diff --git a/data/tlg0007/tlg070/tlg0007.tlg070.perseus-grc2.xml b/data/tlg0007/tlg070/tlg0007.tlg070.perseus-grc2.xml new file mode 100644 index 000000000..3025ecfd6 --- /dev/null +++ b/data/tlg0007/tlg070/tlg0007.tlg070.perseus-grc2.xml @@ -0,0 +1,2181 @@ + + + + + + +πῶς ἄν τις διακρίνειε τὸν κόλκακα τοῦ φίλου + +Plutarch +Gregorius N. + Bernardakis +Perseus Project, Tufts University +Gregory Crane + +Prepared under the supervision of +Bridget Almas +Lisa Cerrato +Rashmi Singhal + +The National Endowment for the Humanities + + + +Trustees of Tufts University +Medford, MA +Perseus Project +2010-12-13' + + + + + +Plutarch +Moralia +Gregorius N. Bernardakis + +Leipzig +Teubner +1888 + +1 + +The Internet Archive + + + + + + +

optical character recognition

+
+
+

Text encoded in accordance with the latest EpiDoc standards

+

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture

+ + + +

This pointer pattern extracts sections

+
+
+ +
+ + +Greek +English +Latin + + + +tagged and parsed +EpiDoc and CTS conversion + +
+ + +
+ +
+

+ +

+

τῷ σφόδρα φιλεῖν ἔαυτόν, ὦ Ἄντίοχε Φιλόπαππε , φάσκοντι συγγνώμην + μὲν ἅπαντας ὁ Πλάτων +Πλάτων] Legg. p. 731 d e + διδόναι φησί, κακίαν + δὲ σὺν πολλαῖς; ἄλλαις ἐγγίγνεσθαι μεγίστην, ὑφʼ ἧς οὐκ ἔστιν + αὑτοῦ κριτὴν + δίκαιον οὐδʼ ἀδέκαστον + εἶναι· “τυφλοῦται γὰρ τὸ φιλοῦν περὶ τὸ φιλούμενον” ἂν μή τις + μαθὼν ἐθισθῇ τὰ καλὰ τιμᾶν καὶ διώκειν μᾶλλον ἢ τὰ συγγενῆ καὶ + οἰκεῖα. τοῦτο τῷ κόλακι πολλὴν μεταξὺ τῆς φιλίας εὐρυχωρίαν δίδωσιν, + ὁρμητήριον ἐφʼ + ἡμᾶς εὐφυὲς ἔχοντι τὴν + φιλαυτίαν, διʼ ἣν αὐτὸς + αὑτοῦ κόλαξ ἕκαστος ὢν πρῶτος καὶ μέγιστος οὐ χαλεπῶς + προσίεται τὸν ἔξωθεν ὧν οἴεται καὶ βούλεται. μάρτυν ἅμʼ αὐτῷ καὶ + βεβαιωτὴν προσγιγνόμενον. ὁ γὰρ λοιδορούμενος φιλοκόλαξ σφόδρα + φίλαυτός ἐστι, διʼ εὔνοιαν ἑαυτῷ πάντα μὲν + ὑπάρχειν χειν βουλόμενος; πάντα δʼ οἰόμενος ὧν ἡ μὲν βούλησις οὐκ + ἄτοπος ἡ δʼ οἴησις ἐπισφαλὴς καὶ δεομένη πολλῆς + εὐλαβείας. εἰ δὲ δὴ θεῖον ἡ ἀλήθεια καὶ πάντων “μὲν ἀγαθῶν θεοῖς + πάντων δʼ ἀνθρώποις +” ἀρχὴ κατὰ Πλάτωνα, +Πλάτωνα] Legg. p. 730 c + κινδυνεύει θεοῖς ἐχθρὸς ὁ κόλαξ εἶναι , τῷ δὲ Πυθίῳ διαφερόντως. + ἀντιτάττεται + γὰρ ἀεὶ πρὸς τὸ “γνῶθι + σαυτόν,” ἀπάτην ἑκάστῳ πρὸς ἑαυτὸν ἐμποιῶν καὶ ἄγνοιαν + ἑαυτοῦ καὶ τῶν περὶ αὑτὸν ἀγαθῶν καὶ κακῶν, τὰ μὲν ἐλλιπῆ καὶ + ἀτελῆ τὰ δʼ ὅλως ἀνεπανόρθωτα ποιῶν.

+
+
+

εἰ μὲν οὖν, ὡς τὰ πλεῖστα τῶν ἄλλων κακῶν, + κόλαξ ἥπτετο μόνον ἢ μάλιστα τῶν ἀγεννῶν καὶ φαύλων, οὐκ + ἂν ἦν οὕτω δεινὸν οὐδὲ δυσφύλακτον· ἐπεὶ δʼ ὥσπερ οἱ θρῖπες + ἐνδύονται μάλιστα τοῖς ἁπαλοῖς καὶ γλυκέσι ξύλοις, οὕτω τὰ φιλότιμα + τῶν ἠθῶν καὶ χρηστὰ καὶ ἐπιεικῆ τὸν κόλακα δέχεται + + καὶ τρέφει + προσφυόμενον, ἔτι δʼ ὥσπερ ὁ Σιμωνίδης +Σιμωνίδης] Bergk. 3 p. + 393 τὴν ʽ “ἱπποτροφίαν” φησὶν “οὐ Ζακύνθῳ ὀπαδεῖν ἀλλʼ + ἀρούραισι πυροφόροις,” οὕτω τὴν κολακείαν ὁρῶμεν οὐ πένησιν οὐδʼ + ἀδόξοις οὐδʼ ἀδυνάτοις ἀκολουθοῦσαν, ἀλλʼ οἴκων τε καὶ πραγμάτων + μεγάλων ὀλίσθημα καὶ νόσημα γιγνομένην, + πολλάκις δὲ καὶ βασιλείας καὶ ἡγεμονίας ἀνατρέπουσαν· οὐ μικρὸν ἔργον + ἐστὶν οὐδὲ φαύλης δεόμενον προνοίας ἡ περὶ αὐτὴν ἐπίσκεψις, ὡς ἂν + μάλιστα περίφωρος οὖσα μὴ βλάπτῃ μηδὲ διαβάλλῃ +βλάπτῃ - + διαβάλλῃ H: βλάπτοι ῀ + διαβάλλοι + τὴν φιλίαν. οἱ μὲν + γὰρ φθεῖρες ἀπίασιν ἀπὸ τῶν τελευτώντων καὶ ἀπολείπουσι + τὰ σώματα + σβεννυμένου τοῦ αἵματος ἐξ οὗ τρέφονται, τοὺς δὲ κόλακας οὐδʼ ὅλως + ἰδεῖν ἔστι πράγμασι ξηροῖς καὶ κατεψυγμένοις + προσιόντας, ἀλλὰ ταῖς δόξαις καὶ ταῖς δυνάμεσιν ἐπιτίθενται καὶ + αὔξονται, ταχὺ δʼ ἐν ταῖς μεταβολαῖς ὑπορρέουσιν, ἀλλὰ τὴν τότε + πεῖραν οὐ δεῖ περιμένειν ἀνωφελῆ, + μᾶλλον + δὲ βλαβερὰν καὶ οὐκ ἀκίνδυνον οὖσαν. χαλεπὴ γὰρ ἐν καιρῷ δεομένῳ + φίλων ἡ τῶν μὴ φίλων αἴσθησις, ἀντικαταλλαγὴν οὐκ ἔχουσα χρηστοῦ καὶ + βεβαίου πρὸς ἀβέβαιον καὶ κίβδηλον. ἀλλʼ ὥσπερ νόμισμα δεῖ τὸν φίλον + ἔχειν πρὸ τῆς χρείας + + δεδοκιμασμένον, μὴ + ὑπὸ τῆς χρείας ἐλεγχόμενον. οὐ γὰρ δεῖ βλαβέντας αἰσθέσθαι, ἀλλʼ + ὅπως μὴ βλαβῶμεν ἐμπειρίαν λαβεῖν καὶ κατανόησιν τοῦ κόλακος· εἰ δὲ + μὴ , ταὐτὸ πεισόμεθα τοῖς αἰσθανομένοις τῷ προγεγεῦσθαι τῶν θανασίμων + φαρμάκων εἰς τὴν + κρίσιν ἀπολλύντες + ἑαυτοὺς καὶ διαφθείροντες. οὔτε γὰρ δὴ τούτους ἐπαινοῦμεν οὔθʼ ὅσοι + τὸν φίλον εἰς τὸ καλὸν τιθέμενοι καὶ ὠφέλιμον οἴονται τοὺς + κεχαρισμένως· ὁμιλοῦντας εὐθὺς ἔχειν ἐπʼ αὐτοφώρῳ κόλακας + εἰλημμένους. οὐδὲ γὰρ ἀηδὴς ὁ φίλος οὐδʼ πο ἑὁ + ἄκρατος, οὐδὲ τῷ πικρῷ σεμνὸν ἡ φιλία καὶ + αὐστηρῷ, + ἀλλʼ + αὐτὸ δὴ τοῦτο τὸ καλὸν καὶ τὸ σεμνὸν αὐτῆς ἡδὺ καὶ ποθούμενόν + ἐστι, +πὰρ δʼ αὐτῇ Χάριτές τε καὶ Ἵμερος οἰκίʼ ἔθεντο, +Hesiod. Theog. 64 + καὶ οὐ δυστυχοῦντι μόνον + + +εἰς ὄμματʼ εὔνου φωτὸς ἐμβλέψαι γλυκὺ + κατʼ Εὐριπίδην, +Εὐριπίδην] Ion. 732 ἀλλʼ οὐδὲν + ἧττον τοῖς ἀγαθοῖς ἡδονὴν ἐπιφέρουσα καὶ χάριν ἢ τῶν κακῶν + ἀφαιροῦσα τὰς λύπας καὶ τὰς ἀπορίας παρέπεται. καὶ + καθάπερ + ὁ Εὔηνος + εἶπε, τῶν ἡδυσμάτων τὸ πῦρ εἶναι κράτιστον, οὕτω τῷ βίῳ μίξας + τὴν φιλίαν ὁ θεὸς ἅπαντα φαιδρὰ καὶ γλυκέα καὶ προσφιλῆ ταύτης + παρούσης + καὶ συναπολαυούσης ἐποίησεν. ἐπεὶ + πῶς ἂν ὁ κόλαξ ὑπεδύετο ταῖς ἡδοναῖς, εἰ τὴν φιλίαν ἑώρα τὸ ἡδὺ + μηδαμοῦ προσιεμένην; οὐκ ἔστιν εἰπεῖν. ἀλλʼ ὥσπερ τὰ ψευδόχρυσα καὶ + τὰ κίβδηλα τὴν λαμπρότητα τοῦ χρυσοῦ καὶ τὸ γάνωμα μιμεῖται μόνον, + οὕτως ἔοικεν + + ὁ κόλαξ τοῦ φίλου τὸ + ἡδὺ καὶ κεχαρισμένον ἐκμιμούμενος ἀεὶ παρέχειν ἱλαρὸν καὶ ἀνθηρὸν + καὶ πρὸς μηδὲν ἀντιβαίνοντα μηδʼ ὑπεναντιούμενον ἑαυτόν, ὅθεν οὐδὲ + τοὺς ἐπαινοῦντας εὐθὺς ὡς κολακεύοντας ἁπλῶς ὑφορατέον ἔπαινος γὰρ + οὐχ ἧττον ἐν καιρῷ + ψόγου φιλίᾳ + προσήκει, μᾶλλον δὲ τὸ μὲν δύσκολον ὅλως καὶ μεμψίμοιρον ἄφιλον καὶ + ἀνομίλητον, τῆς δʼ ἀφθόνως καὶ προθύμως τὸν ἐπὶ τοῖς καλοῖς + ἀποδιδούσης ἔπαινον εὐνοίας καὶ τὸ νουθετοῦν αὖθις καὶ + παρρησιαζόμενον ἐλαφρῶς καὶ ἀλύπως ὑπομένομεν, + πιστεύοντες καὶ ἀγαπῶντες ὡς ἀναγκαίως ψέγοντα τὸν ἡδέως + ἐπαινοῦντα. + +

+
+
+

χαλεπὸν οὖν φαίη τις ἄν ἐστι διακρῖναι τὸν κόλακα καὶ τὸν φίλον, εἰ + μήθʼ ἡδονῇ μήτʼ ἐπαίνῳ διαφέρουσι· καὶ γὰρ ἐν ὑπουργίαις καὶ + διακονίαις + πολλάκις ἰδεῖν ἐστι τὴν φιλίαν + ὑπὸ τῆς κολακείας παρατρεχομένην. τί δʼ οὐ μέλλει, φήσομεν, ἂν τὸν + ἀληθινὸν κόλακα καὶ μετὰ δεινότητος καὶ τέχνης ἁπτόμενον τοῦ πράγματος + διώκωμεν, ἀλλὰ μή, καθάπερ οἱ πολλοί, τοὺς αὐτοληκύθους τούτους λεγομένους καὶ τραπεζέας καὶ μετὰ τὸ κατὰ χειρὸς + ὕδωρ ἀκουομένους ὥς τις εἶπε κόλακας νομίζωμεν, + ὧν ἐν μιᾷ λοπάδι καὶ + κύλικι μετὰ βωμολοχίας καὶ βδελυρίας ἡ ἀνελευθερία γίγνεται κατάδηλος; + οὐ + γὰρ δήπου Μελάνθιον ἔδει τὸν + Ἀλεξάνδρου τοῦ Φεραίου παράσιτον ἐξελέγχειν, ὃς τοῖς ἐρωτῶσι πῶς + Ἀλέξανδρος ἐσφάγη “διὰ τῆς· πλευρᾶσ” ἔλεγεν “εἰς τὴν γαστέρα + τὴν ἐμήν,” οὐδὲ τοὺς ἀμφὶ πλουσίαν τράπεζαν ἐγκυκλουμένους, + οὓς οὐ πῦρ +οὐ πῦρ] p. 778 e: οὔτε + πῦρ. Cf. Meinek. II p. 487 οὐ σίδαρος + οὐδὲ χαλκὸς εἴργει μὴ φοιτᾶν ἐπὶ δεῖπνον, + οὐδὲ τὰς ἐν Κύπρῳ κολακίδας, ἐπειδὴ διέβησαν εἰς Συρίαν, κλιμακίδας + προσαγορευθείσας, ὅτι ταῖς γυναιξὶ τῶν + βασιλέων ἀναβαίνειν ἐπὶ τὰς ἁμάξας διʼ + αὑτῶν ὑποκατακλινόμεναι παρεῖχον. + +

+
+
+

τίνα οὖν δεῖ φυλάττεσθαι; τὸν μὴ δοκοῦντα μηδʼ ὁμολογοῦντα κολακεύειν, + ὃν οὐκ ἔστι λαβεῖν περὶ τοὐπτανεῖον, οὐδʼ ἁλίσκεται σκιὰν καταμετρῶν + ἐπὶ +ἐπι] τὴν ἐπὶ τὸ H + δεῖπνον, οὐδʼ ἔρριπται μεθυσθεὶς; ὅπως ἔτυχεν, ἀλλὰ νήφει τὰ πολλὰ + καὶ πολυπραγμονεῖ καὶ πράξεων + μετέχειν + οἴεται δεῖν καὶ λόγων ἀπορρήτων βούλεται κοινωνὸς εἶναι, καὶ ὅλως + τραγικός ἐστιν οὐ σατυρικὸς φιλίας ὑποκριτὴς οὐδὲ κωμικός. ὡς γὰρ ὁ + Πλάτων +Πλάτων] Rep. p. 361 a φησὶν “ἐσχάτης ἀδικίας + εἶναι δοκεῖν + + δίκαιον μὴ ὄντα,” καὶ κολακείαν ἡγητέον χαλεπὴν + τὴν λανθάνουσαν οὐ τὴν ὁμολογοῦσαν, οὐδὲ τὴν + παίζουσαν ἀλλὰ τὴν σπουδάζουσαν αὕτη γὰρ ἀναπίμπλησι καὶ τὴν + ἀληθινὴν φιλίαν ἀπιστίας, συνεμπίπτουσαν αὐτῇ + πολλάκις, ἂν μὴ προσέχωμεν. ὁ μὲν οὖν Γωβρύης εἰς σκοτεινὸν οἴκημα + τῷ μάγῳ φεύγοντι συνεισπεσὼν καὶ γενόμενος ἐν διαπάλαις ἐπιστάντα καὶ + διαποροῦντα τὸν Δαρεῖον ἐκέλευσεν + ὠθεῖν + καὶ διʼ ἀμφοτέρων· ἡμεῖς δέ, εἰ μηδαμῆ μηδαμῶς ἐπαινοῦμεν τὸ “ἐρρέτω +ἐρρέτω] Nauck. p. 696 φίλος σὺν + ἐχθρῷ,” διὰ πολλῶν ὁμοιοτήτων τὸν κόλακα τῷ φίλῳ + συμπεπλεγμένον + + ἀποσπάσαι ζητοῦντες ὀφείλομεν εὖ μάλα φοβεῖσθαι μή πως ἢ τῷ κακῷ + τὸ χρήσιμον συνεκβάλωμεν + ἢ φειδόμενοι τοῦ + οἰκείου τῷ βλάπτοντι περιπέσωμεν. ὥσπερ γὰρ οἶμαι τῶν ἀγρίων + σπερμάτων ὅσα καὶ σχῆμα καὶ μέγεθος παραπλήσιον ἔχοντα τῷ πυρῷ + συμμέμικται χαλεπὴν ἔχει τὴν ἀποκάθαρσιν γὰρ οὐ διεκπίπτει τῶν + στενοτέρων + πόρων ἢ συνεκπίπτει διὰ τῶν + ἀραιῶν, οὕτως ἡ κολακεία τῆς φιλίας εἰς πᾶν πάθος καὶ πᾶν κίνημα + καὶ χρείαν καὶ συνήθειαν ἑαυτὴν καταμιγνύουσα δυσχώριστός ἐστιν.

+
+
+

ὅτι μέντοι γε πάντων ἣδιστόν ἐστιν ἡ φιλία + + καὶ οὐδὲν ἄλλο + μᾶλλον εὐφραίνει, διὰ τοῦτο καὶ ὁ κόλαξ ἡδοναῖς ὑπάγεται καὶ περὶ + ἡδονάς ἐστιν. ὅτι δʼ ἡ χάρις καὶ ἡ χρεία τῇ φιλίᾳ παρέπεται καθʼ + ὃ δὴ καὶ λέγεται πυρὸς καὶ ὕδατος ὁ φίλος ἀναγκαιότερος εἶναι, διὰ + τοῦτʼ ἐμβάλλων εἰς τὰς ὑπουργίας + ἑαυτὸν + ὁ κόλαξ ἁμιλλᾶται σπουδαστικὸς ἀεὶ φαίνεσθαι καὶ ἄοκνος καὶ πρόθυμος. + ἐπεὶ δὲ τὸ μάλιστα φιλίας ἀρχὴν συνέχον ὁμοιότης ἐστὶν + ἐπιτηδευμάτων καὶ ἠθῶν, καὶ ὅλως τὸ χαίρειν τε τοῖς αὐτοῖς καὶ τὸ ταὐτὰ φεύγειν πρῶτον εἰς ταὐτὸ συνάγει καὶ + συνίστησι διὰ τῆς ὁμοιοπαθείας, τοῦτο κατιδὼν ὁ + κόλαξ αὑτὸν ὥσπερ ὕλην + τινὰ ῥυθμίζει καὶ σχηματίζει, περιαρμόσαι καὶ περιπλάσαι ζητῶν οἷς ἂν + ἐπιχειρῇ διὰ μιμήσεως, ὑγρὸς ὢν + μεταβάλλεσθαι καὶ πιθανὸς; ἐπὶ τὰς ἐξομοιώσεις,· ὥστʼ εἰπεῖν +οὐ παῖς Ἀχιλλέως, ἀλλʼ ἐκεῖνος αὐτὸς εἶ +Nauck. p. 696 + ὃ δὲ πάντων ἐστὶν αὐτοῦ πανουργότατον , αἰσθανόμενος τὴν + παρρησίαν καὶ λεγομένην καὶ δοκοῦσαν + ἰδίαν + εἶναι φωνὴν ὥσπερ τινὸς ζῴου τῆς φιλίας, τὸ δʼ ἀπαρρησίαστον ἄφιλον + καὶ ἀγεννές, οὐδὲ ταύτην ἀμίμητον ἀπολέλοιπεν, ἀλλʼ ὥσπερ οἱ δεινοὶ + τῶν ὀψοποιῶν τοῖς πικροῖς χυμοῖς καὶ αὐστηροῖς ἡδύσμασι χρῶνται, τῶν + γλυκέων ἀφαιροῦντες τὸ πλήσμιον, + + οὕτως οἱ κόλακες; + οὐκ ἀληθινὴν οὐδʼ ὠφέλιμον ἀλλʼ οἷον ἐπιλλώπτουσαν ἐξ ὀφρύος καὶ + γαργαλίζουσαν ἀτεχνῶς παρρησίαν προσφέρουσιν. ἔστι μὲν οὖν διὰ ταῦτα + δυσφώρατος; ὁ ἀνήρ, ὥσπερ τῶν θηρίων ὅσα πεφυκότα τὴν χρόαν + τρέπεσθαι συναφομοιοῦται + τοῖς ὑποκειμένοις + χρώμασι καὶ χωρίοις· ἐπεὶ δʼ ἐκεῖνος ἐξαπατᾷ τε καὶ περικαλύπτεται + ταῖς ὁμοιότησιν, ἡμέτερον ἔργον ἐστὶ ταῖς διαφοραῖς ἀνακαλύπτειν καὶ + ἀπογυμνοῦν αὐτὸν “ἀλλοτρίοις χρώμασι καὶ σχήμασιν,” φησιν ὁ + Πλάτων, +Πλάτων] Phaedr. p. 239 d “χήτει οἰκείων + κοσμούμενον”

