From faa23db90479bb1827b4e8269e21fbf358617967 Mon Sep 17 00:00:00 2001 From: Michael Konieczny Date: Thu, 12 Dec 2019 13:52:42 -0500 Subject: [PATCH] EpiDoc and CTS conversion issue #793 --- .../tlg100/tlg0007.tlg100.perseus-grc2.xml | 244 ++++++++++++++++++ 1 file changed, 244 insertions(+) create mode 100644 data/tlg0007/tlg100/tlg0007.tlg100.perseus-grc2.xml diff --git a/data/tlg0007/tlg100/tlg0007.tlg100.perseus-grc2.xml b/data/tlg0007/tlg100/tlg0007.tlg100.perseus-grc2.xml new file mode 100644 index 000000000..37af6178f --- /dev/null +++ b/data/tlg0007/tlg100/tlg0007.tlg100.perseus-grc2.xml @@ -0,0 +1,244 @@ + + + + + + + Ποτερον τὰ τῆς ψυχῆς ἢ τὰ τοῦ σώματος πάθη χείρονα +Plutarch +Grēgorios N. Vernardakēs +Perseus Project, Tufts University +Gregory Crane + +Prepared under the supervision of +Lisa Cerrato +Rashmi Singhal +Bridget Almas + +The National Endowment for the Humanities + + +Trustees of Tufts University +Medford, MA +Perseus Project +2010-12-13 + + + + +Plutarch +Moralia +Grēgorios N. Vernardakēs + +Leipzig +Teubner +1891 + +3 + +The Internet Archive + + + + + +

optical character recognition

+
+
+

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture

+ + + +

This pointer pattern extracts sections

+
+
+ +
+ + +Greek +English +Latin + + + +tagged and parsed +tagged and parsed + CTS and EpiDoc conversion + +
+ + +
+ +
+

+ + Ὅμηρος + Ὅμηρος] P 446 μὲν ἐπιβλέψος τὰ θνητὰ τῶν ζῴων γένη καὶ πρὸς ἄλληλα + συγκρίνας κατὰ τοὺς βίους καὶ τὰς διαιτήσεις, ἐξεφώνησεν ὡς οὐδέν ἐστιν + + ὀιζυρώτερον ἀνδρός, + + + πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει + + + πρωτεῖον οὐκ εὐτυχὲς εἰς κακῶν ὑπεροχὴν ἀποδιδοὺς τῷ ἀνθρώπῳ. + ἡμεῖς δʼ ὥσπερ ἤδη νικῶντα κακοδαιμονίᾳ τὸν ἄνθρωπον καὶ τῶν ἄλλων + ἀθλιώτατον ζῴων ἀνηγορευμένον, αὐτὸν αὑτῷ συγκρίνωμεν, +συγκρίνωμεν R: συγκρίνομεν + + εἰς ἰδίων κακῶν ἀγῶνα σῶμα καὶ ψυχὴν διαιροῦντες + οὐκ ἀχρήστως ἀλλὰ καὶ πάνυ δεόντως, ἵνα μάθωμεν πότερον διὰ τὴν τύχην + ἢ διʼ ἑαυτοὺς ἀθλιώτερον ζῶμεν. νόσος μὲν γὰρ ἐν σώματι φύεται διὰ + φύσιν, κακία δὲ καὶ μοχθηρία περὶ ψυχὴν ἔργον + ἐστὶ πρῶτον εἶτα πάθος αὐτῆς. +αὐτῆς R: αὐτῇ + οὐ μικρὸν δὲ πρὸς εὐθυμίαν ὄφελος, + ἂν ἰάσιμον τὸ χεῖρον καὶ κουφότερον καὶ ἄσφυκτον.

