τέως ἀπεκέρδαινεν οὐκ ὀλίγα δῶρα.

Ἡ μὲν δὴ μαθοῦσα λυπηρῶς πάνυ διῆγε καὶ τὸν Δάφνιν ἐλάνθανεν ἐπὶ πολύ, λυπεῖν οὐ θέλουσα· ὡς δὲ ἐλιπάρει καὶ ἐνέκειτο πυνθανόμενος καὶ ἐλυπεῖτο μᾶλλον μὴ μανθάνων ἢ ἔμελλε μαθών, πάντα αὐτῷ διηγεῖται, τοὺς μνηστευομένους ὡς πολλοὶ καὶ πλούσιοι, τοὺς λόγους οὓς ἡ Νάπη σπεύδουσα τὸν γάμον ἔλεγεν, καὶ ὡς οὐκ ἀπείπατο Δρύας, ἀλλ̓ ὡς εἰς τὸν τρυγητὸν ἀναβέβληται.

Ἔκφρων ἐπὶ τούτοις ὁ Δάφνις γίνεται καὶ ἐδάκρυσε καθήμενος, ἀποθανεῖσθαι μηκέτι συννεμούσης Χλόης λέγων· καὶ οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ τὰ πρόβατα μετὰ τοιοῦτον ποιμένα. Εἶτα ἀνενεγκὼν ἐθάρρει καὶ πείσειν ἐνενόει τὸν πατέρα καὶ ἕνα τῶν μνωμένων αὑτὸν ἠρίθμει καὶ πολὺ κρατήσειν ἤλπιζε τῶν ἄλλων.

@@ -561,7 +561,7 @@

Ἡ μὲν δὴ Νάπη μετὰ τοῦ Δάφνιδος αὐτοῦ μένουσα περιήλαυνε τὰς βοῦς καὶ τοῖς τριβόλοις κατειργάζετο τὸν στάχυν· ὁ δὲ Δρύας θησαυρίσας τὸ βαλάντιον ἔνθα ἀπέκειτο τὰ γνωρίσματα, ταχὺ παρὰ τὸν Λάμωνα καὶ τὴν Μυρτάλην ἐφέρετο, μέλλων παῤ αὐτῶν, τὸ καινότατον,

μνᾶσθαι νυμφίον. Εὑρὼν δὲ κἀκείνους κριθία μετροῦντας οὐ πρὸ πολλοῦ λελικμημένα ἀθύμως τε ἔχοντας ὅτι μικροῦ δεῖν ὀλιγώτερα ἦν τῶν καταβληθέντων σπερμάτων, ἐπ̓ ἐκείνοις μὲν παρεμυθήσατο,

κοινὴν ὁμολογήσας ἀφορίαν πανταχοῦ γεγονέναι, τὸν δὲ Δάφνιν ᾐτεῖτο Χλόῃ καὶ ἔλεγεν ὅτι πολλὰ ἄλλων διδόντων, οὐδὲν παῤ αὐτῶν λήψεται, μᾶλλον δέ τι οἴκοθεν αὐτοῖς ἐπιδώσει· συντετράφθαι γὰρ ἀλλήλοις κἀν τῷ νέμειν συνῆφθαι φιλίᾳ ῥᾳδίως λυθῆναι μὴ δυναμένῃ· ἤδη δὲ καὶ ἡλικίαν ἔχειν ὡς καθεύδειν μετ̓ ἀλλήλων.

-

Ὁ μὲν οὖν ταῦτα καὶ ἔτι πλείω ἔλεγεν, οἷα τοῦ πεῖσαι ἆθλον ἔχων τὰς τρισχιλίας· ὁ δὲ Λάμων μήτε πενίαν ἔτι προβάλλεσθαι δυνάμενος ʽαὐτοὶ γὰρ οὐχ ὑπερηφάνουν̓ μήτε ἡλικίαν Δάφνιδος ʽἤδη γὰρ μειράκιον ἦν̓ τὸ μὲν ἀληθὲς οὐδ̓ ὣς ἐξηγόρευσεν, ὅτι κρείττων ἐστὶ τοιούτου γάμου, χρόνον δὲ σιωπήσας ὀλίγον οὕτως ἀπεκρίνατο