+
+
+

εὐθὺς οὖν ἀπὸ τῆς ἀρχῆς σκοπῶμεν. ἀρχὴν δὲ φιλίας; ἔφαμεν εἶναι + τοῖς πλείστοις τὴν ταὐτὰ + μὲν ἐπιεικῶς ἀσπαζομένην ἔθη καὶ ἤθη τοῖς δʼ αὐτοῖς χαίρουσαν ἐπιτηδεύμασι καὶ πράγμασι καὶ + διατριβαῖς ὁμοιοπαθῆ διάθεσιν καὶ φύσιν, ἐφʼ ἧς καὶ ταῦτʼ εἴρηται + + γέρων γέροντι γλῶσσαν ἡδίστην ἔχει, Nauck. p. 696 + + +παῖς παιδί, καὶ γυναικὶ πρόσφορον γυνή, +νοσῶν τʼ ἀνὴρ νοσοῦντι, καὶ δυσπραξίᾳ +ληφθεὶς ἐπῳδός ἐστι τῷ πειρωμένῳ + εἰδὼς οὖν ὁ κόλαξ ὅτι τὸ χαίρειν τοῖς ὁμοίοις καὶ τὸ + χρῆσθαι καὶ ἀγαπᾶν ἔμφυτόν ἐστι, ταύτῃ + + πρῶτον ἐπιχειρεῖ + πλησιάζειν ἑκάστῳ καὶ παρασκηνοῦν, ὥσπερ ἔν τισι νομαῖς τοῖς αὐτοῖς + ἐπιτηδεύμασι καὶ διατριβαῖς περὶ ταὐτὰ καὶ σπουδαῖς καὶ διαίταις + ἀτρέμα παραβάλλων καὶ προσαναχρωννύμενος, ἄχρι οὗ λαβὴν παραδῷ καὶ + ψαύοντι τιθασὸς + γένηται καὶ συνήθης, ψέγων + μὲν οἷς ἐκεῖνον αἰσθάνεται πράγμασι καὶ βίοις καὶ ἀνθρώποις + ἀχθόμενον, ἐπαινέτης δὲ τῶν ἀρεσκόντων . οὐ μέτριος + ἀλλʼ ὥσθʼ ὑπερβάλλειν σὺν + ἐκπλήξει καὶ θαύματι, φαινόμενος, βεβαιῶν δὲ τὸ φιλοῦν καὶ τὸ μισοῦν + ὡς κρίσει μᾶλλον ἢ πάθει γιγνόμενον. +

+
+
+

πῶς οὖν ἐλέγχεται καὶ τίσιν ἁλίσκεται διαφοραῖς, οὐκ ὢν ὅμοιος + οὐδὲ γιγνόμενος ἀλλὰ μιμούμενος ὅμοιον; πρῶτον μὲν ὁρᾶν δεῖ τὴν + ὁμαλότητα τῆς προαιρέσεως καὶ τὸ ἐνδελεχές, εἰ χαίρει τε τοῖς + αὐτοῖς ἀεὶ καὶ ταὐτὰ ἐπαινεῖ καὶ + πρὸς ἓν ἀπευθύνει καὶ καθίστησι παράδειγμα τὸν ἑαυτοῦ βίον, ὥσπερ + ἐλευθέρῳ φιλίας ὁμοιοτρόπου καὶ συνηθείας ἐραστῇ προσήκει. τοιοῦτος + γὰρ ὁ φίλος. ὁ δὲ κόλαξ ἅτε δὴ μίαν ἑστίαν + ἤθους οὐκ ἔχων μόνιμον οὐδʼ ἑαυτῷ + βίον ζῶν αἱρετόν, ἀλλʼ ἑτέρῳ καὶ πρὸς + ἕτερον πλάττων καὶ προσαρμόττων ἑαυτόν, οὐχ ἁπλοῦς οὐδʼ εἷς ἀλλὰ + παντοδαπός ἐστι καὶ ποικίλος, εἰς ἄλλον ἐξ + + ἄλλου τόπον ὥσπερ τὸ μετερώμενον +μετερώμενον Lobeckius: μεταιρόμενον + ὕδωρ περιρρέων ἀεὶ καὶ + συσχηματιζόμενος τοῖς ὑποδεχομένοις. ὁ μὲν γὰρ πίθηκος, ὡς ἔοικε + μιμεῖσθαι τὸν ἄνθρωπον ἐπιχειρῶν ἁλίσκεται συγκινούμενος καὶ + συνορχούμενος, ὁ δὲ κόλαξ αὐτὸς ἑτέρους ἐπάγεται καὶ + παλεύει, μιμούμενος οὐχ ὁμοίως ἅπαντας ἀλλὰ τῷ + μὲν συνορχούμενος καὶ συνᾴδων, τῷ δὲ συμπαλαίων καὶ συγκονιόμενος + θηρατικοῦ δὲ καὶ κυνηγετικοῦ λαβόμενος μονονοὺ τὰ τῆς Φαίδρας ἀναβοῶν + ἕπεται + + +πρὸς θεῶν ἔραμαι κυσὶ θωΰξαι Eur. Hipp. 218 + + +βαλιαῖς ἐλάφοις ἐγχριπτόμενοσ̓, + καὶ οὐδὲν αὐτῷ πρᾶγμα πρὸς τὸ θηρίον, ἀλλʼ αὐτὸν + ἐκσαγηνεύει καὶ περιβάλλεται τὸν κυνηγόν. ἂν δὲ θηρεύῃ φιλόλογον καὶ + φιλομαθῆ νέον, αὖθις ἐν βιβλίοις ἐστὶ καὶ πώγων ποδήρης καθεῖται καὶ + τριβωνοφορία τὸ + χρῆμα καὶ ἀδιαφορία, καὶ + διὰ στόματος οἵ τε ἀριθμοὶ καὶ τὰ ὀρθογώνια τρίγωνα Πλάτωνος. εἴ τε + +εἴ + τε H: εἰτε + ῥᾴθυμός τις + ἐμπέπαικεν αὖθις καὶ φιλοπότης καὶ πλούσιος, +αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς , +Homer. Χ 1 + + + ἔρριπται μὲν ὁ + τρίβων, κατακείρεται δʼ ὁ πώγων ὥσπερ ἄκαρπον θέρος, ψυκτῆρες δὲ καὶ + φιάλαι καὶ γέλωτες ἐν περιπάτοις καὶ σκώμματα πρὸς τοὺς φιλοσοφοῦντας, ὥσπερ ἐν Συρακούσαις φασίν, ὁπηνίκα + Πλάτων ἀφίκετο, καὶ Διονύσιον ζῆλος ἔσχε περιμανὴς φιλοσοφίας, τὰ + βασίλεια κονιορτοῦ γέμειν ὑπὸ πλήθους τῶν γεωμετρούντων· ἐπεὶ δὲ + προσέκρουσε +Πλάτων, καὶ Διονύσιος ἐκπεσὼν + φιλοσοφίας πάλιν εἰς πότους καὶ γύναια καὶ τὸ ληρεῖν καὶ ἀκολασταίνειν + ἧκε φερόμενος, + ἀθρόως; ἅπαντας ὥσπερ ἐν Κίρκης μεταμορφωθέντας ἀμουσία καὶ λήθη + καὶ εὐήθεια κατέσχε. μαρτυρεῖ δὲ καὶ τὰ τῶν μεγάλων + ἔργα κολάκων καὶ τὰ τῶν δημαγωγῶν, +καὶ τὰ τῶν + δημαγωγῶν] del. H. τῶν + δημαγωγῶν Sauppius. Mihi sana videntur ὧν ὁ μέγιστος + Ἀλκιβιάδης, Ἀθήνησι μὲν σκώπτων καὶ ἱπποτροφῶν καὶ μετʼ εὐτραπελίας + ζῶν καὶ χάριτος, ἐν δὲ Λακεδαίμονι, κειρόμενος ἐν χρῷ καὶ + τριβωνοφορῶν καὶ ψυχρολουτῶν, ἐν δὲ Θρᾴκῃ πολεμῶν καὶ + πίνων, ἐπεὶ δὲ πρὸς Τισσαφέρνην ἀφίκετο, τρυφῇ + καὶ ἁβρότητι καὶ ἀλαζονείᾳ χρώμενος, ἐδημαγώγει καὶ καθωμίλει τῷ + συναφομοιοῦν καὶ συνοικειοῦν + ἑαυτὸν ἅπασιν. οὐ μὴν τοιοῦτος Ἐπαμεινώνδας οὐδʼ + Ἀγησίλαος, ἀλλὰ πλείστοις ὁμιλήσαντες ἀνθρώποις καὶ πόλεσι καὶ βίοις + τὸ προσῆκον ἦθος + αὑτοῖς πανταχοῦ καὶ + στολῇ καὶ διαίτῃ καὶ λόγῳ καὶ βίῳ διεφύλαττον. οὕτω καὶ Πλάτων + ἐν Συρακούσαις οἷος ἐν Ἀκαδημείᾳ, καὶ πρὸς Διονύσιον οἷος πρὸς + Δίωνα. + +

+
+
+

τὰς δὲ τοῦ κόλακος ὥσπερ πολύποδος τροπὰς ῥᾷστα φωράσειεν ἄν τις + αὐτὸς ἐπὶ πολλὰ δοκῶν τρέπεσθαι, καὶ ψέγων μὲν ὃν ἐπῄνει πρότερον + βίον, οἷς δʼ ἤχθετο πράγμασιν ἢ διαίταις ἢ λόγοις + ὡς + ἀρέσκοντας + ἐξαίφνης; προσιέμενος. ὄψεται γὰρ αὐτὸν οὐδαμοῦ βέβαιον οὐδʼ ἴδιον + οὐδʼ οἰκείῳ πάθει φιλοῦντα καὶ μισοῦντα καὶ χαίροντα καὶ λυπούμενον, + ἀλλὰ δίκην κατόπτρου παθῶν ὀθνείων καὶ + βίων καὶ κινημάτων εἰκόνας ἀναδεχόμενον. τοιοῦτος γὰρ οἷος, εἰ ψέγοις + τινὰ τῶν φίλων πρὸς αὐτόν, εἰπεῖν “βραδέως πεφώρακας τὸν ἄνθρωπον· + ἐμοὶ μὲν γὰρ οὐδὲ πρότερον ἤρεσκεν” ἂν. δʼ αὖ πάλιν ἐπαινῇς + μεταβαλόμενος, νὴ Δία φήσει συνήδεσθαι + καὶ χάριν ἔχειν αὐτὸς ὑπὲρ τοῦ ἀνθρώπου καὶ πιστεύειν. ἂν + δὲ βίον ἀλλακτέον + ἕτερον +ἑτερον] del. Hirschigius εἴπῃς, οἷον εἰς + ἀπραγμοσύνην καὶ ἡσυχίαν ἐκ πολιτείας μεταβαλόμενος, “πάλαι γʼ + ἐχρῆν” φησὶ “θορύβων ἡμᾶς ἀπηλλάχθαι + καὶ φθόνων” ἂν δὲ πάλιν ὁρμᾶν δοκῆς ἐπὶ τὸ πράττειν + καὶ λέγειν, ὑπεφώνησεν “ἄξια σαυτοῦ φρονεῖς· ἡ δʼ ἀπραγμοσύνη γλυκὺ + μέν, ἀλλʼ ἄδοξον καὶ ταπεινόν” εὐθὺς οὖν λέγειν χρὴ πρὸς τὸν + τοιοῦτον +ἀλλοῖός; μοι , ξεῖνε, φάνης +ξεῖνε φάνης Homerus + π 181: ξεῖνʼ + ἐφάνης + νέον ἠὲ πάροιθεν + + οὐ δέομαι φίλου συμμεθισταμένου καὶ + συνεπινεύοντος γὰρ σκιὰ ταῦτα ποιεῖ μᾶλλον, ἀλλὰ συναληθεύοντος καὶ + συνεπικρίνοντος;. εἷς μὲν οὖν τῶν ἐλέγχων τρόπος τοιοῦτός ἐστιν· + +

+
+
+

ἑτέραν δὲ δεῖ ταῖς ὁμοιώσεσι τοιαύτην παραφυλάττειν + διαφοράν; ὁ μὲν +ὁ μὲν] ὁ μὲν γὰρ? ἀληθὴς φίλος οὔτε μιμητής; ἐστι + πάντων οὔτʼ ἐπαινέτης πρόθυμος, ἀλλὰ τῶν ἀρίστων μόνων· + +οὐ γὰρ συνέχθειν ἀλλὰ συμφιλεῖν ἔφυ + κατὰ τὸν Σοφοκλέα, +Σοφοκλέα] Antig. 533 καὶ νὴ + Δία συγκατορθοῦν καὶ συμφιλοκαλεῖν, οὐ συναμαρτάνειν οὐδὲ + συρρᾳδιουργεῖν, ἂν μή τις οἷον ὀφθαλμίας ἀπορροὴ καὶ ἀνάχρωσις + ἄκοντα διʼ ὁμιλίαν καὶ συνήθειαν + ἀναπλήσῃ φαυλότητος ἢ πλημμελείας τινός. ὥς που καὶ Πλάτωνος + ἀπομιμεῖσθαί φασι τοὺς συνήθεις τὸ ἐπίκυρτον, +Ἀριστοτέλους δὲ τὸν τραυλισμόν, Ἀλεξάνδρου + δὲ τοῦ βασιλέως; τὴν ἔγκλισιν τοῦ τραχήλου + καὶ τὴν ἐν τῷ διαλέγεσθαι τραχύτητα τῆς φωνῆς· τὰ γὰρ πολλὰ + λανθάνουσιν ἔνιοι καὶ ἀπὸ τῶν ἠθῶν καὶ ἀπὸ τῶν βίων + ἀναλαμβάνοντες. ὁ δὲ κόλαξ ἀτεχνῶς τὸ τοῦ χαμαιλέοντος πέπονθεν. + ἐκεῖνός τε γὰρ ἁπάσῃ χρόᾳ πλὴν τοῦ λευκοῦ συναφομοιοῦται, + καὶ ὁ κόλαξ ἐν τοῖς ἀξίοις σπουδῆς· ὅμοιον + ἑαυτὸν ἐξαδυνατῶν παρέχειν οὐδὲν ἀπολείπει τῶν αἰσχρῶν ἀμίμητον, + ἀλλʼ ὥσπερ οἱ φαῦλοι ζῳγράφοι τῶν καλῶν ἐφικνεῖσθαι μὴ δυνάμενοι διʼ + ἀσθένειαν ἐν ῥυτίσι καὶ φακοῖς καὶ οὐλαῖς τὰς ὁμοιότητας + ἀναφέρουσιν, +ἀναφαίνουσιν H malim εἶναι + τὸ αἰσχρὸν + + + οὕτως ἐκεῖνος ἀκρασίας γίγνεται μιμητής, + ε δεισιδαιμονίας ἀκροχολίας, πικρίας πρὸς οἰκέτας, ἀπιστίας πρὸς + οἰκείους καὶ συγγενεῖς. φύσει τε γὰρ ἀφʼ ἑαυτοῦ πρὸς τὰ χείρονα + κατάντης ἐστί, καὶ δοκεῖ πορρωτάτω τοῦ ψέγειν τὸ αἰσχρὸν εἶναι + μιμούμενος. + ὕποπτοι γὰρ οἱ τὰ βελτίω + ζηλοῦντες +ζηλοῦντες R: ζητοῦντες + καὶ δοκοῦντες ἄχθεσθαι καὶ δυσκολαίνειν + τοῖς ἁμαρτήμασι τῶν φίλων· ὃ δὴ καὶ Διονυσίῳ Δίωνα καὶ Σάμιον Φιλίππῳ καὶ Κλεομένη Πτολεμαίῳ διέβαλε καὶ + ἀπώλεσεν. ὁ δὲ βουλόμενος εἶναι καὶ δοκεῖν ὁμοίως ἡδὺς ἅμα καὶ + πιστὸς τοῖς χείροσι μᾶλλον ὑποκρίνεται χαίρειν, ὡς ὑπὸ τοῦ σφόδρα + φιλεῖν οὐδὲ + + τὰ φαῦλα δυσχεραίνων, + ἀλλὰ συμπαθὴς πᾶσι καὶ συμφυὴς γιγνόμενος. ὅθεν οὐδὲ τῶν ἀβουλήτων + καὶ τυχηρῶν ἀμοιρεῖν ἀξιοῦσιν, ἀλλὰ καὶ νοσεῖν ὅμοια προσποιοῦνται, + κολακεύοντες τοὺς νοσώδεις, καὶ μήτε βλέπειν ὀξὺ μήτʼ ἀκούειν, ἂν + ὑποτύφλοις ἢ + ὑποκώφοις συνῷσιν, ὥσπερ + οἱ Διονυσίου κόλακες ἀμβλυωποῦντες ἐμπίπτοντες ἀλλήλοις καὶ τὰς + παροψίδας ἐν τῷ δειπνεῖν καταβάλλοντες ἔνιοι δὲ καὶ μᾶλλον ἁπτόμενοι + τῶν παθῶν ἐνδοτέρω ποιοῦσιν + ἑαυτούς, καὶ καταμιγνύουσιν ἄχρι τῶν ἀπορρήτων + τὰς ὁμοιοπαθείας. αἰσθόμενοι γὰρ ἢ περὶ γάμον + δυστυχοῦντας ἢ πρὸς υἱοὺς ὴ πρὸς οἰκείους ὑπόπτως ἔχοντας αὐτοὶ + σφῶν αὐτῶν ἀφειδοῦσι καὶ ἀποδύρονται περὶ τέκνων ἰδίων ἢ γυναικὸς + ἢ συγγενῶν ἢ οἰκείων, αἰτίας τινὰς ἀπορρήτους ἐξαγορεύοντες + ἡ γὰρ ὁμοιότης συμπαθεστέρους ποιεῖ , + καὶ μᾶλλον ὥσπερ ὅμηρα δεδεγμένοι προΐενταί τι τῶν ἀπορρήτων + αὐτοῖς, προέμενοι δὲ χρῶνται καὶ δεδίασιν ἐγκαταλιπεῖν τὴν πίστιν. + ἐγὼ δʼ οἶδά τινα συνεκβαλόντα γαμετήν, ὡς ὁ φίλος ἀπεπέμψατο τὴν + ἑαυτοῦ· + + κρύφα δὲ φοιτῶν πρὸς + αὐτὴν καὶ διαπεμπόμενος ἐφωράθη; συναισθομένης τῆς τοῦ φίλου γυναικός. + οὕτως ἄπειρος ἦν κόλακος ὁ νομίζων τὰ ἰαμβεῖα ταυτὶ· τῷ καρκίνῳ + μᾶλλον ἢ τῷ κόλακι προσήκειν + + γαστὴρ ὅλον τὸ σῶμα, πανταχῆ βλέπων +Meinek. II p. 489. Bergk. 3 + p. 669 +ὀφθαλμός, ἕρπον τοῖς ὀδοῦσι θηρίον + παρασίτου γὰρ ὁ τοιοῦτος εἰκονισμός ἐστι + τῶν περὶ τάγηνον καὶ μετʼ +μετʼ] παρʼ Herwerden. ἄριστον φίλων, +Meinek. II p. 489 + + ὡς Εὔπολίς φησιν.