+
+
+

ἡ μὲν οὖν Αἰσώπειος ἀλώπηξ περὶ ποικιλίας δικαζομένη πρὸς τὴν + πάρδαλιν, ὡς ἐκείνη τὸ σῶμα + + καὶ τὴν ἐπιφάνειαν + εὐανθῆ καὶ κατάστικτον ἐπεδείξατο, τῇ δʼ ἦν τὸ + ξανθὸν αὐχμηρὸν καὶ οὐχ ἡδὺ προσιδεῖν· ἀλλʼ ἐμοῦ τοι τὸ ἐντόσ ἔφη σκοπῶν, ὦ δικαστά, ποικιλωτέραν με τῆσδʼ ὄψει δηλοῦσα τὴν + περὶ τὸ ἦθος εὐτροπίαν +εὐστροφίαν R ἐπὶ πολλὰ ταῖς χρείαις + ἀμειβομένην. λέγωμεν οὖν ἐν ἡμῖν, ὅτι πολλὰ μέν, ὦ + ἄνθρωπε, σοὶ καὶ τὸ σῶμα νοσήματα καὶ πάθη φύσει τʼ ἀνίησιν ἐξ ἑαυτοῦ + καὶ προσπίπτοντα δέχεται θύραθεν· ἂν δὲ σαυτὸν ἔνδοθεν ἀνοίξῃς, + ποικίλον τι καὶ πολυπαθὲς κακῶν ταμιεῖον εὑρήσεις + καὶ θησαύρισμα, ὥς φησι Δημόκριτος, +Δημοκριτος] Mullach. 1 p. 346 οὐκ ἔξωθεν + ἐπιρρεόντων, ἀλλʼ ὥσπερ + ἐγγείους καὶ αὐτόχθονας πηγὰς ἐχόντων, ἃς ἀνίησιν ἡ κακία πολύχυτος + καὶ δαψιλὴς; οὖσα τοῖς πάθεσιν. εἰ δὲ τὰ μὲν ἐν σαρκὶ νοσήματα σφυγμοῖς + καὶ ὢχραις +ὤχραις] χρόαις? ἐρυθαινόμενα φωρᾶται, + καὶ + θερμότητες αὐτὰ καὶ πόνοι προπετεῖς ἐλέγχουσι, τὰ δʼ ἐν ψυχῇ λανθάνει + τοὺς πολλοὺς κακὰ ὄντα, διὰ τοῦτʼ ἐστι κακίω, προσαφαιρούμενα τὴν ἐπʼ + αὐτοῖς τοῦ πάσχοντος αἴσθησιν. τῶν μὲν γὰρ + περὶ τὸ σῶμα νοσημάτων ἐρρωμένος ὁ λογισμὸς + αἰσθάνεται· τοῖς δὲ τῆς ψυχῆς συννοσῶν + αὐτὸς οὐκ ἔχει κρίσιν ἐν οἷς πάσχει, πάσχει γὰρ ᾧ κρίνει· καὶ δεῖ + τῶν ψυχικῶν πρῶτον καὶ μέγιστον ἀριθμεῖν τὴν ἄνοιαν, +ἄνοιαν] ἄγνοιαν W διʼ ἧς ἀνήκεστος + ἡ κακία τοῖς πολλοῖς συνοικεῖ καὶ συγκαταβιοῖ καὶ συναποθνῄσκει. ἀρχὴ + γὰρ + ἀπαλλαγῆς νόσου μὲν αἴσθησις εἰς χρείαν + ἄγουσα τοῦ βοηθοῦντος τὸ πάσχον ὁ δʼ ἀπιστίᾳ τοῦ νοσεῖν οὐκ εἰδὼς ὧν + δεῖται, κἂν παρῇ τὸ θεραπεῦον, ἀρνεῖται +. καὶ γὰρ τῶν περὶ τὸ + σῶμα νοσημάτων τὰ μετʼ ἀναισθησίας χείρονα, λήθαργοι κεφαλαλγίαι ἐπιληψίαι + ἀποπληξίαι· αὐτοί τε πυρετοὶ συντείναντες εἰς παρακοπὴν τὸ φλεγμαῖνον καὶ + τὴν αἴσθησιν + ὥσπερ ἐν ὀργάνῳ διαταράξαντες + κινοῦσι χορδὰς τὰς ἀκινήτους φρενῶν. +Nauck. p. 907 +