+

Ὁ μὲν οὖν ταῦτα καὶ ἔτι πλείω ἔλεγεν, οἷα τοῦ πεῖσαι ἆθλον ἔχων τὰς τρισχιλίας· ὁ δὲ Λάμων μήτε πενίαν ἔτι προβάλλεσθαι δυνάμενος (αὐτοὶ γὰρ οὐχ ὑπερηφάνουν) μήτε ἡλικίαν Δάφνιδος (ἤδη γὰρ μειράκιον ἦν) τὸ μὲν ἀληθὲς οὐδ̓ ὣς ἐξηγόρευσεν, ὅτι κρείττων ἐστὶ τοιούτου γάμου, χρόνον δὲ σιωπήσας ὀλίγον οὕτως ἀπεκρίνατο

“Δίκαια ποιεῖτε τοὺς γείτονας προτιμῶντες τῶν ξένων καὶ πενίας ἀγαθῆς πλοῦτον μὴ νομίζοντες κρείττονα. Ὁ Πὰν ὑμᾶς καὶ αἱ Νύμφαι ἀντὶ τῶνδε φιλήσειαν.

Ἐγὼ δὲ σπεύδω μὲν καὶ αὐτὸς τὸν γάμον τοῦτον· καὶ γὰρ ἂν μαινοίμην, εἰ μὴ γέρων τε ὢν ἤδη καὶ χειρὸς εἰς τὰ ἔργα περιττοτέρας δεόμενος ᾤμην καὶ τὸν ὑμέτερον οἶκον φίλον προσλαβεῖν·

@@ -604,7 +604,7 @@

Πανὸς ἄν τις ἱερὰν ἀγέλην ἔδοξεν ὁρᾶν. Ἐκοινώνει δὲ παντὸς εἰς αὐτὰς καμάτου καὶ ἡ Χλόη, καὶ τῆς ποίμνης παραμελοῦσα τὸ πλέον ἐκείναις ἐσχόλαζεν, ὥστε ἐνόμιζεν ὁ Δάφνις δἰ ἐκείνην αὐτὰς φαίνεσθαι καλάς.

Ἐν τούτοις οὖσιν αὐτοῖς δεύτερος ἄγγελος ἐλθὼν ἐξ ἄστεος ἐκέλευεν ἀποτρυγᾶν τὰς ἀμπέλους ὅτι τάχιστα, καὶ αὐτὸς ἔφη παραμενεῖν ἔστ̓ ἂν τοὺς βότρυς ποιήσωσι γλεῦκος, εἶτα οὕτως κατελθὼν εἰς τὴν πόλιν ἄξειν τὸν δεσπότην ἤδη τῆς μετοπωρινῆς τρύγης.

-

Τοῦτόν τε οὖν τὸν Εὔδρομον ʽοὕτω γὰρ ἐκαλεῖτο, ὅτι ἦν αὐτῷ ἔργον τρέχειν̓ ἐδεξιοῦντο πᾶσαν δεξίωσιν καὶ ἅμα τὰς ἀμπέλους ἀπετρύγων, τοὺς βότρυς ἐς τὰς ληνοὺς κομίζοντες, τὸ γλεῦκος εἰς τοὺς πίθους φέροντες, τῶν βοτρύων τοὺς ἡβῶντας ἐπὶ κλημάτων ἀφαιροῦντες, ὡς εἴη καὶ τοῖς ἐκ τῆς πόλεως ἐλθοῦσιν ἐν εἰκόνι καὶ ἡδονῇ γενέσθαι τρυγητοῦ.