+
+
+

οὐ μὴν ἀλλὰ ταῦτα μὲν εἰς τὸν οἰκεῖον ἀναθώμεθα τοῦ λόγου τόπον· + ἐκεῖνο δὲ μὴ παρῶμεν ἐν ταῖς μιμήσεσι τὸ σόφισμα τοῦ κόλακος, ὅτι + κἂν + τῶν καλῶν τι + μιμῆται τοῦ κολακευομένου, διαφυλάττει + τὴν + ὑπεροχὴν ἐκείνῳ. τοῖς μὲν γὰρ ἀληθῶς φίλοις οὔτε ζῆλος; οὐδείς + ἐστι πρὸς ἀλλήλους οὔτε φθόνος, ἀλλὰ κἂν ἴσον ἔχωσιν ἐν τῷ + κατορθοῦν κἂν ἔλαττον, ἀνεπαχθῶς καὶ μετρίως; φέρουσιν. ὁ δὲ κόλαξ + ἀεὶ μνημονεύων τοῦ τὰ δεύτερα λέγειν + + ὑφίεται τῇ ὁμοιότητι τῆς ἰσότητος, ἡττᾶσθαι πανταχοῦ καὶ + ἀπολείπεσθαι πλὴν τῶν φαύλων ὁμολογῶν. ἐν δὲ τοῖς φαύλοις οὐ παρίησι + τὸ πρωτεῖον, ἀλλά φησιν, ἂν ἐκεῖνος δύσκολος, αὑτὸν εἶναι + μελαγχολικὸν ἂν ἐκεῖνος δεισιδαίμων, αὑτὸν θεοφόρητον· + ἐρᾶν ἐκεῖνον, μαίνεσθαι δʼ αὑτόν. “ἀκαίρως +” φησὶν “ἐγέλας, ἐγὼ δʼ ἐξέθνῃσκον ὑπὸ τοῦ γέλωτος.” ἀλλʼ + ἔν γε τοῖς χρηστοῖς τοὐναντίον. αὐτός φησι ταχέως τρέχειν, ἵπτασθαι δʼ + ἐκεῖνον· αὐτὸς ἱππεύειν ἐπιεικῶς, “ἀλλὰ τί πρὸς τὸν ἱπποκένταυρον + τοῦτον; εὐφυής; εἰμι ποιητὴς καὶ + στίχον οὐ φαυλότατον γράφω, + βροντᾶν δʼ οὐκ ἐμὸν ἀλλὰ Διός. +Bergk. 3 p. 736 + +” ἅμα γὰρ αὐτοῦ δοκεῖ καὶ τὴν προαίρεσιν ἀποφαίνειν καλὴν + μιμούμενος καὶ τὴν δύναμιν ἀνέφικτον ἡττώμενος. ἐν μὲν οὖν ταῖς + ἐξομοιώσεσι τοιαῦταί τινὲς εἰσιν αἱ τοῦ κόλακος διαφοραὶ πρὸς τὸν + φίλον. + +

+
+
+

ἐπεὶ δʼ ὥσπερ εἴρηται καὶ τὸ τῆς ἡδονῆς κοινόν ἐστι χαίρει γὰρ οὐχ + ἧττον τοῖς φίλοις ὁ χρηστὸς ἢ τοῖς κόλαξιν ὁ φαῦλος; , φέρε καὶ + τοῦτο διορίσωμεν. ἔστι δὲ διορισμὸς ἡ πρὸς τὸ τέλος ἀναφορὰ + τῆς ἡδονῆς. σκόπει δʼ + οὕτως. ἔνεστι μέν που + τῷ μύρῳ τὸ + εὐῶδες, ἔνεστι δʼ ἐν ἀντιδότῳ. διαφέρει δʼ ὅτι τοῦτο μὲν πρὸς + ἡδονὴν καὶ πρὸς οὐδὲν ἕτερον γέγονεν, ἐκεῖ δὲ τὸ καθαῖρον ἢ τὸ + θερμαῖνον ἢ τὸ σαρκοῦν τῆς δυνάμεως ἄλλως εὐῶδές ἐστι. πάλιν οἱ + γραφεῖς ἀνθηρὰ. χρώματα καὶ βάμματα + + μιγνύουσιν, ἔστι δὲ καὶ τῶν ἰατρικῶν φαρμάκων ἔνια τὴν ὄψιν ἀνθηρὰ + καὶ τὴν χρόαν οὐκ ἀπάνθρωπον ἔχοντα. τί τοίνυν διαφέρει; ἦ + R: + δῆλον ὅτι + τῷ τέλει τῆς χρείας διακρινοῦμεν. οὐκοῦν ὁμοίως + αἱ μὲν τῶν φίλων χάριτες + ἐπὶ καλῷ τινι καὶ ὠφελίμῳ + τὸ εὐφραῖνον + ὥσπερ ἐπανθοῦν ἔχουσιν, ἔστι δʼ ὅτε καὶ παιδιᾷ καὶ τραπέζῃ καὶ + οἴνῳ καὶ νὴ Δία γέλωτι καὶ φλυάρῳ πρὸς ἀλλήλους οἷον ἡδύσμασιν + ἐχρήσαντο τῶν καλῶν καὶ σπουδαίων. πρὸς ὃ δὴ καὶ λέλεκται τὸ + + + μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες +Homer. Λ 643 + καὶ τὸ οὐδέ κεν ἄλλο id. δ 178 ἄμμε + διέκρινεν φιλέοντέ τε τερπομένω τε + τοῦ δὲ κόλακος τοῦτʼ + ἔργον ἐστὶ καὶ τέλος, ἀεί τινα παιδιὰν ἢ πρᾶξιν ἢ λόγον ἐφʼ + ἡδονῇ καὶ πρὸς ἡδονὴν ὀψοποιεῖν καὶ καρυκεύειν. συνελόντι δʼ εἰπεῖν + ὁ μὲν ἵνʼ ἡδὺς πάντα δεῖν οἴεται ποιεῖν, ὁ δ̓ + ἀεὶ ποιῶν ἃ δεῖ πολλάκις μὲν ἡδὺς πολλάκις δʼ ἀηδής + ἐστιν, οὐ τοῦτο βουλόμενος, εἰ δὲ βέλτιον εἴη, μηδὲ τοῦτο φεύγων. + ὥσπερ γὰρ ἰατρός, ἂν συμφέρῃ, κρόκον ἢ + + Duebnerus: καὶ + νάρδον ἐπέβαλε καὶ + νὴ Δία πολλάκις ἔλουσε προσηνῶς καὶ ἔθρεψε φιλανθρώπως, + ἔστι δʼ ὅπου ταῦτʼ ἐάσας καστόριον ἐνέσεισεν + +ἢ πόλιον βαρύοσμον ὃ δὴ ῥίγιστον ὄδωδεν +Nicander Ther. 64 + ὅτε σὺν ἐπαἱνῳ καὶ χάριτι μεγαλύνων καὶ εὐφραίνων ἄγει + πρὸς τὸ καλόν, ὥσπερ οὗτος +Τεῦκρε, φίλη κεφαλή, Τελαμώνιε, κοίρανε λαῶν, +βάλλʼ οὕτω + + ἤ τινα ἐλλέβορον + ἐκπιεῖν τρίψας ἠνάγκασεν, οὔτʼ ἐνταῦθα τὸ ἀηδὲς οὔτʼ ἐκεῖ τὸ + ἡδὺ ποιούμενος τέλος ἀλλʼ ἐφʼ ἓν διʼ ἀμφοτέρων ἐπὶ τὸ συμφέρον + ἄγων τὸν θεραπευόμενον, οὕτως ὁ φίλος + ἔστι μὲν ὅτε σὺν ἐπαίνῳ καὶ χάριτι μεγαλύνων +μεγαλύνων + H: μεγαλύνων ἀεὶ + καὶ εὐφραίνων + ἄγει πρὸς τὸ καλόν, ὥσπερ οὗτος + καὶ + Τ̔εῦκρε, φίλη κεφαλή, Τελαμώνιε, κοίρανε λαῶν, + βάλλʼ οὕτωʼ +Homer, Θ 281 + + πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην; +id. K 243 + ὅπου δʼ αὖ πάλιν ἐπιστροφῆς δεῖται, λόγῳ δήκτῃ καὶ + παρρησίᾳ κηδεμονικῇ καθαπτόμενος + + +ἀφραίνεις, Μενέλαε διοτρεφές, οὐδὲ τί σε χρὴ +id. H 109 + + ταύτης ἀφροσύνης +ἔστι δʼ ὅπου καὶ τὸ ἔργον ἅμα τῷ λόγῳ συνῆψεν, ὡς + Μενέδημος Ἀσκληπιάδου τοῦ φίλου τὸν υἱὸν ἄσωτον + ὄντα καὶ ἄτακτον ἀποκλείων καὶ μὴ προσαγορεύων ἐσωφρόνισε, καὶ + Βάτωνι +Βάτωνι Meinekius: βάτῳ + τὴν σχολὴν ἀπεῖπεν Ἀρκεσίλαος, ὅτε πρὸς Κλεάνθην στίχον + ἐποίησεν ἐν κωμῳδίᾳ, πείσαντος δὲ τὸν Κλεάνθην καὶ μεταμελομένου + διηλλάγη. δεῖ γὰρ ὠφελοῦντα λυπεῖν τὸν + φίλον, οὐ δεῖ δὲ λυποῦντα τὴν φιλίαν ἀναιρεῖν, ἀλλʼ ὡς φαρμάκῳ τῷ + δάκνοντι χρῆσθαι, +σῴζοντι καὶ φυλάττοντι τὸ θεραπευόμενον. ὅθεν ὥσπερ ἁρμονικὸς ὁ + φίλος τῇ πρὸς τὸ καλὸν καὶ + συμφέρον + μεταβολῇ τὰ μὲν ἐνδιδοὺς ἃ δʼ ἐπιτείνων πολλάκις μὲν ἡδὺς ἀεὶ δʼ + ὠφέλιμός ἐστι. ὁ δὲ κόλαξ ἀφʼ ἑνὸς διαγράμματος ἀεὶ τὸ ἡδὺ καὶ + τὸ πρὸς χάριν εἰωθὼς ὑποκρέκειν οὔτʼ ἔργον οἶδεν ἀντιτεῖνον οὔτε + ῥῆμα λυποῦν, ἀλλὰ μόνῳ παρέπεται + τῷ + βουλομένῳ, συνᾴδων ἀεὶ καὶ συμφθεγγόμενος ὥσπερ οὖν τὸν Ἀγησίλαον + ὁ Ξενοφῶν ἡδέως ἐπαινεῖσθαί φησιν ὑπὸ τῶν καὶ ψέγειν ἐθελόντων, + οὕτω δεῖ τὸ εὐφραῖνον καὶ χαριζόμενον ἡγεῖσθαι φιλικόν, ἂν καὶ + λυπεῖν ποτε δύνηται καὶ ἀντιτείνειν, τὴν δὲ + + συνεχῆ ταῖς ἡδοναῖς + καὶ τὸ πρὸς; χάριν ἔχουσαν ἄκρατον ἀεὶ καὶ ἄδηκτον ὁμιλίαν + ὑπονοεῖν, καὶ νὴ Δία τὸ τοῦ Λάκωνος ἔχειν πρόχειρον, ὃς + ἐπαινουμένου Χαρίλλου τοῦ βασιλέως “πῶς· οὗτοσ” ἔφη “χρηστός, + ὃς,· οὐδὲ τοῖς πονηροῖς πικρός ἐστι;ʼ”

+
+
+

τοῖς μὲν οὖν ταύροις τὸν οἶστρον ἐνδύεσθαι παρὰ τὸ οὖς λέγουσι, + καὶ τοῖς κυσὶ τὸν κρότωνα· τῶν δὲ φιλοτίμων ὁ κόλαξ τὰ ὦτα κατέχων + τοῖς ἐπαίνοις καὶ προσπεφυκὼς δυσαπότριπτός ἐστιν. + ὅθεν ἐνταῦθα δεῖ μάλιστα τὴν κρίσιν ἔχειν ἐγρηγορυῖαν + καὶ παραφυλάττουσαν πότερον + τοῦ πράγματος ἢ τοῦ ἀνδρὸς 5 ἔπαινός ἐστιν. ἔστι δὲ τοῦ πράγματος + , ἂν ἀπόντας μᾶλλον ἢ παρόντας ἐπαινῶσιν, + ἂν καὶ αὐτοὶ ταὐτὰ βουλόμενοι καὶ ζηλοῦντες μὴ μόνους ἡμᾶς ἀλλὰ + πάντας ἐπὶ τοῖς ὁμοίοις ἐπαινῶσιν, ἂν μὴ νῦν μὲν ταῦτα νῦν δὲ + τἀναντία πράττοντες καὶ λέγοντες φαίνωνται· +φαίνωνται H: φαίνοιντο + τὸ δὲ μέγιστον, ἂν αὐτοὶ + γιγνώσκωμεν ἑαυτοὺς μὴ μεταμελομένους + ἐφʼ + οἷς ἐπαινούμεθα μηδʼ αἰσχυνομένους μηδὲ μᾶλλον ἡμῖν τἀναντία τούτων + πεπρᾶχθαι καὶ λελέχθαι βουλομένους;. ἡ γὰρ οἴκοθεν κρίσις + ἀντιμαρτυροῦσα + καὶ μὴ + προσδεχομένη τὸν ἔπαινον ἀπαθής ἐστι καὶ ἄθικτος καὶ ὑπὸ τοῦ + κολακεύοντος ἀνάλωτος. ἀλλʼ + οὐκ οἶδʼ + ὅπως· οἱ πολλοὶ τὰς μὲν ἐπὶ τοῖς ἀτυχήμασι παρηγορίας οὐχ + ὑπομένουσιν, ἀλλὰ μᾶλλον ὑπὸ τῶν συνεπιθρηνούντων ἄγονται καὶ + συνοδυρομένων ὅταν δʼ ἁμαρτάνωσι καὶ πλημμελῶσιν, ὁ μὲν ἐλέγχῳ καὶ + ψόγῳ δηγμὸν ἐμποιῶν καὶ μετάνοιαν + ἐχθρὸς + δοκεῖ καὶ κατήγορος, τὸν δʼ ἐπαινοῦντα καὶ κατευλογοῦντα τὰ πεπραγμένα + ἀσπάζονται καὶ νομίζουσιν εὔνουν καὶ φίλον. ὅσοι μὲν + οὖν ἢ πρᾶξιν ἢ λόγον ἢ + σπουδάσαντος ὁτιοῦν ἢ σκώψαντος εὐχερῶς ἐπαινοῦσι καὶ συνεπικροτοῦσιν, + εἰς τὸ παρὸν εἰσιν οὗτοι καὶ τὰ ὑπὸ + χεῖρα βλαβεροὶ μόνον· ὅσοι δὲ πρὸς τὸ ἦθος ἐξικνοῦνται τοῖς + ἐπαίνοις καὶ νὴ Δία τοῦ τρόπου τῇ κολακείᾳ θιγγάνουσι, ταὐτὸ + ποιοῦσι τῶν οἰκετῶν τοῖς μὴ ἀπὸ τοῦ σωροῦ + κλέπτουσιν ἀλλʼ ἀπὸ τοῦ σπέρματος σπέρμα γὰρ τῶν πράξεων οὖσαν τὴν + διάθεσιν καὶ τὸ ἦθος ἀρχὴν καὶ πηγὴν τοῦ βίου διαστρέφουσι, τὰ τῆς + ἀρετῆς ὀνόματα τῇ κακίᾳ περιτιθέντες. ἐν + + μὲν γὰρ ταῖς στάσεσι καὶ τοῖς πολέμοις ὁ Θουκυδίδης +Θουκυδίδης] III 82 φησὶν ὅτι “τὴν εἰωθυῖαν ἀξίωσιν τῶν ὀνομάτων ἐς τὰ ἔργα ἀντήλλαξαν τῇ + δικαιώσει. τόλμα μὲν γὰρ ἀλόγιστος ἀνδρεία φιλέταιρος ἐνομίσθη, + μέλλησις δὲ + προμηθὴς δειλία εὐπρεπής, τὸ δὲ σῶφρον + + τοῦ ἀνάνδρου πρόσχημα, καὶ τὸ πρὸς ἅπαν συνετὸν ἐπὶ πᾶν + ἀργόν” ἐν δὲ ταῖς κολακείαις ὁρᾶν χρὴ καὶ παραφυλάττειν ἀσωτίαν + μὲν ἐλευθεριότητα καλουμένην καὶ δειλίαν ἀσφάλειαν, ἐμπληξίαν δʼ + ὀξύτητα, μικρολογίαν δὲ σωφροσύνην, τὸν + δʼ + ἐρωτικὸν φιλοσυνήθη καὶ φιλόστοργον, ἀνδρεῖον δὲ τὸν ὀργίλον καὶ + ὑπερήφανον, φιλάνθρωπον δὲ + τὸν εὐτελῆ καὶ ταπεινόν. ὥς που καὶ Πλάτων +Πλάτων] Rep. p. 474 e φησὶ τὸν + ἐραστὴν κόλακα τῶν ἐρωμένων ὄντα τὸν μὲν σιμὸν καλεῖν ἐπίχαριν, τὸν + δὲ γρυπὸν βασιλικόν, + μέλανας δʼ ἀνδρικούς, + λευκοὺς δὲ θεῶν παῖδας· τὸ δὲ μελίχρουν ὅλως ἐραστοῦ ποίημα +ποίημα Plato: προσπόημα + εἶναι + ὑποκοριζομένου καὶ εὐκόλως φέροντος τὴν ὠχρότητα. καίτοι καλὸς μὲν + εἶναι πεισθεὶς ὁ αἰσχρὸς ἢ μέγας ὁ μικρὸς οὔτε χρόνον πολὺν τῇ + ἀπάτῃ σύνεστι καὶ βλάπτεται + βλάβην ἐλαφρὰν καὶ οὐκ ἀνήκεστον. ὁ δὲ ταῖς + κακίαις ἐθίζων ἔπαινος ὡς ἀρεταῖς μὴ ἀχθόμενον + ἀλλὰ χαίροντα χρῆσθαι, καὶ τὸ αἰδεῖσθαι τῶν + ἁμαρτανομένων ἀφαιρῶν, οὗτος ἐπέτριψε Σικελιώτας, τὴν Διονυσίου καὶ + Φαλάριδος ὠμότητα μισοπονηρίαν προσαγορεύων, οὗτος Αἴγυπτον ἀπώλεσε, + τὴν Πτολεμαίου θηλύτητα καὶ θεοληψίαν καὶ ὀλολυγμοὺς + καὶ τυμπάνων ἐγχαράξεις +χαράξεις L. Dindorfius εὐσέβειαν ὀνομάζων καὶ + θεῶν λατρείαν, οὗτος τὰ Ῥωμαίων ἤθη τηνικαῦτα παρʼ οὐδὲν ἦλθεν + ἀνατρέψαι καὶ ἀνελεῖν, τὰς Ἀντωνίου τρυφὰς καὶ ἀκολασίας καὶ + πανηγυρισμοὺς ἱλαρὰ πράγματα +πράγματα] παίγματα H καὶ φιλάνθρωπα χρωμένης ἀφθόνως + + αὐτῷ δυνάμεως καὶ + τύχης ὑποκοριζόμενος Πτολεμαίῳ δὲ τί περιῆψεν ἄλλο φορβειὰν καὶ + αὐλούς, τί δὲ Νέρωνι τραγικὴν ἐπήξατο σκηνὴν καὶ προσωπεῖα· καὶ + κοθόρνους περιέθηκεν; οὐχ ὁ τῶν κολακευόντων ἔπαινος; οἱ δὲ πολλοὶ τῶν + βασιλέων + οὐκ Ἀπόλλωνες μὲν ἂν + μινυρίσωσι, Διόνυσοι δʼ ἂν μεθυσθῶσιν, Ἡρακλεῖς δʼ ἂν παλαίσωσι + προσαγορευόμενοι καὶ χαίροντες εἰς ἅπασαν αἰσχύνην ὑπὸ τῆς κολακείας + ἐξάγονται;

+
+
+

διὸ φυλακτέον ἐστὶ μάλιστα τὸν κόλακα + + περὶ τοὺς ἐπαίνους. ὅπερ οὐδʼ αὐτὸν ἐκεῖνον λέληθεν, + ἀλλὰ δεινὸς ὢν φυλάττεσθαι + τὸ ὕποπτον, ἂν μὲν εὐπαρύφου τινὸς +τινὸς ἢ] τινὸς + ἢ ἀγροίκου λάβηται φορίνην + παχεῖαν φέροντος, ὅλῳ τῷ μυκτῆρι χρῆται, καθάπερ ὁ Στρουθίας + ἐμπεριπατῶν τῷ Βίαντι καὶ κατορχούμενος + + τῆς ἀναισθησίας αὐτοῦ τοῖς ἐπαίνοις +Ἀλεξάνδρου +Ἀλεξάνδρου - πέπωκας Menander apid Meinek. IV p. 152: ἀλεξάνδρου τοῦ βασιλέως πλεέον πέπωκας + πλέον + τοῦ βασιλέως πέπωκας + + καὶ + γελῶ +γελῶ τὸ Cobetus: γέλωτι + τὸ πρὸς τὸν Κύπριον ἐννοούμενος +ἐννοούμενος id.: ἐνηθούμενος + + +Meinek. IV p. 153 + τοὺς δὲ κομψοτέρους ὁρῶν ἐνταῦθα μάλιστα προσέχοντας αὐτῷ +αὐτῷ] αὐτοῖς R + καὶ φυλαττομένους τὸ χωρίον τοῦτο + καὶ τὸν + τόπον οὐκ ἀπʼ εὐθείας ἐπάγει τὸν ἔπαινον, ἀλλʼ ἀπαγαγὼν πόρρω + κυκλοῦται καὶ + + + πρόσεισιν, οἷον ἀψοφητὶ θρέμματος + ἐπιψαύων καὶ ἀποπειρώμενος. νῦν μὲν γὰρ ἑτέρων περὶ αὐτοῦ + τινων ἐπαίνους ἀπαγγέλλει, καθάπερ οἱ + + ῥήτορες, ἀλλοτρίῳ προσχρώμενος προσώπῳ, ξένοις λέγων ἢ πρεσβυτέροις + ἐν ἀγορᾷ μάλʼ ἡδέως παραγενέσθαι πολλὰ κἀγαθὰ μεμνημένοις αὐτοῦ καὶ + θαυμάζουσι· νῦν δʼ αὖ πάλιν αἰτίας ἐλαφρὰς; καὶ ψευδεῖς πλασάμενος + καὶ συνθεὶς ἐπʼ αὐτόν, ὡς ἀκηκοὼς + + ἑτέρων ἀφῖκται μετὰ σπουδῆς, πυνθανόμενος ποῦ τοῦτʼ εἶπεν ἢ ποῦ + τοῦτʼ ἔπραξεν. ἀρνουμένου δʼ, ὡς εἰκός, αὐτόθεν ἑλὼν +ἑλὼν Courierus: ἔχων + ἐμβέβληκεν εἰς + τοὺς ἐπαίνους τὸν + ἄνθρωπον “ἐγὼ δʼ ἐθαύμαζον εἰ σὺ κακῶς τινα τῶν συνήθων εἶπας ὁ + μηδὲ τοὺς + ἐχθροὺς πεφυκώς, εἰ σὺ τοῖς + ἀλλοτρίοις ἐπεχείρησας ὁ τοσαῦτα τῶν ἰδίων δωρούμενοσ”