+
+
+

διὸ παῖδες ἰατρῶν βούλονται μὲν μὴ νοσεῖν τὸν ἄνθρωπον, νοσοῦντα δὲ μὴ + ἀγνοεῖν ὅτι νοσεῖ· ὃ τοῖς ψυχικοῖς πάθεσι πᾶσι συμβέβηκεν. οὔτε γὰρ + ἀφραίνοντες οὔτʼ ἀσελγαίνοντες οὔτʼ + ἀδικοπραγοῦντες ἁμαρτάνειν δοκοῦσιν, ἀλλʼ ἔνιοι καὶ κατορθοῦν. + πυρετὸν μὲν γὰρ οὐδεὶς + ὑγίειαν ὠνόμασεν οὐδὲ φθίσιν εὐεξίαν οὐδὲ ποδάγραν ποδώκειαν οὐδʼ + ὠχρίασιν ἐρύθημα, θυμὸν δὲ πολλοὶ καλοῦσιν ἀνδρείαν καὶ + ἔρωτα φιλίαν καὶ φθόνον ἅμιλλαν καὶ δειλίαν + ἀσφάλειαν. εἶθʼ οἱ μὲν καλοῦσι τοὺς ἰατρούς, αἰσθάνονται γὰρ ὧν + δέονται πρὸς ἃ νοσοῦσιν οἱ δὲ φεύγουσι τοὺς φιλοσόφους, οἴονται γὰρ + ἐπιτυγχάνειν ἐν οἷς διαμαρτάνουσιν. ἐπεὶ +ἐπεὶ X: ἐπὶ + τούτῳ γε τῷ λόγῳ χρώμενοι + λέγομεν, ὅτι κουφότερόν ἐστιν ὀφθαλμία + μανίας καὶ ποδάγρα φρενίτιδος. ὁ μὲν γὰρ αἰσθάνεται καὶ καλεῖ τὸν + ἰατρὸν κεκραγώς καὶ παρόντι τὴν ὄψιν ἀλεῖψαι παρέχει, τὴν φλέβα τεμεῖν, + τὴν κεφαλὴν θεραπεῦσαι + + παραδίδωσιν τῆς δὲ μαινομένης Ἀγαύης ἀκούεις + ὑπὸ τοῦ πάθους τὰ φίλτατʼ ἠγνοηκυίας, + ἄγομεν +ἄγομεν] φέρομεν Euripides ἐξ ὄρεος + +ἐξ ὀρέων idem +Eurip. Bacch. 1169 + + + ἕλικα νεότομον ἐπὶ μέλαθρα, + μακάριον θήραμα. +μακαρίαν θήραν Vita Crass. c. 33 et Euripides + + Καὶ γὰρ ὁ μὲν τῷ σώματι νοσῶν εὐθὺς ἐνδοὺς καὶ καθεὶς εἰς + τὸ κλινίδιον ἑαυτὸν ἡσυχίαν ἄγει θεραπευόμενος· + ἂν δέ που μικρὸν ἐξᾴξῃ +ἐξάξῃ Duebnerus: ἐξάξῃ + καὶ διασκιρτήσῃ τὸ σῶμα φλεγμονῆς + προσπεσούσης, εἰπών τις τῶν παρακαθημένων πράως + μένʼ, ὦ ταλαίπωρʼ, ἀτρέμα σοῖς ἐν δεμνίοις +Eur. Or. 258 ἐπέστησε καὶ + κατέσχεν. οἱ δʼ ἐν τοῖς ψυχικοῖς πάθεσιν + + ὄντες, τότε +τότε] ὅτε? μάλιστα πράττουσι, τόθʼ ἥκιστα ἡσυχάζουσιν αἱ γὰρ ὁρμαὶ + τῶν πράξεων ἀρχή, τὰ + + δὲ πάθη σφοδρότητες ὁρμῶν. διὸ τὴν ψυχὴν ἠρεμεῖν οὐκ ἐῶσιν, ἀλλʼ ὅτε + μάλιστα δεῖται μονῆς καὶ σιωπῆς καὶ ὑποστολῆς ὁ ἄνθρωπος, τότʼ αὐτὸν + εἰς + ὕπαιθρον ἕλκουσι, τότʼ ἀποκαλύπτουσιν + οἱ θυμοὶ αἱ φιλονεικίαι οἱ ἔρωτες αἱ λῦπαι, πολλὰ καὶ δρᾶν ἄνομα καὶ + λαλεῖν ἀνάρμοστα τοῖς καιροῖς ἀναγκαζόμενον.