+

Τοῦτόν τε οὖν τὸν Εὔδρομον (οὕτω γὰρ ἐκαλεῖτο, ὅτι ἦν αὐτῷ ἔργον τρέχειν) ἐδεξιοῦντο πᾶσαν δεξίωσιν καὶ ἅμα τὰς ἀμπέλους ἀπετρύγων, τοὺς βότρυς ἐς τὰς ληνοὺς κομίζοντες, τὸ γλεῦκος εἰς τοὺς πίθους φέροντες, τῶν βοτρύων τοὺς ἡβῶντας ἐπὶ κλημάτων ἀφαιροῦντες, ὡς εἴη καὶ τοῖς ἐκ τῆς πόλεως ἐλθοῦσιν ἐν εἰκόνι καὶ ἡδονῇ γενέσθαι τρυγητοῦ.

Μέλλοντος δὲ ἤδη σοβεῖν ἐς ἄστυ τοῦ Εὐδρόμου καὶ ἄλλα μὲν οὐκ ὀλίγα αὐτῷ Δάφνις ἔδωκεν, ἔδωκε δὲ καὶ ὅσα ἀπ̓ αἰπολίου δῶρα, τυροὺς εὐπαγεῖς, ἔριφον ὀψίγονον, δέρμα αἰγὸς λευκὸν καὶ λάσιον, ὡς ἔχοι χειμῶνος ἐπιβάλλεσθαι τρέχων.

Ὁ δὲ ἥδετο καὶ ἐφίλει τὸν Δάφνιν καὶ ἀγαθόν τι ἐρεῖν περὶ αὐτοῦ πρὸς τὸν δεσπότην ἐπηγγέλλετο. Καὶ ὁ μὲν ἀπῄει φίλα φρονῶν, ὁ δὲ Δάφνις ἀγωνιῶν τῇ Χλόῃ συνένεμεν. Εἶχε δὲ κἀκείνην πολὺ δέος· μειράκιον γὰρ εἰωθὸς αἶγας βλέπειν καὶ οἶς καὶ γεωργοὺς καὶ Χλόην πρῶτον ἔμελλεν ὄψεσθαι δεσπότην, οὗ πρότερον μόνον ἤκουε τοὔνομα.

@@ -625,7 +625,7 @@

Καὶ δὴ νυκτὸς ἀρχομένης ὁ Εὔδρομος αὐτοῖς ἀπήγγελλεν ὅτι ὁ μὲν πρεσβύτερος δεσπότης μεθ̓ ἡμέρας ἀφίξεται τρεῖς, ὁ δὲ παῖς αὐτοῦ τῆς ἐπιούσης πρόσεισι.

Σκέψις οὖν ἦ περὶ τῶν συμβεβηκότων καὶ κοινωνὸν εἰς τὴν γνώμην τὸν Εὔδρομον παρελάμβανον· ὁ δὲ εὔνους ὢν τῷ Δάφνιδι παρῄνει τὸ συμβὰν ὁμολογῆσαι πρότερον τῷ νέῳ δεσπότῃ καὶ αὐτὸς συμπράξειν ἐπηγγέλλετο, τιμώμενος ὡς ὁμογάλακτος· καὶ ἡμέρας γενομένης οὕτως ἐποίησαν.

-

Ἧκε μὲν ὁ Ἀστύλος ἐπὶ ἵππου καὶ παράσιτος αὐτοῦ, καὶ οὗτος ἐπὶ ἵππου· ὁ μὲν ἀρτιγένειος, ὁ δὲ Γνάθων ʽτουτὶ γὰρ ἐκαλεῖτὀ τὸν πώγωνα ξυρώμενος πάλαι· ὁ δὲ Λάμων ἅμα τῇ Μυρτάλῃ καὶ τῷ Δάφνιδι πρὸ τῶν ποδῶν αὐτοῦ καταπεσὼν ἱκέτευεν οἰκτεῖραι γέροντα ἀτυχῆ καὶ πατρῴας ὀργῆς ἐξαρπάσαι τὸν οὐδὲν ἀδικήσαντα, ἅμα τε αὐτῷ καταλέγει πάντα.