+
+
+

ἕτεροι τοίνυν, ὥσπερ οἱ ζῳγράφοι τὰ φωτεινὰ καὶ λαμπρὰ τοῖς σκιεροῖς + καὶ σκοτεινοῖς ἐπιτείνουσιν ἐγγὺς παρατιθεμένοις, οὕτω τῷ ψέγειν + τἀναντία καὶ λοιδορεῖν ἢ διασύρειν καὶ + καταγελᾶν λανθάνουσι τὰ προσόντα κακὰ τοῖς κολακευομένοις ἐπαινοῦντες + καὶ τρέφοντες. σωφροσύνην τε γὰρ ὡς ἀγροικίαν + ψέγουσιν ἐν ἀσώτοις, κἀν +κάν scripsi: καὶ + πλεονέκταις καὶ κακούργοις καὶ πλουτοῦσιν ἀπὸ + πραγμάτων + αἰσχρῶν καὶ + πονηρῶν αὐτάρκειάν τε +τε H: δὲ + καὶ δικαιοσύνην ὡς ἀτολμίαν καὶ ἀρρωστίαν πρὸς + τὸ πράττειν· + ὅταν δὲ ῥᾳθύμοις σχολασταῖς + καὶ τὰ μέσα φεύγουσι τῶν πόλεων ὁμιλῶσιν, οὐκ αἰσχύνονται πολιτείαν + μὲν ἀλλοτριοπραγίαν ἐπίπονον, φιλοτιμίαν δὲ κενοδοξίαν ἄκαρπον + ὀνομάζοντες. ἤδη δὲ καὶ ῥήτορος ἔστιν ὅτε κολακεία διασύρει + φιλόσοφον, καὶ παρὰ + γυναιξὶν ἀκολάστοις + εὐδοκιμοῦσιν +εὐδοκιμοῦσιν οἱ H: εὐδοκιμοῦσι + οἱ τὰς μονολεχεῖς καὶ φιλάνδρους ἀναφροδίτους καὶ + ἀγροίκους ἀποκαλοῦντες. ὑπερβάλλει δὲ μοχθηρίᾳ τὸ μηδʼ ἑαυτῶν + ἀπέχεσθαι τοὺς κόλακας. ὡς γὰρ οἱ παλαισταὶ τὸ σῶμα ποιοῦσι ταπεινόν, + ὅπως ἑτέρους καταβάλωσιν + + , οὕτω τῷ ψέγειν + ἑαυτοὺς εἰς τὸ θαυμάζειν τοὺς πλησίον ὑπορρέουσιν. ἀνδράποδόν “εἰμι δειλὸν ἐν θαλάσσῃ, πρὸς τοὺς πόνους ἀπαγορεύω, μαίνομαι κακῶς + ἀκούσας ὑπʼ ὀργῆς ἀλλὰ τούτῳ” φησὶν “οὐδέν ἐστι δεινόν, + οὐδὲν πονηρόν, ἀλλʼ ἴδιος + ἄνθρωπος, +ἄνθρωπος H + πάντα πράως φέρει, πάντʼ ἀλύπως.ʼ” ἂν δʼ ᾖ τις οἰόμενος πολὺν + ἔχειν νοῦν καὶ βουλόμενος αὐστηρὸς εἶναι καὶ αὐθέκαστος ὑπὸ δή + τινος ὀρθότητος ἀεὶ προβάλληται τὸ +Τυδείδη, μήτʼ ἄρ με μάλʼ αἴνεε μήτε τι νείκει, +Homer, K 249 + + + οὐ ταύτῃ πρόσεισιν ὁ + τεχνίτης κόλαξ, ἀλλʼ ἔστι τις ἑτέρα μηχανὴ πρὸς τὸν τοιοῦτον. ἣκει + γὰρ αὐτῷ περὶ πραγμάτων ἰδίων ὡς δὴ φρονήσει περισσοτέρῳ συμβουλευσόμενος, καί φησι μᾶλλον μὲν ἑτέρους ἔχειν + συνήθεις, ἐνοχλεῖν δʼ ἀναγκαίως ἐκείνῳ· ποῖ +ποῖ H: ποῦ + “γὰρ καταφύγωμεν οἱ + γνώμης δεόμενοι, τίνι δὲ πιστεύσωμεν;ʼ” εἶτʼ ἀκούσας ὅ τι ἂν + εἴπῃ , χρησμὸν + εἰληφέναι φήσας οὐ γνώμην + ἄπεισιν. ἂν δὲ καὶ λόγων + τινὸς ἐμπειρίας ὁρᾷ μεταποιούμενον, ἔδωκέ τι τῶν αὑτῷ + γεγραμμένων, ἀναγνῶναι καὶ διορθῶσαι κελεύσας. Μιθριδάτῃ δὲ τῷ + βασιλεῖ φιλιατροῦντι καὶ τεμεῖν ἔνιοι καὶ καῦσαι παρέσχον αὑτοὺς τῶν + ἑταίρων, + ἔργῳ κολακεύοντες οὐ λόγῳ· + μαρτυρεῖσθαι γὰρ ἐμπειρίαν ἐδόκει πιστευόμενος ὑπʼ αὐτῶν. + πολλαὶ μορφαὶ τῶν δαιμονίων, +Eurip. Alc. 1159 et passim + τὸ δὲ γένος τοῦτο τῶν ἀρνουμένων ἐπαίνων πανουργοτέρας + δεόμενον εὐλαβείας ἐλεγκτέον ἐπίτηδες + + ἀτόπους ἐκτάττοντα +ἐκτάττοντα] πλάττοντα Hirschigius συμβουλίας καὶ ὑποθήκας, καὶ + διορθώσεις ποιούμενον + ἀλόγους. πρὸς μηδὲν γὰρ ἀντιλέγων, ἀλλὰ πᾶσι συνεπινεύων καὶ + δεχόμενος +ἀποδεχόμενος ρ + + πάντα καὶ βοῶν παρʼ ἕκαστον ὡς + εὖ καὶ καλῶς, γίγνεται καταφανὴς +σύνθημʼ ἐρωτῶν, ἄλλο μαστεύων χρέος, +Nauck. p. 297 + ἐπαινέσαι καὶ συνεπιτυφῶσαι βουλόμενος

+
+
+

ἔτι τοίνυν ὥσπερ ἔνιοι τὴν ζῳγραφίαν σιωπῶσαν ἀπεφήναντο ποιητικήν, + οὕτως ἔστι τις κολακείας σιωπώσης ἔπαινος. ὥσπερ γὰρ οἱ θηρεύοντες + ἂν μὴ τοῦτο ποιεῖν ἀλλʼ ὁδοιπορεῖν ἢ + νέμειν ἢ γεωργεῖν δοκῶσι, μᾶλλον τὰ θηρευόμενα + λανθάνουσιν, οὕτως οἱ κόλακες ἅπτονται μάλιστα τοῖς ἐπαίνοις, ὅταν + ἐπαινεῖν μὴ δοκῶσιν ἀλλʼ ἕτερόν τι πράττειν. ὁ γὰρ ἕδρας εἴκων καὶ + κλισίας ἐπιόντι + καὶ + λέγων πρὸς δῆμον ἢ βουλὴν ἂν αἴσθηταί τινα + τῶν πλουσίων βουλόμενον εἰπεῖν, ἀποσιωπῶν μεταξὺ καὶ + παραδιδοὺς τὸ βῆμα καὶ τὸν λόγον ἐνδείκνυται σιωπῶν μᾶλλον τοῦ βοῶντος + ὅτι κρείττονα νομίζει καὶ διαφέροντα τῷ φρονεῖν ἐκεῖνον. ὅθεν ὁρᾶν + ἔστιν αὐτοὺς ἕδρας τε τὰς πρώτας ἐν ἀκροάσεσι καὶ + θεάτροις καταλαμβάνοντας, οὐχ ὅτι τούτων ἀξιοῦσιν + αὑτούς, ἀλλʼ ὅπως ὑπεξιστάμενοι τοῖς πλουσίοις κολακεύωσι· καὶ λόγου + κατάρχοντας ἐν συνόδοις καὶ συνεδρίοις, εἶτα παραχωροῦντας ὡς κρείττοσι + καὶ + μετατιθεμένους + ῥᾷστα πρὸς τοὐναντίον, ἄνπερ ᾖ + + δυνατὸς ἢ πλούσιος· ἢ ἔνδοξος ὁ ἀντιλέγων. ᾧ καὶ μάλιστα δεῖ τὰς + τοιαύτας ὑποκατακλίσεις καὶ ἀναχωρήσεις ἐξελέγχειν, οὐκ ἐμπειρίαις + οὐδʼ ἀρεταῖς οὐδʼ ἡλικίαις ὑφιεμένων ἀλλὰ πλούτοις καὶ δόξαις. + Ἀπελλῆς μὲν γὰρ ὁ ζωγράφος, Μεγαβύζου παρακαθίσαντος + αὐτῷ καὶ περὶ γραμμῆς τι καὶ σκιᾶς βουλομένου + λαλεῖν, “ὁρᾷσ” ἔφη “τὰ παιδάρια ταυτὶ τὰ τὴν μηλίδα τρίβοντα; + πάνυ σοι προσεῖχε τὸν νοῦν σιωπῶντι, καὶ τὴν πορφύραν ἐθαύμαζε καὶ + τὰ + χρυσία· νῦν δέ + σου καταγελᾷ περὶ ὧν οὐ μεμάθηκας + + ἀρξαμένου λαλεῖν” καὶ Σόλων, Κροίσου περὶ εὐδαιμονίας + πυνθανομένου , Τέλλον τινὰ τῶν οὐκ ἐπιφανῶν Ἀθήνησι καὶ Κλέοβιν καὶ + Βίτωνα ἀπέφηνεν εὐποτμοτέρους. οἱ δὲ κόλακες τοὺς βασιλεῖς καὶ + πλουσίους καὶ ἄρχοντας οὐκ ὀλβίους μόνον καὶ + μακαρίους ἀλλὰ καὶ φρονήσει καὶ τέχνῃ καὶ ἀρετῇ πάσῃ πρωτεύοντας + ἀναγορεύουσιν.

+
+
+

εἶτα τῶν μὲν Στωϊκῶν οὐδʼ ἀκούειν ἔνιοι ὑπομένουσι τὸν σοφὸν + ὁμοῦ πλούσιον καλὸν εὐγενῆ + βασιλέα + προσαγορευόντων, οἱ δὲ κόλακες τὸν πλούσιον ὁμοῦ καὶ ῥήτορα καὶ + ποιητήν, ἂν δὲ βούληται, + καὶ ζῳγράφον καὶ αὐλητὴν ἀποφαίνουσι καὶ ποδώκη καὶ + ῥωμαλέον, ὑποπίπτοντες ἐν τῷ παλαίειν καὶ ἀπολειπόμενοι θεόντων, +θέοντος H + ὥσπερ Κρίσων ὁ Ἱμεραῖος + ἀπελείφθη + διαθέων πρὸς Ἀλέξανδρον, ὁ δʼ αἰσθόμενος ἠγανάκτησε. Καρνεάδης δʼ + ἔλεγε ὅτι πλουσίων καὶ βασιλέων παῖδες ἱππεύειν μόνον, ἄλλο δʼ + οὐδὲν εὖ καὶ καλῶς μανθάνουσι; κολακεύει γὰρ αὐτοὺς ἐν ταῖς + διατριβαῖς ὁ διδάσκαλος ἐπαινῶν + καὶ ὁ + προσπαλαίων ὑποκατακλινόμενος, ὁ δʼ ἵππος, οὐκ εἰδὼς οὐδὲ φροντίζων + ὅστις ἰδιώτης ἢ ἄρχων ἢ πλούσιος ἢ πένης, ἐκτραχηλίζει τοὺς μὴ + δυναμένους + ὀχεῖσθαι. + εὐήθη τοίνυν καὶ ἀβέλτερα τὰ τοῦ Βίωνος “εἰ +εἰ] εἴ τις Meziriacus τὸν ἀγρὸν ἔμελλεν +ἔμελλεν ὁ? + ἐγκωμιάζων εὔφορον + ποιεῖν καὶ + εὔκαρπον, εἶτʼ οὐκ ἂν ἁμαρτάνειν ἐδόκει τοῦτο μὴ ποιῶν μᾶλλον + ἢ σκάπτων καὶ πράγματα ἔχων; οὐ τοίνυν οὐδʼ ἄνθρωπος +ἀνθρωπους Dobraeus ἄτοπος ἂν + ἐπαίνων +ὁ ἐπαινῶν? εἴη, εἰ τοῖς ἐπαινουμένοις ὠφέλιμός ἐστι καὶ + πάμφοροσ” . +πρόσφορος Iaegerus ὁ μὲν γὰρ ἀγρὸς οὐ γίγνεται χείρων ἐπαινούμενος, + ἄνθρωπον δὲ τυφοῦσι καὶ ἀπολλύουσιν οἱ + ψευδῶς καὶ παρʼ ἀξίαν ἐπαινοῦντες.

+
+
+

ταῦτα μὲν οὖν ἀπόχρη περὶ τούτων· ἐφεξῆς δὲ τὸ + τῆς παρρησίας ἴδωμεν. ἔδει μὲν γάρ, ὡς ὁ +Πάτροκλος τοῦ Ἀχιλλέως τὰ ὅπλα + περιβαλλόμενος καὶ τοὺς ἵππους ἐξελαύνων ἐπὶ τὴν μάχην μόνης οὐκ + ἐτόλμησε τῆς Πηλιάδος; θιγεῖν ἀλλʼ ἀφῆκεν, + οὕτω τὸν κόλακα τοῖς τοῦ φίλου σκευοποιούμενον καὶ ἀναπλαττόμενον + ἐπισήμοις καὶ συμβόλοις μόνην τὴν παρρησίαν ὥσπερ ἐξαίρετον βάσταγμα + φιλίας +βριθὺ μέγα στιβαρὸν +Homer. Π 131 + καταλείπειν ἄθικτον καὶ ἀμίμητον. ἐπεὶ δὲ φεύγοντες + τὸν ἐν γέλωτι καὶ ἀκράτῳ καὶ σκώμμασι καὶ + παιδιαῖς ἔλεγχον εἰς ὀφρῦν αἴρουσιν ἤδη τὸ πρᾶγμα καὶ + κολακεύουσιν ἐσκυθρωπακότες + καὶ ψόγον τινὰ καὶ νουθεσίαν παραμιγνύουσι, φέρε μηδὲ τοῦτο παραλίπωμεν + ἀβασάνιστον. οἶμαι δέ, ὥσπερ ἐν κωμῳδίᾳ +Μενάνδρου Ψευδηρακλῆς πρόσεισι ῥόπαλον +ρ9όπαλον] Meinek. IV p. 225 οὐ στιβαρὸν κομίζων οὐδʼ + ἰσχυρὸν ἀλλὰ χαῦνόν +κενόν Winckelmannus τι πλάσμα καὶ διάκενον, οὕτω τὴν τοῦ κόλακος + παρρησίαν φανεῖσθαι πειρωμένοις +πειρωμένοις] sc. ἡμῖν + μαλακὴν καὶ ἀβαρῆ καὶ τόνον οὐκ + ἔχουσαν, ἀλλὰ ταὐτὰ τοῖς τῶν γυναικῶν προσκεφαλαίοις + δρῶσαν, ἃ δοκοῦντα ταῖς κεφαλαῖς ἀντερείδειν καὶ + ἀντέχειν ἐνδίδωσι καὶ ὑπείκει μᾶλλον + ὥσπερ ἡ κίβδηλος αὕτη παρρησία κενὸν + ἔχουσα καὶ ψευδῆ καὶ ὕπουλον ὄγκον ἐξήρθη καὶ ᾤδησεν, ἵνα + συσταλεῖσα καὶ συμπεσοῦσα δέξηται καὶ συνεπισπάσηται + τὸν καταφερόμενον εἰς αὐτήν. ἡ μὲν γὰρ ἀληθὴς καὶ φιλικὴ + παρρησία τοῖς· ἁμαρτανομένοις ἐπιφύεται, σωτήριον ἔχουσα καὶ + κηδεμονικὸν τὸ λυποῦν, ὥσπερ τὸ μέλι τὰ ἡλκωμένα + δάκνουσα καὶ καθαίρουσα, τἄλλα δʼ ὠφέλιμος οὖσα καὶ γλυκεῖα, περὶ ἧς + ἴδιος ἔσται λόγος. ὁ δὲ κόλαξ πρῶτον μὲν ἐνδείκνυται τὸ πικρὸς + εἶναι καὶ περισπερχὴς καὶ + ἀπαραίτητος ἐν + τοῖς πρὸς ἑτέρους οἰκέταις γὰρ αὑτοῦ χαλεπός ἐστι καὶ συγγενῶν καὶ + οἰκείων ἐπεμβῆναι δεινὸς ἁμαρτήμασι καὶ μηδένα θαυμάσαι μηδὲ + σεμνῦναι τῶν ἐκτὸς ἀλλʼ + ὑπερορᾶν, ἀσυγγνώμων δὲ καὶ διάβολος ἐν τῷ πρὸς ὀργὴν ἑτέρους + παροξύνειν, + θηρώμενος μισοπονηρίας δόξαν, ὡς + οὐκ ἂν ἑκὼν ὑφέμενος παρρησίας αὐτοῖς οὐδὲ ποιήσας οὐδὲν οὐδʼ + εἰπὼν πρὸς χάριν, ἔπειτα δὲ τῶν μὲν ἀληθινῶν καὶ μεγάλων + ἁμαρτημάτων οὐδὲν εἰδέναι προσποιούμενος οὐδὲ γιγνώσκειν, πρὸς δὲ τὰ + μικρὰ καὶ τὰ + ἐκτὸς ἐλλείμματα δεινὸς + ᾆξαι καὶ μετὰ τόνου καθάψασθαι καὶ σφοδρότητος, ἂν σκεῦος ἀμελῶς + ἴδῃ κείμενον, ἂν οἰκοῦντα φαύλως, ἂν ὀλιγωροῦντα + κουρᾶς ἢ ἀμπεχόνης ἢ + κυνός τινος ἢ ἵππου μὴ κατʼ ἀξίαν ἐπιμελόμενον· post ἐπιμελόμενον lacunam indicavit H γονέων δὲ ὀλιγωρία + καὶ παίδων + ἀμέλεια καὶ ἀτιμία γαμετῆς + καὶ πρὸς οἰκείους ὑπεροψία καὶ χρημάτων ὄλεθρος οὐδέν ἐστι πρὸς + αὐτόν, ἀλλʼ ἄφωνος ἐν τούτοις καὶ ἄτολμος, ὥσπερ ἀθλητὴν ἀλείπτης + ἐῶν μεθύειν καὶ ἀκολασταίνειν, εἶτα περὶ ληκύθου χαλεπὸς ὢν καὶ + στλεγγίδος, ἢ + γραμματικὸς ἐπιπλήττων παιδὶ + περὶ δέλτου καὶ γραφείου, σολοικίζοντος δὲ καὶ βαρβαρίζοντος οὐ δοκῶν + ἀκούειν. τοιοῦτος γὰρ ὁ κόλαξ, οἷος ῥήτορος; φαύλου καὶ καταγελάστου + μηδὲν εἰπεῖν πρὸς τὸν + λόγον, ἀλλὰ περὶ τῆς + φωνῆς αἰτιᾶσθαι καὶ χαλεπῶς ἐγκαλεῖν ὅτι τὴν ἀρτηρίαν διαφθείρει + ψυχροποτῶν, + καὶ σύγγραμμα κελευσθεὶς ἄθλιον + διελθεῖν αἰτιᾶσθαι τὸ χαρτίον ὡς δασὺ καὶ τὸν γραφέα μιαρὸν καὶ + ὀλίγωρον ἀποκαλεῖν. οὕτω δὲ καὶ Πτολεμαίῳ φιλομαθεῖν δοκοῦντι περὶ + γλώττης καὶ στιχιδίου μαχόμενοι καὶ ἱστορίας μέχρι μέσων νυκτῶν + ἀπέτεινον + + ὠμότητι δὲ χρωμένου + καὶ ὕβρει καὶ τυμπανίζοντος +ἀποτυμπανίζοντος H καὶ τελοῦντος +τελοῦντος] στρεβλοῦντος Gatakerus οὐδεὶς ἐνέστη τῶν τοσούτων. + ὥσπερ οὖν εἴ τις ἀνθρώπου φύματα καὶ σύριγγας ἔχοντος; ἰατρικῷ + σμιλίῳ τὰς τρίχας τέμνοι καὶ τοὺς ὄνυχας, οὕτως οἱ κόλακες τὴν + παρρησίαν πρὸς τὰ μὴ λυπούμενα μέρη μηδʼ ἀλγοῦντα προσφέρουσιν.