+
+
+

ὥσπερ γὰρ ἐπισφαλέστερος χειμὼν τοῦ πλεῖν + + οὐκ ἐῶντος ὁ κωλύων καθορμίσασθαι· οὕτως οἱ κατὰ ψυχὴν χειμῶνες + βαρύτεροι στείλασθαι +οἱ στείλασθαι R τὸν ἄνθρωπον οὐκ ἐῶντες οὐδʼ ἐπιστῆσαι τεταραγμένον + τὸν λογισμόν· ἀλλʼ ἀκυβέρνητος καὶ ἀνερμάτιστος ἐν ταραχῇ καὶ πλάνῃ + δρόμοις ὀλεθρίοις +ὀλεθρίοις] ἐναντίοις Duebnerus καὶ παραφόροις + + διατραχηλιζόμενος εἴς + τι ναυάγιον φοβερὸν ἐξέπεσε καὶ συνέτριψε τὸν ἑαυτοῦ + βίον. ὥστε καὶ διὰ ταῦτα +καὶ διὰ ταῦτα] dubito an non glossema sit sive hoc sive καὶ τούτοις + καὶ τούτοις χεῖρον νοσεῖν ταῖς ψυχαῖς ἢ τοῖς + σώμασιν· τοῖς μὲν γὰρ πάσχειν μόνον τοῖς δὲ καὶ πάσχειν καὶ ποιεῖν κακῶς + συμβέβηκε. καὶ τί δεῖ τὰ + πολλὰ λέγειν τῶν + παθῶν, ὧν αὐτὸς ὁ καιρὸς ὑπόμνησίς ἐστιν; ὁρᾶτε τὸν πολὺν καὶ + παμμιγῆ τοῦτον τὸν ἐνταῦθα συνηραγμένον καὶ κυκώμενον ὄχλον περὶ τὸ βῆμα + καὶ τὴν ἀγοράν; οὐ θύσοντες οὗτοι + συνεληλύθασι πατρίοις θεοῖς οὐδʼ ὁμογνίων + μεθέξοντες + ἱερῶν ἀλλήλοις, οὐκ Ἀσκραίῳ + Διὶ Λυδίων καρπῶν ἀπαρχὰς φέροντες οὐδὲ Διονύσῳ βεβακχευμένον θύσθλον + ἱεραῖς νυξὶ καὶ κοινοῖς ὀργιάσοντες +ὀργιάσοντες *: ὁργιάσοντες + κώμοις· ἀλλʼ ὥσπερ ἐτησίοις + περιόδοις ἀκμὴ νοσήματος ἐκτραχύνασα τὴν Ἀσίαν ἐπὶ δίκας καὶ ἀγῶνας + + ἐμπροθέσμως ἥκουσαν + ἐνταῦθα συμβάλλει· καὶ πλῆθος supplendumne καὶ πραγμάτων πλῆθος an ἀθρόων πραγμάτων? dubium ὥσπερ ῥευμάτων ἀθρόων εἰς μίαν + ἐμπέπτωκεν ἀγορὰν καὶ φλεγμαίνει καὶ· συνέρρωγεν ὀλλύντων τε καὶ + ὀλλυμένων Hom. Δ 451 ποίων ταῦτα πυρετῶν ἔργα ποίων δʼ ἠπιάλων; τίνες + ἐνστάσεις ἢ παρεμπτώσεις + ἢ δυσκρασία θερμῶν + ἢ ὑπέρχυσις ὑγρῶν; ἂν ἑκάστην δίκην ὥσπερ ἄνθρωπον ἀνακρίνῃς πόθεν + πέφυκε πόθεν ἥκει, τὴν μὲν θυμὸς αὐθάδης γεγέννηκε τὴν δὲ μανιώδης + φιλονεικία τὴν δʼ ἄδικος ἐπιθυμία . +

+
+
+ +
+
\ No newline at end of file