+

Ἧκε μὲν ὁ Ἀστύλος ἐπὶ ἵππου καὶ παράσιτος αὐτοῦ, καὶ οὗτος ἐπὶ ἵππου· ὁ μὲν ἀρτιγένειος, ὁ δὲ Γνάθων (τουτὶ γὰρ ἐκαλεῖτο) τὸν πώγωνα ξυρώμενος πάλαι· ὁ δὲ Λάμων ἅμα τῇ Μυρτάλῃ καὶ τῷ Δάφνιδι πρὸ τῶν ποδῶν αὐτοῦ καταπεσὼν ἱκέτευεν οἰκτεῖραι γέροντα ἀτυχῆ καὶ πατρῴας ὀργῆς ἐξαρπάσαι τὸν οὐδὲν ἀδικήσαντα, ἅμα τε αὐτῷ καταλέγει πάντα.

Οἰκτείρει τὴν ἱκεσίαν ὁ Ἀστύλος καὶ ἐπὶ τὸν παράδεισον ἐλθὼν καὶ τὴν ἀπώλειαν τῶν ἀνθέων ἰδὼν αὐτὸς ἔφη παραιτήσεσθαι τὸν πατέρα καὶ κατηγορήσειν τῶν ἵππων, ὡς ἐκεῖ δεθέντες ἐξύβρισαν καὶ τὰ μὲν κατέκλασαν, τὰ δὲ κατεπάτησαν, τὰ δὲ ἀνώρυξαν λυθέντες.

Ἐπὶ τούτοις εὔχοντο μὲν αὐτῷ πάντα τὰ ἀγαθὰ Λάμων καὶ Μυρτάλη· Δάφνις δὲ δῶρα προσεκόμισεν ἐρίφους, τυρούς, ὄρνιθας καὶ τὰ ἔκγονα αὐτῶν, βότρυς ἐπὶ κλημάτων, μῆλα ἐπὶ κλάδων. Ἦν ἐν τοῖς δώροις καὶ ἀνθοσμίας οἶνος Λέσβιος, ποθῆναι κάλλιστος οἶνος.

@@ -641,7 +641,7 @@

Τότε μὲν οὖν οὐκ ἠδυνήθη, προσῄει γὰρ ὁ Διονυσοφάνης ἅμα τῇ Κλεαρίστῃ, καὶ ἦν θόρυβος πολὺς κτηνῶν, οἰκετῶν, ἀνδρῶν, γυναικῶν· μετὰ δὲ τοῦτο συνέταττε λόγον καὶ ἐρωτικὸν καὶ μακρόν.

Ἦν δὲ ὁ Διονυσοφάνης μεσαιπόλιος μὲν ἤδη, μέγας δὲ καὶ καλὸς καὶ μειρακίοις ἁμιλλᾶσθαι δυνάμενος· ἀλλὰ καὶ πλούσιος ἐν ὀλίγοις καὶ χρηστὸς ὡς οὐδεὶς ἕτερος.

Οὗτος ἐλθὼν τῇ πρώτῃ μὲν ἡμέρᾳ θεοῖς ἔθυσεν, ὅσοι προεστᾶσιν ἀγροικίας, Δήμητρι καὶ Διονύσῳ καὶ Πανὶ καὶ Νύμφαις, καὶ κοινὸν πᾶσι τοῖς παροῦσιν ἔστησε κρατῆρα· ταῖς δὲ ἄλλαις ἡμέραις ἐπεσκόπει τὰ τοῦ Λάμωνος ἔργα.

-

Καὶ ὁρῶν τὰ μὲν πεδία ἐν αὔλακι, τὰς δὲ ἀμπέλους ἐν κλήματι, τὸν δὲ παράδεισον ἐν κάλλει ʽπερὶ γὰρ τῶν ἀνθέων Ἀστύλος τὴν αἰτίαν ἀνελάμβανεν̓ ἥδετο περιττῶς καὶ τὸν Λάμωνα ἐπῄνει καὶ ἐλεύθερον θήσειν ἐπηγγέλλετο.