+
+
+

ἔτι δὲ τούτων ἕτεροι πανουργότεροι καὶ + + πρὸς ἡδονὴν χρῶνται τῷ παρρησιάζεσθαι καὶ ψέγειν. καθάπερ Ἆγις ὁ + Ἀργεῖος, Ἀλεξάνδρου γελωτοποιῷ τινι μεγάλας δωρεὰς διδόντος, ὑπὸ + φθόνου καὶ λύπης ἐξέκραγεν “ὢ τῆς πολλῆς ἀτοπίας,” ἐπιστρέψαντος; δὲ τοῦ βασιλέως πρὸς αὐτὸν ὀργῇ καί “τί + δὴ σὺ λέγεις;ʼ” εἰπόντος “ὁμολογῶ” φησὶν ἄχθεσθαι “καὶ ἀγανακτεῖν, ὁρῶν ὑμᾶς τοὺς ἐκ Διὸς γεγονότας + ἅπαντας ὁμοίως + κόλαξιν ἀνθρώποις καὶ καταγελάστοις χαίροντας· καὶ γὰρ Ἡρακλῆς + Κέρκωψί τισι, καὶ Σειληνοῖς ὁ Διόνυσος ἐτέρπετο, καὶ παρὰ σοὶ + τοιούτους ἰδεῖν ἔστιν + εὐδοκιμοῦντας.” Τιβερίου δὲ Καίσαρος εἰς τὴν σύγκλητόν ποτε + παρελθόντος εἷς τῶν κολάκων ἀναστὰς ἔφη δεῖν ἐλευθέρους ὄντας + παρρησιάζεσθαι καὶ μηδὲν ὑποστέλλεσθαι μηδʼ ἀποσιωπᾶν + τῶν συμφερόντων ἀνατείνας δὲ πάντας οὕτως, γενομένης αὐτῷ σιωπῆς καὶ + τοῦ Τιβερίου προσέχοντος, “ἄκουσον” ἔφη “Καῖσαρ. ἅ σοι πάντες + ἐγκαλοῦμεν, οὐδεὶς δὲ τολμᾷ φανερῶς λέγειν. ἀμελεῖς + σεαυτοῦ καὶ προΐεσαι τὸ σῶμα καὶ κατατρύχεις + ἀεὶ φροντίσι καὶ πόνοις ὑπὲρ ἡμῶν, οὔτε μεθʼ ἡμέραν +οὔτε νυκτὸς + ἀναπαυόμενος.ʼ” πολλὰ δʼ αὐτοῦ τοιαῦτα συνείροντος, εἰπεῖν φασι + τὸν ῥήτορα Κάσσιον Σευῆρον “αὕτη τοῦτον ἡ παρρησία τὸν ἄνθρωπον + ἀποκτενεῖ” +οὐκ ἀποκτενεῖ Sauppius +

+
+
+

καὶ ταυτὶ μὲν ἐλάττονά ἐστιν. ἐκεῖνα δʼ ἢδη χαλεπὰ καὶ λυμαινόμενα + τοὺς ἀνοήτους, ὅταν εἰς τἀναντία πάθη καὶ νοσήματα κατηγορῶσιν ὥσπερ + Ἱμέριος ὁ κόλαξ τῶν πλουσίων τινὰ τὸν +τὸν add. H ἀνελευθερώτατον + καὶ φιλαργυρώτατον Ἀθήνησιν ὡς ἄσωτον ἐλοιδόρει + καὶ ἀμελῆ καὶ πεινήσοντα κακῶς μετὰ τῶν + τέκνων ἢ τοὺς ἀσώτους αὖ πάλιν καὶ + πολυτελεῖς εἰς μικρολογίαν καὶ ῥυπαρίαν ὀνειδίζωσιν ὥσπερ Νέρωνα + Τίτος Πετρώνιος ἢ τοὺς ὠμῶς καὶ ἀγρίως + προσφερομένους ἄρχοντας ὑπηκόοις ἀποθέσθαι κελεύωσι τὴν πολλὴν + ἐπιείκειαν καὶ τὸν ἄκαιρον ἔλεον καὶ ἀσύμφορον. ὅμοιος δὲ τούτοις + καὶ ὁ τὸν εὐήθη καὶ βλᾶκα καὶ ἀβέλτερον ὡς δεινὸν τινα καὶ πανοῦργον + καὶ φυλάττεσθαι καὶ δεδιέναι προσποιούμενος, + + καὶ ὁ τοῦ βασκάνου δὲ καὶ τῷ κακολογεῖν ἀεὶ καὶ ψέγειν χαίροντος, + ἄν ποτε προαχθεὶς ἐπαινέσῃ τινὰ τῶν ἐνδόξων, καθαπτόμενος καὶ + ἀντιλέγων + ὡς νόσημα + τοῦτʼ ἔχοντος, ἀνθρώπους ἐπαινεῖν καὶ μηδενὸς + ἀξίους. “τίς γὰρ οὗτός ἐστιν ἢ τί λαμπρὸν εἴρηκεν ἢ + πεποίηκε;ʼ” μάλιστα δὲ περὶ τοὺς ἔρωτας τοῖς κολακευομένοις + ἐπιτίθενται καὶ προσεκκάουσιν. ἀδελφοῖς μὲν γὰρ ὁρῶντες διαφερομένους + γονέων ὑπερφρονοῦντας +ὑπερόπτως W ἢ πρὸς γυναῖκας + αὐτῶν ὑπεροπτικῶς ἔχοντας οὔτε νουθετοῦσιν οὔτʼ ἐγκαλοῦσιν, ἀλλὰ + καὶ προσεπιτείνουσι τὰς ὀργάς;. “οὐ γὰρ αἰσθάνῃ σαυτοῦ” καὶ “σὺ τούτων αἴτιος, ἀεὶ θεραπευτικῶς προσφερόμενος καὶ + ταπεινῶς.ʼ” ἂν + + δὲ πρὸς ἑταίραν ἢ + μοιχεύτριαν ἐρωμένην κνησμός τις ἐξ ὀργῆς καὶ· ζηλοτυπίας ἐγγένηται, + πάρεστιν εὐθὺς μετὰ παρρησίας λαμπρᾶς ἡ κολακεία, πῦρ ἐπὶ πῦρ + εἰσφέρουσα καὶ δικαιολογουμένη καὶ κατηγοροῦσα τοῦ 1 ἐρῶντος ὡς + ἀνέραστα πολλὰ καὶ σκληρὰ + καὶ νεμεσητὰ + ποιοῦντος· +ὦ δυσχάριστε, τῶν πυκνῶν φιλημάτων. +Nauck. p. 32 + οὕτως Ἀντώνιον οἱ φίλοι τῆς Αἰγυπτίας ἐρῶντα καὶ καόμενον + ἀνέπειθον ὡς ὑπʼ ἐκείνης ἐρῷτο, καὶ λοιδοροῦντες ἐκάλουν ἀπαθῆ καὶ + ὑπερήφανον. “ἡ + μὲν γὰρ γυνὴ καταλιποῦσα + βασιλείαν τοσαύτην καὶ + διατριβὰς εὐδαίμονας φθείρεται μετὰ σοῦ στρατευομένη , + σχῆμα παλλακίδος ἔχουσα· + σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστί +Homer. κ 329 + καὶ περιορᾷς αὐτὴν ἀνιωμένην” ὁ δʼ ἡδέως ἐλεγχόμενος + ὡς ἀδικῶν καὶ τοῖς κατηγοροῦσι χαίρων + ὡς οὐδὲ τοῖς ἐπαινοῦσιν ἐλάνθανε τῷ νουθετεῖν δοκοῦντι + προσδιαστρεφόμενος. ἔοικε γὰρ ἡ τοιαύτη παρρησία τοῖς τῶν ἀκολάστων + δήγμασι γυναικῶν, ἐγείρουσα καὶ γαργαλίζουσα τῷ + δοκοῦντι λυπεῖν τὸ ἡδόμενον. καὶ καθάπερ τὸν ἄκρατον ἄλλως βοηθοῦντα + πρὸς τὸ κώνειον ἂν ἐμμίξωσι προσεμβαλόντες + αὐτῷ, κομιδῇ ποιοῦσι τὴν τοῦ φαρμάκου + δύναμιν ἀβοήθητον, ὀξέως ἀναφερομένην + ἐπὶ τὴν καρδίαν ὑπὸ θερμότητος, οὕτω τὴν παρρησίαν ἐπιστάμενοι μέγα + βοήθημα πρὸς τὴν κολακείαν οὖσαν οἱ πονηροὶ διʼ αὐτῆς κολακεύουσι τῆς + παρρησίας. ὅθεν οὐδʼ ὁ Βίας ἀπεκρίνατο καλῶς τῷ πυθομένῳ + τί τῶν ζῴων χαλεπώτατόν ἐστιν, ἀποκρινάμενος + ὅτι τῶν μὲν ἀγρίων ὁ τύραννος, τῶν δʼ ἡμέρων ὁ κόλαξ. ἀληθέστερον + γὰρ ἦν εἰπεῖν ὅτι τῶν κολάκων ἣμεροι μὲν εἰσιν , οἱ περὶ τὸ + βαλανεῖον καὶ περὶ τὴν τράπεζαν + , ὁ δʼ εἰς τὰ δωμάτια καὶ τὴν γυναικωνῖτιν + ἐκτείνων ὥσπερ πλεκτάνας τὸ πολύπραγμον + καὶ διάβολον καὶ κακόηθες ἄγριος καὶ θηριώδης καὶ δυσμεταχείριστος.

+
+
+

εἷς δέ τις ἔοικε τρόπος εἶναι φυλακῆς τὸ γιγνώσκειν καὶ μνημονεύειν + ἀεὶ ὅτι τῆς ψυχῆς τὸ + μὲν ἀληθινὸν καὶ + φιλόκαλον καὶ λογικὸν ἐχούσης, τὸ δʼ ἄλογον καὶ φιλοψευδὲς καὶ + παθητικόν, ὁ μὲν φίλος ἀεὶ τῷ κρείττονι πάρεστι σύμβουλος καὶ + συνήγορος, ὥσπερ ἰατρὸς τὸ ὑγιαῖνον αὔξων καὶ διαφυλάττων, ὁ δὲ + κόλαξ τῷ παθητικῷ καὶ ἀλόγῳ + + παρακάθηται, καὶ τοῦτο + κνᾷ καὶ γαργαλίζει καὶ ἀναπείθει, καὶ ἀφίστησι τοῦ λογισμοῦ, + μηχανώμενος αὐτῷ πονηράς τινας ἡδυπαθείας. ὥσπερ οὖν τῶν σιτίων + ἔστιν ἃ μήθʼ αἵματι προσφύεται μήτε πνεύματι, μηδὲ +μηδὲ H: μήτε + + + νεύροις τινὰ τόνον ἢ μυελοῖς προστίθησιν, ἀλλʼ αἰδοῖα παρακινεῖ καὶ + κοιλίαν ἐγείρει καὶ σάρκα ποιεῖ σαθρὰν καὶ ὕπουλον, οὕτως ὁ τοῦ· + κόλακος λόγος οὐδὲν τῷ φρονοῦντι καὶ λογιζομένῳ προστίθησιν, + ἀλλʼ ἡδονήν τινα τιθασεύων ἔρωτος ἢ θυμὸν + ἐντείνων ἀνόητον ἢ διερεθίζων φθόνον ἢ φρονήματος ὄγκον ἐμποιῶν + ἐπαχθῆ καὶ κενὸν ἢ λύπῃ συνεπιθρηνῶν + ἢ τὸ κακόηθες καὶ ἀνελεύθερον καὶ + ἄπιστον ἀεί τισι διαβολαῖς καὶ προαισθήσεσι +προσθέσεσι Emperius δριμὺ καὶ + ψοφοδεὲς ποιῶν καὶ ὕποπτον οὐ διαφεύξεται τοὺς + προσέχοντας. ἀεὶ γὰρ ὑφορμεῖ τινι πάθει καὶ τοῦτο πιαίνει, καὶ πάρεστι + βουβῶνος; δίκην ἑκάστοτε τοῖς ὑπούλοις καὶ φλεγμαίνουσι τῆς ψυχῆς + ἐπιγιγνόμενος. “ὀργίζῃ; κόλασον. ἐπιθυμεῖς; ὤνησαι. φοβῇ; φύγωμεν. + ὑπονοεῖς; πίστευσον” ἂν δὲ περὶ + ταῦτα δυσφώρατος τὰ πάθη, διὰ σφοδρότητα καὶ μέγεθος ἐκκρουομένου τοῦ + λογισμοῦ, περὶ τὰ μικρὰ λαβὴν + παρέξει μᾶλλον, ὅμοιος ὤν. καὶ γὰρ ἐν ὑποψίᾳ κραιπάλης + τινὸς ἢ πλησμονῆς γενόμενον καὶ διστάζοντα + + περὶ λουτροῦ καὶ τροφῆς; ὁ μὲν φίλος ἐφέξει, φυλάττεσθαι καὶ προσέχειν + παραινῶν, ὁ δὲ κόλαξ εἰς τὸ βαλανεῖον ἕλκει, καὶ κελεύει νεαρόν τι + παρατιθέναι καὶ μὴ κακοῦν ἀνατάσει τὸ σῶμα. καὶ πρὸς ὁδὸν ἢ πλοῦν + ἤ τινα πρᾶξιν ὁρῶν ἀπομαλακιζόμενον + οὐ + φήσει κατεπείγειν τὸν καιρόν, ἀλλὰ ταὐτὸ ποιήσειν ὑπερθεμένους ἢ + πέμψαντας ἕτερον. ἂν δʼ ὑπεσχημένος ἀργύριον οἰκείῳ τινὶ δανείσειν + ἢ + ἐπιδώσειν + μεταμέληται μὲν αἰδῆται δέ, τῇ χείρονι ῥοπῇ + προστιθεὶς ἑαυτὸν ὁ κόλαξ ἐπέρρωσε τὴν εἰς τὸ βαλλάντιον γνώμην καὶ + τὸ δυσωπούμενον ἐξέκοψεν, ὡς ἀναλίσκοντα πολλὰ καὶ πολλοῖς ἀρκεῖν + ὀφείλοντα φείδεσθαι κελεύων. ὅθεν εἰ μὴ λανθάνομεν + ἑαυτοὺς ἐπιθυμοῦντες ἀναισχυντοῦντες + ἀποδειλιῶντες, ὁ κόλαξ ἡμᾶς οὐ λήσεται. ἔστι γὰρ συνηγορῶν ἀεὶ + τούτοις τοῖς πάθεσι καὶ περὶ τὰς τούτων ἐκβάσεις +ἐκβάσεις]ἐντάσεις W παρρησιαζόμενος. ταῦτα + μὲν οὖν ἱκανὰ περὶ τούτων. + +

+
+
+

ἐπὶ δὲ τὰς χρείας καὶ τὰς ὑπουργίας ἴωμεν ἢδη· καὶ γὰρ ἐν ταύταις + πολλὴν ἀπεργάζεται σύγχυσιν + καὶ ἀσάφειαν ὁ κόλαξ τῆς πρὸς τὸν φίλον διαφορᾶς, ἄοκνος + δοκῶν εἶναι καὶ πρόθυμος ἐν πᾶσι καὶ ἀπροφάσιστος. ὁ μὲν γὰρ τοῦ + φίλου τρόπος + ὥσπερ ὁ τῆς ἀληθείας μῦθος + ἁπλοῦς ἐστι κατʼ Εὐριπίδην +Εὐριπίδην] Phoen. 472 καὶ ἀφελὴς καὶ ἄπλαστος, ὁ δὲ τοῦ + κόλακος ὄντως +νοσῶν ἐν αὑτῷ φαρμάκων δεῖται σοφῶν + καὶ πολλῶν νὴ Δία καὶ περιττῶν. ὥσπερ οὖν ἐν + ταῖς ἀπαντήσεσιν ὁ μὲν φίλος ἔστιν ὅτε μήτʼ + εἰπὼν μήτʼ ἀκούσας μηδὲν ἀλλὰ προσβλέψας καὶ μειδιάσας τὸ εὐμενὲς + καὶ τὸ οἰκεῖον ἔνδοθεν δοὺς ταῖς ὄψεσι + καὶ δεξάμενος παρῆλθεν, ὁ δὲ κόλαξ τρέχει + καταδιώκει δεξιοῦται πόρρωθεν, ἂν +ἂν] κὰν H προσαγορευθῇ πρότερον + ὀφθείς, ἀπολογεῖται μετὰ μαρτύρων καὶ ὅρκων + πολλάκις, οὕτως ἐν ταῖς πράξεσι πολλὰ παραλείπουσιν οἱ φίλοι τῶν + μικρῶν, οὐκ ἐξακριβοῦντες οὐδὲ πολυπραγμονοῦντες + οὐδέν, οὐδʼ ἑαυτοὺς εἰς πᾶσαν ὑπουργίαν ἐμβάλλοντες. ἀλλʼ ἐκεῖνος + ἐνταῦθα συνεχὴς καὶ ἐνδελεχὴς καὶ ἄτρυτος, οὐ διδοὺς ἑτέρῳ τόπον + οὐδὲ χώραν διακονίας, ἀλλὰ βουλόμενος κελεύεσθαι, + κἂν μὴ κελευσθῇ, δακνόμενος, μᾶλλον δʼ ὅλως ἐξαθυμῶν καὶ + ποτνιώμενος.

+
+
+

ἔστι μὲν οὖν καὶ ταῦτα δηλώματα τοῖς + νοῦν ἔχουσιν οὐκ ἀληθινῆς φιλίας οὐδὲ + σώφρονος ἀλλʼ ἑταιρούσης καὶ περιπλεκομένης ἑτοιμότερον τῶν + δεομένων. +τῶν δεομένων] τοῦ δέοντος Meziriacus οὐ μὴν ἀλλὰ δεῖ πρῶτον ἐν ταῖς + ἐπαγγελίαις σκοπεῖν τὴν διαφοράν. εὖ γὰρ εἴρηται καὶ τοῖς πρὸ ἡμῶν + φίλου μὲν ἐκείνην εἶναι τὴν ἐπαγγελίαν +εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστί, +Homer. Ξ 196. Σ 427 ε 90 + + κόλακος δὲ ταύτην + αὔδα ὅ τι φρονέεις +id. Ξ 195. Σ 426. ε 89 + καὶ γὰρ οἱ κωμικοὶ τοιούτους εἰσάγουσιν + ἐμέ, Νικόμαχε, πρὸς τὸν στρατιώτην τάξατε, +Meinek. IV p. 669 +ἂν μὴ ποιήσω πέπονα μαστιγῶν +μαστιγῶν] μαστίγου μʼ Madvigius ὅλον, + + +ἂν μὴ ποιήσω σπογγιᾶς μαλακώτερον +τὸ πρόσωπον + + ἔπειτα τῶν μὲν φίλων + οὐδεὶς γίγνεται συνεργός, εἰ μὴ γεγένηται +γεγένηται Pflugkius: γένηται vel γίγνεται + σύμβουλος πρότερον, ἀλλʼ + ὅταν δοκιμάσῃ καὶ. συγκαταστήσῃ τὴν πρᾶξιν εἰς τὸ πρέπον + ἢ τὸ συμφέρον ὁ δὲ κόλαξ, κἂν ἀποδῷ τις + αὐτῷ τὸ συνδοκιμάσαι καὶ συναποφήνασθαι περὶ τοῦ + πράγματος, οὐ μόνον ὑπείκειν καὶ χαρίζεσθαι βουλόμενος, ἀλλὰ καὶ + δεδιὼς ὑποψίαν ὀκνοῦντος παρέχειν καὶ φεύγοντος τὸ ἔργον, ἐνδίδωσι + καὶ συνεξορμᾷ τὴν ἐπιθυμίαν. +τὴν ἐπιθυμίαν Pflugkius: τῇ ἐπιθυμίᾳ + οὐδεὶς γάρ ἐστι ῥᾳδίως + πλούσιος οὐδὲ βασιλεὺς οἷος εἰπεῖν + + +ἐμοὶ γὰρ εἴη πτωχός, εἰ δὲ βούλεται, +Nauck. p. 386 +πτωχοῦ κακίων, ὅστις ὢν εὔνους ἐμοὶ +φόβον παρελθὼν τἀπὸ καρδίας ἐρεῖ, + ἀλλʼ ὥσπερ οἱ τραγῳδοὶ χοροῦ δέονται φίλων συνᾳδόντων + ἢ θεάτρου συνεπικροτοῦντος. ὅθεν ἡ μὲν + τραγικὴ Μερόπη παραινεῖ + φίλους δὲ τοὺς μὲν μὴ χαλῶντας ἐν λόγοις +id. p. 373 +κέκτησο, τοὺς δὲ πρὸς χάριν σὺν ἡδονῇ +τῇ σῇ πονηροὺς κλῇθρον εἰργέτω στέγης, + + + οἱ δὲ τοὐναντίον + δρῶσι, “τοὺς μὲν μὴ χαλῶντας ἐν λόγοισ” ἀλλʼ ἀντιβαίνοντας ὑπὲρ + τοῦ συμφέροντος ἀφοσιοῦνται, “τοὺς δὲ πρὸς χάριν πονηροὺσ” καὶ + ἀνελευθέρους καὶ γόητας οὐ μόνον “κλῄθρων καὶ στέγησ” ἐντὸς + ἀλλὰ καὶ παθῶν καὶ πραγμάτων ἀπορρήτων λαμβάνουσιν. + ὧν ὁ μὲν ἁπλούστερος οὐκ οἴεται δεῖν οὐδʼ + ἀξιοῖ σύμβουλος εἶναι πραγμάτων τηλικούτων ἀλλʼ ὑπουργὸς καὶ διάκονος, + ὁ δὲ πανουργότερος ἔστη μὲν ἐν τῷ συνδιαπορεῖν καὶ τὰς ὀφρῦς + συνάγειν καὶ συνδιανεύειν τῷ προσώπῳ, λέγει δʼ + οὐδέν· ἂν δʼ ἐκεῖνος εἴπῃ τὸ φαινόμενον, “ὦ + Ἡράκλεις, ἔφθης με” φησὶ “μικρὸν εἰπών, ἐγὼ γὰρ αὐτὸ τοῦτο + λέγειν ἔμελλον” ὡς γὰρ οἱ μαθηματικοὶ τὰς + ἐπιφανείας καὶ τὰς + γραμμὰς λέγουσι μήτε κάμπτεσθαι μήτε διατείνεσθαι μήτε κινεῖσθαι καθʼ + ἑαυτάς, νοητὰς καὶ ἀσωμάτους οὔσας, συγκάμπτεσθαι δὲ καὶ + συνδιατείνεσθαι καὶ συμμεθίστασθαι τοῖς σώμασιν + ὧν πέρατὰ εἰσιν, οὕτω τὸν κόλακα φωράσεις ἀεὶ συνεπιφάσκοντα καὶ + συναποφαινόμενον καὶ συνηδόμενον νὴ Δία καὶ συνοργιζόμενον , ὥστε + παντελῶς ἔν γε τούτοις εὐφώρατον εἶναι τὴν διαφοράν. ἔτι δὲ μᾶλλον + ἐν τῷ τρόπῳ τῆς ὑπουργίας. ἡ μὲν + γὰρ + παρὰ τοῦ φίλου χάρις ὥσπερ ζῷον ἐν βάθει + τὰς κυριωτάτας ἔχει δυνάμεις, ἐπιδεικτικὸν + δὲ καὶ πανηγυρικὸν οὐδὲν ἔπεστιν ἀλλὰ πολλάκις, ὥσπερ ἰατρὸς λαθὼν + ἐθεράπευσε , καὶ φίλος ὠφέλησεν ἐντυχὼν ἢ διαλυσάμενος, ἀγνοοῦντος + ἐπιμεληθείς + τοιοῦτος Ἀρκεσίλαος περί τε + τἄλλα καὶ νοσοῦντος Ἀπελλοῦ τοῦ Χίου τὴν πενίαν καταμαθὼν ἐπανῆλθεν + αὖθις ἔχων εἴκοσι δραχμάς, καὶ καθίσας πλησίον “ἐνταῦθα μέν” εἶπεν “οὐδὲν ἢ τὰ Ἐμπεδοκλέους +Εμπεδοκλέους] Mullach. vol. 1 p. 3 στοιχεῖα ταυτὶ + + + πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ αἰθέρος ἤπιον ὕψος + ἀλλʼ οὐδὲ κατάκεισαι σὺ δεξιῶς,” ἅμα δὲ διακινῶν τὸ + προσκεφάλαιον αὐτοῦ, λαθὼν ὑπέβαλε τὸ κερμάτιον. + ὡς οὖν ἡ διακονοῦσα + πρεσβῦτις εὗρε καὶ θαυμάσασα τῷ Ἀπελλῇ προσήγγειλε, γελάσας ἐκεῖνος + “Ἀρκεσιλάου” εἶπε “τοῦτο τὸ κλέμμα” καὶ μὴν ἐοικότα γε + τέκνα φύεται γονεῦσιν ἐν φιλοσοφίᾳ. Λακύδης γοῦν ὁ Ἀρκεσιλάου + γνώριμος ἀπʼ εἰσαγγελίας φεύγοντι δίκην Κηφισοκράτει μετὰ τῶν ἄλλων φίλων παρειστήκει. τοῦ δὲ· κατηγόρου τὸν + δακτύλιον αἰτήσαντος, ὁ μὲν ἡσυχῇ παρακαθῆκεν, αἰσθόμενος δʼ ὁ + Λακύδης ἐπέβη τῷ ποδὶ καὶ ἐπέκρυψεν ἦν γὰρ ὁ ἔλεγχος ἐν + ἐκείνῳ. μετὰ δὲ τὴν + ἀπόφασιν τοῦ + Κηφισοκράτους δεξιουμένου τοὺς δικαστὰς + εἷς τις ὡς ἔοικεν ἑωρακὼς τὸ γενόμενον + ἐκέλευσε Λακύδῃ χάριν ἔχειν καὶ τὸ πρᾶγμα διηγήσατο, τοῦ Λακύδου + πρὸς μηδένα φράσαντος οὕτως οἶμαι καὶ τοὺς θεοὺς εὐεργετεῖν τὰ πολλὰ + λανθάνοντας, + αὐτῷ τῷ χαρίζεσθαι καὶ εὖ + ποιεῖν φύσιν ἔχοντας; ἣδεσθαι. τὸ δὲ τοῦ κόλακος ἔργον οὐδὲν ἔχει + δίκαιον οὐδʼ ἀληθινὸν οὐδʼ ἁπλοῦν οὐδʼ·ʼ ἐλευθέριον, ἀλλʼ ἱδρῶτα καὶ + κραυγὴν διαδρομὴν καὶ σύντασιν προσώπου. ποιοῦσαν ἔμφασιν καὶ δόκησιν + + ἐπιπόνου χρείας καὶ + κατεσπευσμένης, ὥσπερ ζῳγράφημα περίεργον ἀναιδέσι φαρμάκοις καὶ + κεκλασμέναις στολίσι καὶ ῥυτίσι καὶ γωνίαις ἐναργείας φαντασίαν + ἐπαγόμενον. ἔστι δὲ καὶ διηγούμενος ἐπαχθὴς ὡς ἔπραξε πλάνας τινὰς + ἐπʼ αὐτῷ καὶ φροντίδας, εἶτʼ + ἀπεχθείας + πρὸς ἑτέρους εἶτα πράγματα μυρία καὶ μεγάλα πάθη διεξιών, ὥστʼ + εἰπεῖν οὐκ ἄξια ταῦτʼ ἐκείνων· πᾶσα μὲν γὰρ ὀνειδιζομένη χάρις + ἐπαχθὴς καὶ ἄχαρις· καὶ οὐκ ἀνεκτὴ , ταῖς; δὲ· τῶν κολάκων οὐχ + ὕστερον ἀλλὰ πραττομέναις ἔνεστιν εὐθὺς τὸ + + ἐπονείδιστον καὶ + δυσωποῦν. ὁ δὲ φίλος, ἂν +ἂν H: κἂν + εἰπεῖν δεήσῃ τὸ πρᾶγμα; μετρίως ἀπήγγειλε, + περὶ αὑτοῦ δʼ εἶπεν οὐδέν. δὴ καὶ Λακεδαιμόνιοι Σμυρναίοις δεομένοις + σῖτον πέμψαντες, ὡς ἐθαύμαζον ἐκεῖνοι τὴν χάριν, “οὐδὲν” ἔφασαν “μέγα μίαν γὰρ ἡμέραν ψηφισάμενοι τὸ ἄριστον + ἀφελεῖν ἑαυτῶν καὶ τῶν ὑποζυγίων·ν ταῦτʼ ἠθροίσαμεν” . οὐ γὰρ + μόνον ἐλευθέριος ἡ τοιαύτη χάρις, ἀλλὰ καὶ τοῖς λαμβάνουσιν + ἡδίων, ὅτι τοὺς ὠφελοῦντας οὐ μεγάλα βλάπτεσθαι + νομίζουσιν.

+
+
+

οὐ τοίνυν μάλιστα τῷ περὶ τὰς ὑπουργίας ἐπαχθεῖ τοῦ κόλακος οὐδὲ + τῇ περὶ τὰς ἐπαγγελίας + εὐχερείᾳ γνοίη τις ἂν τὴν φύσιν, ἀλλὰ μᾶλλον ἐν + τῷ καλῷ τῆς χρείας ἢ αἰσχρῷ καὶ + διαφέροντι πρὸς ἡδονὴν ἢ ὠφέλειαν. ὁ μὲν γὰρ φίλος οὐχ, ὥσπερ + ἀπεφαίνετο Γοργίας, αὑτῷ μὲν ἀξιώσει τὰ δίκαια τὸν φίλον + ὑπουργεῖν, ἐκείνῳ δʼ αὐτὸς ὑπηρετήσει πολλὰ καὶ τῶν μὴ δικαίων· + + +συσσωφρονεῖν γάρ , οὐχὶ συννοσεῖν ἔφυ. +Eur. Iph. A. 407 + μᾶλλον οὖν κἀκεῖνον ἀποτρέψει τῶν μὴ προσηκόντων ἂν δὲ μὴ + πείθῃ, καλὸν τὸ Φωκίωνος πρὸς Ἀντίπατρον, “ονʼ οὐ δύνασαί μοι καὶ + φίλῳ χρῆσθαι καὶ κόλακι,” τουτέστι καὶ φίλῳ καὶ μὴ,φίλῳ. · + συνεργεῖν + γὰρ δεῖ τῷ φίλῳ μὴ + συμπανουργεῖν; καὶ συμβουλεύειν μὴ συνεπιβουλεύειν; καὶ συμμαρτυρεῖν· μὴ + συνεξαπατᾶν, καὶ συνατυχεῖν νὴ Δία συναδικεῖν. + οὐδὲ γὰρ· τὸ συνειδέναι τοῖς φίλοις τὰ + αἰσχρά, πόθεν γε· δὴ τὸ συμπράττειν καὶ συνασχημονεῖν + αἱρετόν ἐστιν; ὥσπερ οὖν Λακεδαιμόνιοι μάχῃ + κρατηθέντες ὑπʼ Ἀντιπάτρου καὶ ποιούμενοι διαλύσεις ἠξίουν ὅ τι + βούλεται ζημιῶδες, αἰσχρὸν δὲ μηδὲν ἐπιτάττειν αὐτοῖς, οὕτως ὁ + φίλος, ἄν τις ἢ δαπάνην ἢ κίνδυνον ἢ πόνον + ἔχουσα χρεία καταλαμβάνῃ, πρῶτος ἀξιῶν καλεῖσθαι καὶ μετέχειν + ἀπροφασίστως καὶ προθύμως, ὅπου δὲ πρόσεστιν αἰσχύνη, μόνον ἐᾶν καὶ + φείδεσθαι παραιτούμενος. ἀλλʼ ἥ γε κολακεία + + τοὐναντίον ἐν μὲν ταῖς ἐπιπόνοις καὶ κινδυνώδεσιν + ὑπουργίαις ἀπαγορεύει, κἂν + διαπειρώμενος κρούσῃς, σαθρὸν ἔκ τινος προφάσεως ὑπηχεῖ καὶ ἀγεννές· + ἐν δὲ ταῖς αἰσχραῖς καὶ ταπειναῖς καὶ ἀδόξοις διακονίαις ἀπόχρησαι + πάτησον, οὐδὲν ἡγεῖται + δεινὸν οὐδʼ + ὑβριστικόν. ὁρᾷς τὸν πίθηκον; οὐ δύναται τὴν οἰκίαν φυλάττειν ὡς ὁ + κύων, οὐδὲ + βαστάζειν ὡς ὁ ἵππος, οὐδʼ + ἀροῦν τὴν γῆν ὡς οἱ βόες· ὕβριν οὖν φέρει καὶ βωμολοχίαν καὶ + παιδιὰς ἀνέχεται, γέλωτος ὄργανον ἐμπαρέχων ἑαυτόν. οὕτω δὴ καὶ ὁ + κόλαξ οὐ συνειπεῖν οὐ συνεισενεγκεῖν οὐ συναγωνίσασθαι δυνάμενος, πόνου + τε καὶ σπουδῆς ἁπάσης ἀπολειπόμενος, ἐν ταῖς ὑπὸ μάλης πράξεσιν + ἀπροφάσιστός ἐστι, + καὶ πιστὸς ἔρωτος ὑπηρέτης καὶ περὶ λύσιν πόρνης ἀκριβὴς· καὶ πότου + δαπάνης ἐκκαθῆραι + λογισμὸν οὐκ ἀμελής, + οὐδὲ ῥᾴθυμος ἐν δείπνων παρασκευαῖς, θεραπευτικὸς δὲ παλλακίδων, πρὸς + δὲ κηδεστὰς ἀποθρασύνεσθαι κελευσθεὶς καὶ συνεκβαλεῖν γαμετὴν ἄτεγκτος + καὶ ἀδυσώπητος. ὥστε + + μηδὲ ταύτῃ δυσφώρατον εἶναι τὸν ἄνδρα· προσταττόμενος + γὰρ ὅ τι βούλει τῶν ἀδόξων καὶ μὴ καλῶν + ἕτοιμος ἀφειδεῖν ἑαυτοῦ, τῷ προστάττοντι χαριζόμενος.

+
+
+

οὐχ ἥκιστα δʼ ἄν τις αὐτὸν ἐν τῇ πρὸς τοὺς ἄλλους φίλους διαθέσει + καταμάθοι πολὺ τοῦ φίλου διαφέροντα. τῷ μὲν γὰρ + ἣδιστόν ἐστι μετὰ πολλῶν φιλεῖν καὶ φιλεῖσθαι, καὶ τοῦτο πράττων ἀεὶ + διατελεῖ περὶ τὸν φίλον ὅπως πολύφιλος καὶ πολυτίμητος ἔσται· κοινὰ + γὰρ τὰ φίλων ἡγούμενος + οὐδὲν οὕτως + οἴεται δεῖν κοινὸν ὡς τοὺς φίλους + ὑπάρχειν· ὁ δὲ ψευδὴς καὶ νόθος καὶ + ὑπόχαλκος; ὤν , ἅτε δὴ μάλιστα γιγνώσκων ἑαυτὸν ἀδικοῦντα τὴν + φιλίαν ὥσπερ νόμισμα παράσημον ὑπʼ αὐτοῦ γενομένην, ἔστι μὲν καὶ + φύσει φθονερός, ἀλλὰ τῷ + φθόνῳ χρῆται + πρὸς τοὺς ὁμοίους, διαμιλλώμενος ὑπερβαλέσθαι βωμολοχίᾳ καὶ + σπερμολογίᾳ, τὸν δὲ κρείττονα τρέμει καὶ δέδοικεν, οὐ μὰ Δία παρὰ + Λύδιον ἅρμα πεζὸς οἰχνεύων, +οἰχνέων id. ἀλλὰ “παρὰ χρυσὸν ἑφθόν,” Bergk. 1 p. 450 ὥς φησι + Σιμωνίδης, +Σιμωνίδης] id. 3 p. 417 “ἀκήρατον οὐδὲ μόλυβδον + + ἔχων” . +ἑφθόν - ἔχων] ἀκήρατον ἑφθόν Οὑλομόλυβδος ἐών id. ὅταν οὖν ἐλαφρὸς ὢν καὶ ἐπίτηκτος +ἐπίτηκτος Iacobsius:ἐπίκτητος + καὶ ἀπατηλὸς + ἐγγύθεν ἀντεξετάζηται πρὸς ἀληθινὴν + καὶ ἐμβριθῆ φιλίαν καὶ σφυρήλατον, οὐκ + ἀναφέρων ἀλλʼ ἐξελεγχόμενος ταὐτὸ ποιεῖ τῷ ζῳγραφήσαντι τοὺς + ἀλεκτρυόνας ἀθλίως. ἐκεῖνός τε γὰρ ἐκέλευε + τὸν παῖδα τοὺς ἀληθινοὺς ἀλεκτρυόνας ἀποσοβεῖν ἀπωτάτω τοῦ + πίνακος, οὗτός τε τοὺς ἀληθινοὺς ἐξ ἀποσοβεῖ φίλους καὶ οὐκ ἐᾷ + πλησιάζειν ἂν δὲ μὴ δύνηται, φανερῶς, μὲν ὑποσαίνει καὶ περιέπει καί + τέθηπεν ὡς ἀμείνονας, λάθρᾳ δʼ ὑφίησί τινας καὶ 25ὑποσπείρει + διαβολάς. κρυφίου δὲ λόγου κνήσαντος ἕλκος, κἂν μὴ παντελῶς εὐθὺς + ἐργάσηται, τὸ τοῦ Μηδίου φυλάττει μεμνημένος. ἦν δʼ ὁ Μήδιος τοῦ περὶ τὸν Ἀλέξανδρον χοροῦ τῶν κολάκων οἷον ἔξαρχος + καὶ σοφιστὴς + κορυφαῖος ἐπὶ τοὺς ἀρίστους συντεταγμένος. ἐκέλευεν οὖν θαρροῦντας + ἅπτεσθαι καὶ δάκνειν, ταῖς διαβολαῖς, διδάσκων ὅτι, κἂν θεραπεύσῃ + τὸ ἕλκος ὁ δεδηγμένος, ἡ οὐλὴ μενεῖ + τῆς διαβολῆς. ταύταις μέντοι ταῖς οὐλαῖς, μᾶλλον δὲ γαγγραίναις καὶ + καρκινώμασι διαβρωθεὶς Ἀλέξανδρος ἀπώλεσε καὶ Καλλισθένη καὶ + Παρμενίωνα καὶ Φιλώταν· Ἅγνωσι δὲ καὶ Βαγώαις καὶ Ἀγησίαις +Ἀγησίαις] Ἄγισι W + καὶ Δημητρίοις ἀφειδῶς ἐνέδωκεν + ἑαυτὸν ὑποσκελίζεσθαι, προσκυνούμενον καὶ καταστολιζόμενον καὶ + ἀναπλαττόμενον ὑπʼ αὐτῶν ὥσπερ ἄγαλμα βαρβαρικόν. + οὕτω μεγάλην ἔχει τὸ πρὸς + χάριν δύναμιν, καὶ μεγίστην ὡς ἔοικεν ἐν τοῖς μεγίστοις εἶναι + δοκοῦσι τὸ γὰρ οἴεσθαι τὰ κάλλιστα + μετὰ τοῦ βούλεσθαι πίστιν ἅμα τῷ κόλακι καὶ θάρσος δίδωσι. τῶν μὲν + γὰρ τόπων τὰ ὑψηλὰ δυσπρόσοδα καὶ δυσέφικτα γίγνεται τοῖς + ἐπιβουλεύουσι, τὸ δʼ ἐν ψυχῇ νοῦν οὐκ ἐχούσῃ διʼ εὐτυχίαν ἢ διʼ + εὐφυΐαν +ἢ διʼ εὐφυίαν] del. W + ὕψος καὶ φρόνημα τοῖς μικροῖς + καὶ ταπεινοῖς μάλιστα βάσιμόν. ἐστιν.

+
+
+

ὅθεν ἀρχόμενοί τε τοῦ λόγου παρεκελευσάμεθα καὶ νῦν παρακελευόμεθα τὸ + φίλαυτον ἐκκόπτειν ἑαυτῶν καὶ τὴν οἴησιν· αὕτη γὰρ ἡμᾶς + προκολακεύουσα μαλακωτέρους ποιεῖ τοῖς θυραίοις + κόλαξιν, ὡς ἑτοίμους ὄντας. ἂν δὲ + πειθόμενοι τῷ + θεῷ καὶ τὸ “γνῶθι + σαυτὸν” ὡς ἑκάστῳ τοῦ παντὸς ἄξιόν ἐστι μαθόντες ἅμα καὶ + φύσιν καὶ τροφὴν καὶ παίδευσιν ἑαυτῶν ἀναθεωρῶμεν + ἐλλείμματα μυρία τοῦ καλοῦ καὶ πολὺ τὸ φαύλως καὶ εἰκῇ συμμεμιγμένον + ἔχουσαν ἐν πράξεσιν ἐν λόγοις ἐν πάθεσιν, οὐ πάνυ ῥᾳδίως + ἐμπεριπατεῖν τοῖς· κόλαξιν + ἑαυτοὺς + παρέξομεν. Ἀλέξανδρος μὲν γὰρ ἀπιστεῖν ἔφη τοῖς θεὸν αὐτὸν + ἀναγορεύουσιν ἐν τῷ καθεύδειν μάλιστα καὶ ἀφροδισιάζειν, ὡς + ἀγεννέστερος· περὶ ταῦτα καὶ παθητικώτερος αὑτοῦ γιγνόμενος· + ἡμεῖς δὲ πολλὰ πολλαχοῦ τῶν + ἰδίων αἰσχρὰ καὶ + λυπηρὰ καὶ ἀτελῆ καὶ + ἡμαρτημένα καθορῶντες ἀεὶ φωράσομεν ἑαυτοὺς οὐκ ἐπαινοῦντος φίλου καὶ + κατευλογοῦντος δεομένους, ἀλλʼ ἐλέγχοντος καὶ παρρησιαζομένου καὶ + ψέγοντος ἡμᾶς νὴ Δία κακῶς πράττοντας.-. ὀλίγοι μὲν γὰρ ἐκ πολλῶν + εἰσιν οἱ + παρρησιάζεσθαι μᾶλλον ἢ + χαρίζεσθαι τοῖς; φίλοις τολμῶντες· ἐν δὲ τοῖς ὀλίγοις αὖθις οὐ + ῥᾳδίως; ἂν εὕροις ἐπισταμένους τοῦτο ποιεῖν, ἀλλʼ οἰομένους, ἂν + λοιδορῶσι καὶ ψέγωσι, παρρησίᾳ χρῆσθαι. καίτοι + καθάπερ ἄλλῳ τινὶ φαρμάκῳ, καὶ τῷ + παρρησιάζεσθαι + μὴ τυχόντι καιροῦ τὸ λυπεῖν + ἀχρήστως καὶ ταράττειν περίεστι καὶ ποιεῖν τρόπον τινὰ μετʼ ἀλγηδόνος + ὃ ποιεῖ μεθʼ ἡδονῆς τὸ κολακεύειν. βλάπτονται γὰρ οὐκ ἐπαινούμενοι + μόνον ἀκαίρως ἀλλὰ καὶ ψεγόμενοι· καὶ τοῦτο μάλιστα τοῖς κόλαξιν + εὐλήπτους καὶ πλαγίους παραδίδωσιν , + ἀπὸ τῶν σφόδρα προσάντων καὶ ἀντιτύπων ὥσπερ ἐπὶ τὰ κοῖλα καὶ + μαλακὰ δίκην ὕδατος ἀπολισθάνοντας. διὸ δεῖ τὴν παρρησίαν ἤθει + κεκρᾶσθαι καὶ λόγον ἔχειν ἀφαιροῦντα τὸ ἄγαν καὶ τὸ ἄκρατον αὐτῆς + ὥσπερ φωτός, ἵνα μὴ ταραττόμενοι μηδʼ ἀλγοῦντες + ὑπὸ τῶν ἅπαντα μεμφομένων καὶ πᾶσιν ἐγκαλούντων καταφεύγωσιν εἰς τὴν + τοῦ κόλακος σκιάν, καὶ πρὸς + τὸ μὴ λυποῦν ἀποστρέφωνται. πᾶσαν μὲν γάρ, ὦ +Φιλόπαππε , κακίαν φευκτέον ἐστὶ διʼ ἀρετῆς, οὐχὶ + διὰ τῆς ἐναντίας κακίας , ὥσπερ ἔνιοι δοκοῦσιν αἰσχυντηλίαν μὲν + ἀναισχυντίᾳ φεύγειν ἀγροικίαν δὲ βωμολοχίᾳ, δειλίας δὲ καὶ μαλακίας + ἀπωτάτω τίθεσθαι τὸν τρόπον ἂν ἔγγιστα φαίνωνται λαμυρίας + καὶ θρασύτητος. ἔνιοι δὲ καὶ δεισιδαιμονίας + ἀθεότητα καὶ πανουργίαν ἀβελτερίας ἀπολόγημα ποιοῦνται, + καθάπερ ξύλον τὸ ἦθος ἐκ + καμπῆς εἰς τοὐναντίον ἀπειρίᾳ τοῦ κατορθοῦν διαστρέφοντες αἰσχίστη δὲ + κολακείας ἄρνησις ἀνωφελῶς λυπηρὸν + εἶναι, + καὶ κομιδῇ τινος ἀμούσου καὶ ἀτέχνου πρὸς εὔνοιαν ὁμιλίας ἀηδίᾳ + καὶ χαλεπότητι φεύγειν τὸ ἀγεννὲς ἐν φιλίᾳ καὶ ταπεινόν, ὥσπερ + ἀπελεύθερον ἐν κωμῳδίᾳ τὴν κατηγορίαν ἰσηγορίας ἀπόλαυσιν ἡγούμενον. + ἐπεὶ τοίνυν αἰσχρὸν μέν ἐστι κολακείᾳ + + περιπεσεῖν διώκοντα τὸ πρὸς χάριν, αἰσχρὸν δὲ φεύγοντα κολακείαν + παρρησίας ἀμετρίᾳ διαφθεῖραι τὸ φιλικὸν καὶ κηδεμονικόν, δεῖ δὲ + μηδέτερον παθεῖν ἀλλʼ ὥσπερ ἄλλῳ τινὶ καὶ τῇ παρρησίᾳ τὸ καλὸν + ἐκ τοῦ μετρίου + λαβεῖν, αὐτὸς ἔοικεν ὁ λόγος ὁ τὸ + + ἐφεξῆς ἀπαιτῶν ἐπιτιθέναι τὴν κορωνίδα τῷ συγγράμματι.