+

Καὶ ὁρῶν τὰ μὲν πεδία ἐν αὔλακι, τὰς δὲ ἀμπέλους ἐν κλήματι, τὸν δὲ παράδεισον ἐν κάλλει (περὶ γὰρ τῶν ἀνθέων Ἀστύλος τὴν αἰτίαν ἀνελάμβανεν) ἥδετο περιττῶς καὶ τὸν Λάμωνα ἐπῄνει καὶ ἐλεύθερον θήσειν ἐπηγγέλλετο.

Κατῆλθε μετὰ ταῦτα καὶ εἰς τὸ αἰπόλιον τάς τε αἶγας ὀψόμενος καὶ τὸν νέμοντα.

Χλόη μὲν οὖν εἰς τὴν ὕλην ἔφυγεν, ὄχλον τοσοῦτον αἰδεσθεῖσα καὶ φοβηθεῖσα· ὁ δὲ Δάφνις εἱστήκει δέρμα λάσιον αἰγὸς ἐζωσμένος, πήραν νεορραφῆ κατὰ τῶν ὤμων ἐξηρτημένος, κρατῶν ταῖς χερσὶν ἀμφοτέραις τῇ μὲν ἀρτιπαγεῖς τυρούς, τῇ δὲ ἐρίφους γαλαθηνούς.

@@ -719,7 +719,7 @@

Ὁ δὲ ἰδὼν καὶ ἔχων ἐν ταῖς χερσὶ τὴν Χλόην τῷ μὲν ὡς εὐεργέτῃ διηλλάττετο, τῇ δὲ ὑπὲρ τῆς ἀμελείας ἀπελογεῖτο.

Βουλευομένοις δὲ αὐτοῖς ἐδόκει τὸν γάμον κρύπτειν, ἔχειν δὲ κρύφα τὴν Χλόην πρὸς μόνην ὁμολογήσαντα τὸν ἔρωτα τὴν μητέρα· ἀλλ̓ οὐ συνεχώρει Δρύας, ἠξίου δὲ τῷ πατρὶ λέγειν καὶ πείσειν αὐτὸς ἐπηγγέλλετο.

-

Καὶ γενομένης ἡμέρας ἔχων ἐν τῇ πήρᾳ τὰ γνωρίσματα πρόσεισι τῷ Διονυσοφάνει καὶ τῇ Κλεαρίστῃ καθημένοις ἐν τῷ παραδείσῳ ʽπαρῆν δὲ καὶ ὁ Ἀστύλος καὶ αὐτὸς ὁ Δάφνισ̓ καὶ σιωπῆς γενομένης ἤρξατο λέγειν

+

Καὶ γενομένης ἡμέρας ἔχων ἐν τῇ πήρᾳ τὰ γνωρίσματα πρόσεισι τῷ Διονυσοφάνει καὶ τῇ Κλεαρίστῃ καθημένοις ἐν τῷ παραδείσῳ (παρῆν δὲ καὶ ὁ Ἀστύλος καὶ αὐτὸς ὁ Δάφνις) καὶ σιωπῆς γενομένης ἤρξατο λέγειν

“Ὁμοία με ἀνάγκη Λάμωνι τὰ μέχρι νῦν ἄρρητα ἐκέλευσε λέγειν. Χλόην ταύτην οὔτε ἐγέννησα οὔτε ἀνέθρεψα, ἀλλὰ ἐγέννησαν μὲν ἄλλοι, κειμένην δὲ ἐν ἄντρῳ Νυμφῶν ἀνέθρεψεν οἶς.

Εἶδον τοῦτο αὐτὸς καὶ ἰδὼν ἐθαύμασα καὶ θαυμάσας ἔθρεψα. Μαρτυρεῖ μὲν καὶ τὸ κάλλος, ἔοικε γὰρ οὐδὲν ἡμῖν· μαρτυρεῖ δὲ καὶ τὰ γνωρίσματα, πλουσιώτερα γὰρ ἢ κατὰ ποιμένα. Ἴδετε ταῦτα καὶ τοὺς προσήκοντας τῇ κόρῃ ζητήσατε, ἵν̓ ἀξία ποτὲ Δάφνιδος φανῇ.”