+
+
+

ʼ· · ὥσπερ οὖν κῆράς τινας ἐπούσας τῇ παρρησίᾳ πλείονας ὁρῶντες + πρῶτον ἀφαιρῶμεν αὐτῆς τὴν φιλαυτίαν, εὖ μάλα φυλαττόμενοι μὴ διά τι + τῶν ἰδίων οἷον ἀδικούμενοι καὶ ἀλγοῦντες; + ἐξονειδίζειν δοκῶμεν. οὔτε γὰρ ὑπʼ εὐνοίας ἀλλʼ ὑπʼ ὀργῆς οἴονται + γίγνεσθαι τὸν ὑπὲρ αὐτοῦ τοῦ λέγοντος; γιγνόμενον λόγον, οὔτε + νουθεσίαν ἀλλὰ μέμψιν + εἶναι. φιλικὸν γὰρ + ἡ παρρησία καὶ σεμνόν, ἡ δὲ μέμψις καὶ φίλαυτον καὶ μικρολόγον. ὅθεν + αἰδοῦνται τοὺς παρρησιαζομένους καὶ θαυμάζουσι, τοῖς δὲ μεμφομένοις + ἀντεγκαλοῦσι καὶ καταφρονοῦσιν. ὥσπερ + ὁ Ἀγαμέμνων τὸν Ἀχιλλέα παρρησιάζεσθαι + δοκοῦντα + μετρίως οὐχ ὑπέμεινε, τοῦ δʼ + Ὀδυσσέως· καθαπτομένου πικρῶς καὶ λέγοντος + οὐλόμενʼ, ἁ%2ʼθʼ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου +Homer. Ξ 84 + σημαίνειν + εἴκει καὶ καρτερεῖ, τῷ κηδεμονικῷ τοῦ λόγου καὶ + νοῦν ἔχοντι συστελλόμενος. οὗτος μὲν γὰρ οὐκ + ἔχων ἰδίας + πρόφασιν ὀργῆς ἐπαρρησιάζετο πρὸς αὐτὸν ὑπὲρ τῆς Ἑλλάδος, ἐκεῖνος + δὲ διʼ αὑτὸν ἐδόκει μάλιστα χαλεπαίνειν. αὐτός γε μὴν ὁ Ἀχιλλεύς, + καίπερ οὐ γλυκύθυμος ὢν οὐδʼ ἀγανόφρων ἀλλὰ + + + δεινὸς ἀνήρ, οἷος καὶ ἀναίτιον αἰτιάασθαι +id. Λ 652. N 775 +παρεῖχε τῷ Πατρόκλῳ σιωπῇ καταφέρειν αὐτοῦ πολλὰ τοιαῦτα + + νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεὺς +id. Π 33 + οὐδὲ Θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα + + + πέτραι τʼ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής + + ὥσπερ γὰρ Ὑπερείδης + ὁ ῥήτωρ ἠξίου σκοπεῖν Ἀθηναίους μὴ μόνον εἰ πικρός ἐστιν, ἀλλʼ εἰ + προῖκα πικρός, οὕτως ἡ τοῦ φίλου νουθεσία καθαρεύουσα παντὸς ἰδίου πάθους αἰδεστόν ἐστι καὶ σεμνὸν καὶ ἀναντίβλεπτον. + ἐὰν δὲ δὴ καὶ +δὴ καὶ] δὴ + φανερός τις ἐν τῷ παρρησιάζεσθαι τὰ μὲν εἰς αὑτὸν + ἁμαρτήματα τοῦ φίλου κομιδῇ προϊέμενος καὶ ἀπολείπων, ἄλλας + δέ τινας αὐτοῦ πλημμελείας ἐλέγχων καὶ + δάκνων ἐφʼ ἑτέροις καὶ μὴ φειδόμενος, ἄμαχος ὁ τόνος τῆς παρρησίας + οὗτός ἐστι καὶ τῇ γλυκύτητι τοῦ νουθετοῦντος ἐπιτείνων τὸ πικρὸν + καὶ αὐστηρὸν τῆς νουθεσίας. ὅθεν εὖ μὲν εἴρηται τὸ δεῖν ἐν ταῖς + ὀργαῖς + + καὶ ταῖς διαφοραῖς + ταῖς πρὸς τοὺς φίλους μάλιστα πράττειν τι καὶ σκοπεῖν τῶν ἐκείνοις + συμφερόντων ἢ πρεπόντων, οὐχ ἧττον δὲ τούτου φιλικόν ἐστι τὸ + παρορᾶσθαι καὶ ἀμελεῖσθαι δοκοῦντας αὐτοὺς ὑπὲρ ἄλλων ἀμελουμένων + παρρησιάζεσθαι καὶ ὑπομιμνῄσκειν. + ὡς + Πλάτων ἐν ταῖς πρὸς Διονύσιον ὑποψίαις +ὑποψίαις Graeco-Latina a. 1624: ὑπεροψίαις + καὶ διαφοραῖς ᾐτήσατο καιρὸν + ἐντυχίας· εἶθʼ· ὁ μὲν ἔδωκεν, οἰόμενος ὑπὲρ αὑτοῦ τι ἔχειν + μέμψασθαι τὸν Πλάτωνα καὶ διελθεῖν, ὁ δὲ Πλάτων οὕτω πως διελέχθη + πρὸς αὐτόν. “εἴ τινα αἴσθοιο, Διονύσιε, + + δυσμενῆ πεπλευκότα + εἰς Σικελίαν, κακὸν τί σε ποιῆσαι βουλόμενον οὐκ ἔχοντα δὲ καιρόν, + ἆρʼ ἂν ἐάσειας αὐτὸν ἐκπλεῦσαι καὶ περιίδοις ἀθῷον + ἀπαλλαγέντα;ʼ” “πολλοῦ δέω” εἶπεν ὁ Διονύσιος “ὦ Πλάτων δεῖ γὰρ οὐ τὰ + ἔργα τῶν ἐχθρῶν μόνον ἀλλὰ + καὶ τὴν + προαίρεσιν μισεῖν καὶ κολάζειν” “εἰ τοίνυν” εἶπεν ὁ Πλάτων “ἐπʼ εὐνοίᾳ τις ἀφιγμένος τῇ + σῇ δεῦρο βούλεται μὲν ἀγαθοῦ τινος αἴτιός σοι + γενέσθαι, σὺ δὲ καιρὸν οὐ παρέχεις, ἄξιόν ἐστι τοῦτον ἀχαρίστως + προέσθαι καὶ ὀλιγώρως;ʼ” ἐρωτήσαντος δὲ τοῦ Διονυσίου τίς ἐστιν + οὗτος, “Αἰσχίνησ” εἶπεν “ἀνὴρ τῷ τε ἤθει παρʼ ὁντινοῦν τῶν + Σωκράτους + ἑταίρων ἐπιεικὴς καὶ τῷ + λόγῳ δυνατὸς ἐπανορ + θοῦν οἷς συνείη· +συνείη] ἂν συνῂ + πλεύσας δὲ δεῦρο πολλὴν θάλατταν, ὡς συγγένοιτό + σοι διὰ φιλοσοφίας, ἠμέληται” ταῦθʼ οὕτως ἐκίνησε τὸν Διονύσιον, + ὥστε τὰς μὲν χεῖρας τῷ Πλάτωνι εὐθὺς περιβαλεῖν καὶ κατασπάζεσθαι, + τὴν εὐμένειαν καὶ τὴν μεγαλοφροσύνην ἀγάμενον, + τοῦ δʼ Αἰσχίνου καλῶς καὶ μεγαλοπρεπῶς ἐπιμεληθῆναι.

+
+
+

δεύτερον τοίνυν ὥσπερ ἐκκαθαίροντες ὕβριν ἅπασαν καὶ γέλωτα καὶ + σκῶμμα καὶ βωμολοχίαν + ἡδύσματα πονηρὰ τῆς + παρρησίας ἀφαιρῶμεν. ὥσπερ + γὰρ ἰατροῦ σάρκα τέμνοντος εὐρυθμίαν τινὰ δεῖ καὶ + καθαριότητα τοῖς ἔργοις ἐπιτρέχειν, ὀρχηστικὴν + δὲ καὶ παράβολον καὶ περιτρέχουσαν ὑγρότητα καὶ περιεργίαν + ἀπεῖναι τῆς χειρός, οὕτως ἡ παρρησία δέχεται τὸ ἐπιδέξιον καὶ τὸ + ἀστεῖον, ἂν ἡ χάρις τὴν σεμνότητα σῴζῃ, θρασύτης δὲ καὶ βδελυρία + καὶ ὕβρις προσοῦσα πάνυ +πάνυ] πάντα R διαφθείρει καὶ ἀπόλλυσιν. ὃθεν ὁ μὲν ψάλτης + οὐκ ἀπιθάνως οὐδʼ ἀμούσως ἐπεστόμισε τὸν Φίλιππον ἐπιχειροῦντα περὶ + κρουμάτων + διαφέρεσθαι πρὸς αὐτόν, εἰπὼν “μὴ γένοιτὸ + σοι + οὕτως ὦ βασιλεῦ κακῶς, ἵνʼ ἐμοῦ ταῦτα σὺ +σὺ ταῦτα H ex p. 634 d βέλτιον εἰδῇς.” Ἐπίχαρμος δʼ οὐκ ὀρθῶς, τοῦ Ἱέρωνος ἀνελόντος + ἐνίους τῶν συνήθων καὶ μεθʼ ἡμέρας ὀλίγας καλέσαντος ἐπὶ δεῖπνον + αὐτόν, “ἀλλὰ πρῴην” ἔφη “θύων τοὺς φίλους οὐκ ἐκάλεσασ” κακῶς δὲ καὶ Ἀντιφῶν, παρὰ Διονυσίῳ ζητήσεως + οὔσης καὶ λόγου “ποῖος χαλκὸς ἄριστος, ἐκεῖνοσ” εἶπεν, “ἐξ οὗ Ἀθήνησι κατεσκεύασαν τὰς Ἁρμοδίου καὶ + Ἀριστογείτονος εἰκόνας.” οὔτε γὰρ ὠφελεῖ τούτων τὸ λυπηρὸν καὶ + πικρόν, οὔτε τέρπει τὸ βωμολόχον καὶ παιδιῶδες, ἀλλʼ ἔστι κακοηθείᾳ + καὶ ὕβρει + + μεμιγμένης; ἀκρασίας + μετʼ ἔχθρας τὸ τοιοῦτον εἶδος, ᾧ χρώμενοι προσαπολλύουσιν αὑτούς, + τὴν περὶ τὸ φρέαρ ὄρχησιν ἀτεχνῶς ὀρχούμενοι. καὶ γὰρ Ἀντιφῶν + ἀπέθανεν ὑπὸ Διονυσίου καὶ Τιμαγένης ἐξέπεσε τῆς Καίσαρος φιλίας, + ἐλευθέρᾳ μὲν οὐδέποτε + φωνῇ χρησάμενος, + ἐν δὲ τοῖς συμποσίοις καὶ τοῖς περιπάτοις ἑκάστοτε πρὸς οὐδʼ ἡντινοῦν + σπουδὴν + ἀλλʼ ὅ τι οἱ εἴσαιτο γελοίιον Ἀργείοισιν +Homer. B 215 + αἰτίαν φιλίας ὥσπερ σόφισμα λοιδορίας προφερόμενος. ἐπεὶ καὶ + τοῖς κωμικοῖς πολλὰ πρὸς τὸ θέατρον + + αὐστηρὰ +αὐστρηρῶς H καὶ πολιτικὰ +πολιτικὰ] πληκτικῶς H πεποίητο· +ἐπεποίητο H συμμεμιγμένον + δὲ τὸ γελοῖον αὐτοῖς καὶ βωμολόχον, ὥσπερ + σιτίοις ὑπότριμμα μοχθηρόν, ἐξίτηλον ἐποίει τὴν παρρησίαν καὶ + ἄχρηστον, ὥστε περιῆν κακοηθείας δόξα καὶ βδελυρίας τοῖς λέγουσι, + χρήσιμον δὲ τοῖς ἀκούουσιν + οὐδὲν ἀπὸ + τῶν λεγομένων. ἄλλως μὲν οὖν προσοιστέον ἐστὶ καὶ παιδιὰν καὶ γέλωτα + τοῖς φίλοις· ἡ δὲ παρρησία σπουδὴν ἐχέτω καὶ ἦθος. ἂν δʼ ὑπὲρ μειζόνων , καὶ πάθει καὶ σχήματι καὶ τόνῳ + φωνῆς ὁ λόγος ἀξιόπιστος ἔστω καὶ κινητικός ὁ δὲ καιρὸς ἐν παντὶ + μὲν παρεθεὶς μεγάλα βλάπτει, μάλιστα δὲ τῆς παρρησίας διαφθείρει τὸ + χρήσιμον. + ὅτι μὲν οὖν ἐν οἴνῳ καὶ + μέθῃ τὸ τοιοῦτο φυλακτέον, + εὔδηλόν ἐστιν. εὐδίᾳ γὰρ ἐπάγει νέφος ὁ κινῶν ἐν + παιδιᾷ καὶ φιλοφροσύνῃ λόγον ὀφρῦν ἀνασπῶντα καὶ συνιστάντα τὸ + πρόσωπον , ὥσπερ ἀντιταττόμενον τῷ Λυαίῳ +Λυαίῳ W: Λυδίῳ + θεῷ καὶ “λύοντι τὸ τῶν + δυσφόρων +δυσφόρων] δυσφρόνων Nauck. σκύνιον +σκύνιον idem: σχοινίον + μεριμνᾶν” +μεριμνᾶν idem: μεριμνῶν + κατὰ + Πίνδαρον. +Πίνδαρον] Bergk. 1 p. 460 ἔχει δὲ καὶ κίνδυνον ἡ ἀκαιρία μέγαν. ἀκροσφαλεῖς γάρ + εἰσιν αἱ ψυχαὶ πρὸς; ὀργὴν διὰ τὸν οἶνον, καὶ πολλάκις ἡ μέθη + παραλαβοῦσα τὴν παρρησίαν ἔχθραν ἐποίησε. καὶ ὅλως οὐκ ἔστι γενναῖον + οὐδὲ θαρραλέον + ἀλλʼ ἄνανδρον ἐν τῷ + νήφειν ἀπαρρησιάστου τὸ παρρησιάζεσθαι παρὰ τράπεζαν ὥσπερ οἱ δειλοὶ + κύνες. οὐδὲν οὖν δεῖ περὶ τούτων λέγοντα μηκύνειν. + +

+
+
+

ἐπεὶ δὲ πολλοὶ τοὺς φίλους εὖ φερομένους ἐν τοῖς πράγμασιν οὔτʼ + ἀξιοῦσιν οὔτε τολμῶσι ῥυθμίζειν, + ἀλλʼ + ὅλως ἀπρόσιτον καὶ ἀνέφικτον ἡγοῦνται νουθεσίᾳ τὸ εὐτυχοῦν εἶναι, + σφαλλομένοις δὲ καὶ πταίουσιν ἐπιτίθενται καὶ πατοῦσιν ὑπὸ χεῖρα καὶ + ταπεινοὺς γεγενημένους, ὥσπερ ῥεῦμα κεκρατημένον παρὰ φύσιν τὴν + παρρησίαν ἀθρόως ἐφιέντες αὐτοῖς + καὶ + ἀπολαύοντες ἄσμενοι τῆς μεταβολῆς διὰ τὴν πρόσθεν ὑπεροψίαν ἐκείνων + αὑτῶν δʼ ἀσθένειαν, οὐ χεῖρόν ἐστι καὶ περὶ τούτων + διελθεῖν καὶ ἀποκρίνασθαι τῷ Εὐριπίδῃ +Εὐριπίδῃ Or. 667 λέγοντι + ὅταν δʼ ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων; + + ὅτι δεῖ μάλιστα + παρρησιαζομένων φίλων τοῖς εὐτυχοῦσι + καὶ τὸ + ἄγαν ὑφιέντων τοῦ φρονήματος. ὀλίγοι γάρ εἰσιν οἷς μετὰ τοῦ + εὐτυχεῖν παραγίγνεται τὸ φρονεῖν· οἱ δὲ πολλοὶ φρενῶν ἐπεισάκτων + δέονται καὶ λογισμῶν πιεζόντων ἔξωθεν αὐτοὺς ὑπὸ τῆς τύχης φυσωμένους + καὶ σαλευομένους. ὅταν δʼ ὁ δαὶμων + + καταβάλῃ καὶ περιέλῃ τὸν ὄγκον, αὐτοῖς τοῖς πράγμασιν ἔνεστι τὸ + νουθετοῦν καὶ μετάνοιαν ἐμποιοῦν. ὅθεν οὐδὲν ἔργον τότε παρρησίας + φιλικῆς οὐδὲ λόγων βάρος ἐχόντων καὶ δηγμόν, ἀλλʼ ὡς ἀληθῶς ἐν ταῖς + τοιαύταις μεταβολαῖς + + + + εἰς ὄμματʼ εὔνου φωτὸς ἐμβλέψαι γλυκὺ +Eurip. Ion 732 + παρηγοροῦντος καὶ παραθαρρύνοντος, ὥσπερ τοῦ Κλεάρχου τὸ + πρόσωπον ὁ Ξενοφῶν +Ξενοφῶν] Anab. II 6, 11 ἐν ταῖς μάχαις καὶ παρὰ τὰ δεινά φησιν ὁρώμενον + εὐμενὲς καὶ φιλάνθρωπον εὐθαρσεστέρους ποιεῖν τοὺς κινδυνεύοντας. + ὁ δὲ παρρησίαν καὶ δηγμὸν ἀνθρώπῳ + δυστυχοῦντι προσάγων ὥσπερ ὀξυδορκικὸν ὄμματι ταρασσομένῳ καὶ + φλεγμαίνοντι, θεραπεύει μὲν οὐδὲν οὐδʼ ἀφαιρεῖ τοῦ λυποῦντος, ὀργὴν + δὲ τῇ λύπῃ + + προστίθησι καὶ παροξύνει τὸν ἀνιώμενον. αὐτίκα + γοῦν ὑγιαίνων μέν τις οὐ χαλεπός ἐστιν οὐδʼ ἄγριος + παντάπασιν ἀνδρὶ φίλῳ ψέγοντι μὲν συνουσίας καὶ πότους αὐτοῦ ψέγοντι + δʼ ἀργίαν καὶ ἀγυμνασίαν καὶ λουτρὰ συνεχῆ καὶ + πλησμονὰς ἀκαίρους· νοσοῦντι δʼ οὐκ ἀνεκτὸν ἀλλὰ μείζων νόσος ἀκούειν + ὅτι ταῦτά σοι γέγονεν ἐξ ἀκρασίας καὶ μαλακίας; καὶ διʼ ὄψα καὶ + γυναῖκας. ὢ τῆς ἀκαιρίας, ἄνθρωπε· + + διαθήκην γράφω καὶ παρασκευάζεταί μοι καστόριον ἢ σκαμώνιον ὑπὸ τῶν + ἰατρῶν, σὺ δὲ νουθετεῖς καὶ φιλοσοφεῖς. οὕτω τοίνυν καὶ τὰ πράγματα + τῶν δυστυχούντων οὐ παρρησίαν ἐνδέχεται καὶ γνωμολογίαν, + ἀλλʼ ἐπιεικείας δεῖται καὶ + βοηθείας. καὶ + γὰρ αἱ τίτθαι τοῖς παιδίοις + πεσοῦσιν οὐ λοιδορησόμεναι προστρέχουσιν, ἀλλʼ ἤγειραν καὶ περιέπλυναν + καὶ κατέστειλαν, εἶθʼ οὕτως ἐπιπλήττουσι καὶ κολάζουσι. λέγεται δὲ + καὶ Δημήτριος ὁ Φαληρεὺς ὅτε τῆς πατρίδος ἐξέπεσε καὶ περὶ Θήβας + ἀδοξῶν καὶ + ταπεινὰ πράττων διῆγεν, οὐχ + ἡδέως ἰδεῖν προσιόντα Κράτητα, παρρησίαν κυνικὴν καὶ λόγους τραχεῖς + προσδεχόμενος· ἐντυχόντος δὲ πράως αὐτῷ τοῦ Κράτητος καὶ διαλεχθέντος + περὶ φυγῆς ὡς οὐδὲν ἔχοι + κακὸν οὐδʼ ἄξιον φέρειν βαρέως πραγμάτων σφαλερῶν + καὶ ἀβεβαίων ἀπηλλαγμένον, ἅμα δὲ θαρρεῖν + ἑαυτῷ καὶ τῇ διαθέσει παρακαλοῦντος, ἡδίων γενόμενος καὶ + ἀναθαρρήσας; πρὸς τοὺς φίλους εἶπε “φεῦ τῶν πράξεων ἐκείνων καὶ + ἀσχολιῶν διʼ ἃς ἄνδρα τοιοῦτον οὐκ ἔγνωμεν + + λυπουμένῳ +λυπουμένῳ] Nauck. p. 524 γὰρ +γὰρ] μὲν H μῦθος εὐμενὴς φίλων, + ἄγαν δὲ μωραίνοντι νουθετήματα. + Οὗτος ὁ τρόπος τῶν γενναίων φίλων· οἱ δʼ ἀγεννεῖς καὶ + ταπεινοὶ τῶν εὐτυχούντων κόλακες, “ὥσπερ τὰ + ῥήγματα καὶ τὰ + σπάσματά” φησι Δημοσθένης “ὅταν τι κακὸν τὸ σῶμα λάβῃ τότε + κινεῖσθαι,” καὶ οὗτοι ταῖς μεταβολαῖς ἐπιφύονται, καθάπερ + ἡδόμενοι καὶ ἀπολαύοντες. καὶ γὰρ ἂν δέηταί τινος ὑπομνήσεως ἐν + οἷς + διʼ αὑτὸν ἔπταισε βουλευσάμενος κακῶς, + ἱκανόν ἐστι τὸ + οὔ τι καθʼ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε +Homer. I 108 + πόλλʼ ἀπεμυθεόμην + +

+
+
+

ἐν τίσιν οὖν σφοδρὸν εἶναι δεῖ τὸν φίλον καὶ πότε τῷ τόνῳ χρῆσθαι + τῆς παρρησίας; ὅταν ἡδονῆς + ἢ ὀργῆς ἢ + ὕβρεως ἐπιλαβέσθαι φερομένης οἱ καιροὶ + παρακαλῶσιν ἢ κολοῦσαι φιλαργυρίαν ἢ + ἀπροσεξίαν ἀνασχεῖν ἀνόητον. οὕτως ἐπαρρησιάζετο Σόλων πρὸς Κροῖσον + ὑπʼ εὐτυχίας ἀβεβαίου διεφθορότα καὶ τρυφῶντα, τὸ τέλος ὁρᾶν + κελεύσας· οὕτω Σωκράτης +Ἀλκιβιάδην + ἐκόλουε, καὶ δάκρυον ἐξῆγεν ἀληθινὸν ἐξελεγχομένου καὶ τὴν καρδίαν + ἔστρεφε. +ἔστρεφε H: ἀνέστρεφε + τοιαῦτα τὰ Κύρου πρὸς Κυαξάρην καὶ τὰ πρὸς Δίωνα + Πλάτωνος, ὅτε λαμπρότατος ἦν καὶ πάντας εἰς ἑαυτὸν ἀνθρώπους + ἐπέστρεφε διὰ τὸ κάλλος τῶν + πράξεων καὶ + τὸ μέγεθος, παρακελευομένου φυλάττεσθαι + καὶ δεδιέναι τὴν “αὐθάδειαν, +αὐθάδειαν] Plat. Ep. IV p. 321 b ὡς ἐρημίᾳ + ξύνοικον” ἔγραφε δὲ καὶ Σπεύσιππος αὐτῷ μὴ μέγα φρονεῖν εἰ + πολὺς αὐτοῦ λόγος ἐστὶν ἐν παιδαρίοις καὶ γυναίοις, ἀλλʼ ὁρᾶν ὅπως + ὁσιότητι καὶ + δικαιοσύνῃ καὶ νόμοις + ἀρίστοις κοσμήσας Σικελίαν “εὐκλεᾶ θήσει” +εὐκλεᾶ θήσει] Eurip. Phoen. 1732 τὴν Ἀκαδήμειαν. + Εὖκτος δὲ καὶ Εὐλαῖος, ἑταῖροι Περσέως·, εὐτυχοῦντι, μὲν ἀεὶ + πρὸς χάριν ὁμιλοῦντες καὶ συνεπινεύοντες ὥσπερ οἱ + λοιποὶ παρηκολούθουν· ἐπεὶ δὲ Ῥωμαίοις συμβαλὼν περὶ Πύδναν ἔπταισε + καὶ ἔφυγε, προσπεσόντες ἐπετίμων πικρῶς καὶ ἀνεμίμνησκον ὧν + ἐξήμαρτεν ἢ παρεῖδεν, + ἕκαστον + ἐξονειδίζοντες, ἄχρι οὗ διαλγήσας ὁ ἄνθρωπος + ὑπὸ λύπης καὶ ὀργῆς ἀμφοτέρους τῷ + ξιφιδίῳ παίων ἀνεῖλεν.

+
+
+

ὁ μὲν οὖν κοινὸς οὕτω προωρίσθω καιρός· οὓς δὲ παρέχουσιν αὐτοὶ + πολλάκις οὐ χρὴ προΐεσθαι + τὸν κηδόμενον + φίλων +φιλων R: φίλον + ἀλλὰ χρῆσθαι· καὶ γὰρ ἐρώτησις ἐνίοις καὶ διήγησις καὶ ψόγος; + ὁμοίων ἐφʼ ἑτέροις ἢ ἔπαινος ὥσπερ ἐνδόσιμον εἰς παρρησίαν ἐστίν. + οἷον ἐλθεῖν Δημάρατον εἰς Μακεδονίαν λέγουσι καθʼ ὃν χρόνον ἐν + διαφορᾷ πρὸς τὴν γυναῖκα + + καὶ τὸν υἱὸν ὁ + Φίλιππος; ἦν· ἀσπασαμένου δʼ αὐτὸν τοῦ Φιλίππου καὶ πυθομένου πῶς + πρὸς ἀλλήλους ἔχουσιν ὁμονοίας οἱ Ἕλληνες, εἰπεῖν τὸν Δημάρατον + εὔνουν ὄντα καὶ συνήθη “πάνυ γοῦν ὦ Φίλιππε καλὸν ἐστί σοι + πυνθάνεσθαι μὲν περὶ τῆς Ἀθηναίων + καὶ + Πελοποννησίων ὁμοφροσύνης, τὴν δʼ οἰκίαν περιορᾶν τὴν σεαυτοῦ + τοσαύτης στάσεως καὶ διχονοίας γέμουσαν” εὖ δὲ καὶ Διογένης, ὃς + ἐπεὶ παρελθὼν εἰς τὸ τοῦ Φιλίππου στρατόπεδον, ὅτε τοῖς Ἕλλησιν + ἐβάδιζε μαχούμενος, ἀνήχθη πρὸς αὐτόν, ὁ δʼ ἀγνοῶν + ἠρώτησεν εἰ κατάσκοπός ἐστι, “πάνυ μὲν + οὖν” ἔφη “κατάσκοπος ὦ Φίλιππε τῆς +τῆςadd. H ἀβουλίας σου καὶ τῆς + ἀνοίας, διʼ ἣν + οὐδενὸς ἀναγκάζοντος ἔρχῃ περὶ τῆς βασιλείας καὶ τοῦ σώματος + ὥρᾳ μιᾷ διακυβεύσων ” Τοῦτο μὲν οὖν ἴσως σφοδρότερον·

+
+
+

ἕτερος δὲ καιρός ἐστι νουθεσίας ὅταν ὑπʼ ἄλλων λοιδορηθέντες ἐφʼ + οἷς ἁμαρτάνουσι ταπεινοί τε γένωνται καὶ συσταλῶσιν. ᾧ χρῷτʼ ἂν + ἐμμελῶς χαρίεις τοὺς μὲν + λοιδοροῦντας + ἀνακόπτων καὶ διακρουόμενος, ἰδίᾳ δʼ αὐτὸς ἁπτόμενος τοῦ φίλου καὶ + ὑπομιμνῄσκων ὡς εἰ διὰ μηδὲν ἄλλο προσεκτέον αὐτῷ, +αὑτῷ scripsi: αὐτῷ + ὅπως γε μὴ + θρασεῖς ὦσιν οἱ ἐχθροί. “ποῦ γὰρ ἔστι τούτοις τὸ στόμα διᾶραι, + τί δὲ προσειπεῖν, +προσειπεῖν] +προφέρειν R. Malim προσεπειπεῖν + ἂν ἀφῇς; ταῦτα + + καὶ ῥίψῃς ἐφʼ + οἷς κακῶς ἀκούεις;ʼ” γίγνεται γὰρ οὕτω τὸ μὲν λυπηρὸν τοῦ + λοιδοροῦντος, τὸ δʼ ὠφέλιμον τοῦ νουθετοῦντος. ἔνιοι δὲ κομψότερον, + ἄλλους ψέγοντες, ἐπιστρέφουσι τοὺς συνήθεις· κατηγοροῦσι γὰρ ἑτέρων ἃ + πράττοντας; ἐκείνους ἴσασιν. + ὁ δʼ + ἡμέτερος καθηγητὴς Ἀμμώνιος ἐν δειλινῇ διατριβῇ τῶν γνωρίμων τινὰς + αἰσθόμενος ἠριστηκότας οὐχ ἁπλοῦν ἄριστον ἐκέλευσεν ἰδίῳ παιδὶ + πληγὰς ἐμβαλεῖν τὸν ἀπελεύθερον, ἐπειπὼν ὅτι χωρὶς ὄξους ἀριστᾶν + οὐ δύναται. καὶ ἅμα πρὸς ἡμᾶς ἀπέβλεψεν, + ὥστε τῶν ἐνόχων ἅψασθαι τὴν ἐπιτίμησιν,

+
+
+

ἔτι τοίνυν εὐλαβητέον ἐστὶν ἐν πολλοῖς παρρησίᾳ χρῆσθαι πρὸς φίλον, + ἐνθυμούμενον τὸ + τοῦ + Πλάτωνος. ἐπεὶ γὰρ ὁ Σωκράτης ἣψατό τινος τῶν συνήθων σφοδρότερον + ἐπὶ ταῖς τραπέζαις διαλεγόμενος, + “οὐκ ἄμεινον ἦν” ὁ Πλάτων ἔφη ἰδίᾳ “ταῦτα λελέχθαι;ʼ” καὶ ὁ Σωκράτης; “σὺ δʼ οὐκ ἄμεινον” εἶπεν “ἐποίησας ἂν + ἰδίᾳ πρὸς ἐμὲ τοῦτʼ εἰπών;ʼ” Πυθαγόρου δὲ τραχύτερον ἐν πολλοῖς γνωρίμῳ + προσενεχθέντος ἀπάγξασθαι τὸ μειράκιον λέγουσιν, ἐκ τούτου δὲ μηδέποτε + τὸν Πυθαγόραν αὖθις ἄλλου παρόντος ἄλλου νουθετῆσαι. δεῖ γὰρ ὡς + νοσήματος + οὐκ εὐπρεποῦς τῆς ἁμαρτίας τὴν + νουθέτησιν καὶ ἀνακάλυψιν ἀπόρρητον εἶναι καὶ μὴ πανηγυρικὴν + μηδʼ ἐπιδεικτικὴν μηδὲ + μάρτυρας καὶ θεατὰς συνάγουσαν. οὐ γὰρ φιλικὸν ἀλλὰ σοφιστικὸν + ἀλλοτρίοις ἐνευδοκιμεῖν σφάλμασι, καλλωπιζόμενον πρὸς + τοὺς παρόντας, ὥσπερ οἱ χειρουργοῦντες ἐν τοῖς + θεάτροις ἰατροὶ πρὸς ἐργολαβίαν. ἄνευ δὲ τῆς ὕβρεως, ἣν οὐδεμιᾷ + θεραπείᾳ προσεῖναι δίκαιόν ἐστι, καὶ τὸ τῆς κακίας σκεπτέον φιλόνεικον + καὶ αὔθαδες, οὐ γὰρ ἁπλῶς νουθετούμενος ἔρως μᾶλλον + πιέζει κατʼ Εὐριπίδην, +εὐριπίδην] Nauck. p. 449 ἀλλʼ ἂν νουθετῇ τις ἐν + πολλοῖς καὶ μὴ + φειδόμενος, πᾶν νόσημα καὶ πᾶν πάθος; εἰς τὸ ἀναίσχυντον καθίστησιν. + ὥσπερ οὖν ὁ Πλάτων +Πλάτων] Legg. p. 729 c τοὺς παρασκευάζοντας ἐν τοῖς νέοις αἰσχύνην + γέροντας αὐτοὺς ἀξιοῖ πρῶτον αἰσχύνεσθαι τοὺς + νέους,· οὕτω τῶν φίλων ἡ δυσωπουμένη παρρησία δυσωπεῖ + μάλιστα, καὶ τὸ μετʼ εὐλαβείας ἀτρέμα προσιέναι καὶ ἅπτεσθαι τοῦ + ἁμαρτάνοντος ὑπερείπει καὶ διεργάζεται τὴν κακίαν ἀναπιμπλαμένην τοῦ + αἰδεῖσθαι τὸ αἰδούμενον. ὅθεν ἄριστα μὲν ἔχει τὸ + + + ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι, +Homer. α 157 + + ἣκιστα δὲ πρέπει + γαμετῆς ἀκουούσης ἄνδρα καὶ παίδων ἐν ὄψει πατέρα καὶ ἐραστὴν + ἐρωμένου παρόντος ἢ γνωρίμων διδάσκαλον + ἀποκαλύπτειν· ἐξίστανται γὰρ ὑπὸ λύπης καὶ ὀργῆς ἐλεγχόμενοι παρʼ + οἷς εὐδοκιμεῖν ἀξιοῦσιν. οἶμαι δὲ καὶ Κλεῖτος οὐχ οὕτω παρώξυνε +παρώξυνε H: παροξύναι + + διὰ τὸν οἶνον, ὡς ὅτι πολλῶν παρόντων + + ἐδόκει κολούειν Ἀλέξανδρον. καὶ Ἀριστομένης ὁ Πτολεμαίου καθηγητὴς + ὅτι νυστάζοντα πρεσβείας παρούσης ἐπάταξεν ἐξεγείρων, λαβήν τινα + παρέσχε τοῖς κόλαξι, προσποιουμένοις ἀγανακτεῖν ὑπὲρ τοῦ + βασιλέως καὶ λέγουσιν “εἰ + τοσαῦτα κοπιῶν καὶ ἀγρυπνῶν + κατηνέχθης, + ἰδίᾳ σε νουθετεῖν ὀφείλομεν, οὐκ ἐναντίον ἀνθρώπων τοσούτων + προσφέρειν τὰς χεῖρασ” ὁ δὲ φαρμάκου κύλικα πέμψας ἐκέλευσεν + ἐκπιεῖν τὸν ἄνθρωπον. Ἀριστοφάνης δὲ καὶ τὸν Κλέωνα τοῦτʼ ἐγκαλεῖν + φησιν ὅτι + + + ξένων παρόντων τὴν πόλιν κακῶς λέγει + καὶ παροξύνει τοὺς Ἀθηναίους. διὸ δεῖ φυλάττεσθαι καὶ τοῦτο + μετὰ τῶν ἄλλων τοὺς μὴ παρεπιδείκνυσθαι μηδὲ δημαγωγεῖν ἀλλʼ + ὀνησιφόρως καὶ θεραπευτικῶς χρῆσθαι τῇ παρρησίᾳ βουλομένους καὶ μὴν + + ὅπερ ὁ Θουκυδίδης +Θουκυδίδης] I 70 + τοὺς Κορινθίους λέγοντας περὶ αὑτῶν πεποίηκεν, ὡς “ἄξιοὶ” εἰσιν + ἑτέροις “ἐπενεγκεῖν ψόγον,” οὐ κακῶς εἰρημένον, ἔδει παρεῖναι + τοῖς παρρησιαζομένοις. Λύσανδρος μὲν γὰρ ὡς ἔοικε πρὸς τὸν ἐκ + Μεγάρων ἐν τοῖς συμμάχοις παρρησιαζόμενον + + ὑπὲρ τῆς Ἑλλάδος ἔφη τοὺς λόγους αὐτοῦ πόλεως δεῖσθαι· παρρησία δὲ + παντὸς ἀνδρὸς ἤθους ἴσως δεῖται, καὶ τοῦτʼ ἀληθέστατόν ἐστιν ἐπὶ + τῶν ἑτέρους νουθετούντων καὶ σωφρονιζόντων λεγόμενον. + ὁ γοῦν Πλάτων ἔλεγε νουθετεῖν τῷ βίῳ τὸν Σπεύσιππον, ὥσπερ + ἀμέλει καὶ Πολέμωνα Ξενοκράτης + ὀφθεὶς μόνον ἐν τῇ διατριβῇ καὶ + ἀποβλέψας πρὸς αὐτὸν ἐτρέψατο καὶ μετέθηκεν. ἐλαφροῦ δὲ καὶ + φαύλου τὸ ἦθος ἀνθρώπου λόγῳ παρρησίας + ἁπτομένῳ περίεστι προσακοῦσαι τὸ + ἄλλων ἰατρὸς αὐτὸς ἕλκεσιν βρύων +Nauck. p. 545 + +

+
+
+

οὐ μὴν ἀλλʼ ἐπεὶ φαύλους γε ὄντας αὐτοὺς ἑτέροις τε τοιούτοις + ὁμιλοῦντας ἐξάγει τὸ πράγματα + πολλάκις + εἰς τὸ νουθετεῖν, ἐπιεικέστατος ἂν εἴη τρόπος ὁ συνεμπλέκων καὶ + συμπεριλαμβάνων ἁμηγέπη τῷ ἐγκλήματι τὸν παρρησιαζόμενον· ἐφʼ ᾧ + λέλεκται καὶ τὸ +Τυδείδη, τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς;ʼ + + + καὶ τὸ + ʼνῦν δʼ οὐδʼ ἑνὸς ἄξιοί εἰμεν +Ἕκτορος + καὶ ὁ Σωκράτης οὕτως ἀτρέμα τοὺς νέους ἤλεγχεν, ὡς μηδʼ + αὐτὸς ἀπηλλαγμένος ἀμαθίας, ἀλλὰ μετʼ + + ἐκείνων οἰόμενος; δεῖν ἀρετῆς; ἐπιμέλεσθαι καὶ ζητεῖν τἀληθές. καὶ + γὰρ εὔνοιαν καὶ πίστιν ἔχουσιν οἱ ταὐτὰ μὲν ἁμαρτάνειν, + ἐπανορθοῦσθαι δὲ τοὺς φίλους ὥσπερ αὑτοὺς δοκοῦντες. ὁ δὲ σεμνύνων + ἑαυτὸν ἐν τῷ κολούειν ἕτερον, ὡς δή τις εἰλικρινὴς + καὶ ἀπαθής, ἂν μὴ πολὺ καθʼ ἡλικίαν προήκων + μηδʼ ἔχων ἀρετῆς ὁμολογούμενον ἀξίωμα καὶ δόξης, + ἐπαχθὴς φανεὶς καὶ βαρὺς + οὐδὲν ὠφέλησεν. ὅθεν οὐχ ἁπλῶς ὁ Φοῖνιξ ἐνέβαλε τὰ περὶ αὑτὸν + ἀτυχὴ ματα, διʼ ὀργὴν ἐπιχειρήσαντος ἀνελεῖν τὸν + πατέρα καὶ ταχὺ μεταγνόντος, + ὡς μὴ πατροφόνος μετʼ Ἀχαιοῖσιν καλεοίμην, +Homer. I 461 + ἵνα μὴ δοκῇ νουθετεῖν ἐκεῖνον ὡς αὐτὸς ἀπαθὴς ὢν + ὑπʼ ὀργῆς καὶ ἀναμάρτητος. ἐνδύεται + γὰρ ἠθικῶς τὰ τοιαῦτα, καὶ μᾶλλον εἴκουσι τοῖς ὁμοιοπαθεῖν ἀλλὰ μὴ + περιφρονεῖν δοκοῦσιν. ἐπεὶ δʼ οὔτε φῶς λαμπρὸν ὄμματι φλεγμαίνοντι + προσοιστέον, οὔτʼ ἐμπαθὴς ψυχὴ παρρησίαν ἀναδέχεται καὶ νουθεσίαν + + ἄκρατον, ἐν τοῖς + χρησιμωτάτοις ἐστὶ τῶν βοηθημάτων ὁ παραμιγνύμενος ἐλαφρὸς; ἔπαινος, + ὥσπερ ἐν τούτοις + ὑμεῖς δʼ οὐκέτι καλὰ μεθίετε θούριδος ἀλκῆς +id. N 116 +πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδʼ ἂν ἔγωγε + + + ἀνδρὶ μαχεσσαίμην ὅστις πολέμοιο μεθείη +λυγρὸς ἐών· ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι + καὶ +Πάνδαρε, ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀιστοὶ +id. E 171 + καὶ κλέος, ᾧ οὒ τίς τοι ἐρίζεται ἐνθάδε γʼ ἀνήρ;ʼ + + σφόδρα δʼ ἐμφανῶς ἀνακαλεῖται καὶ τὰ + τοιαῦτα τοὺς ὑποφερομένους παι + ὁ δʼ Οἰδίπους ποῦ καὶ τὰ κλείνʼ αἰνίγματα;ʼ +Eurip. Phoen. 168 + + + ὁ πολλὰ δὴ τλὰς Ἡρακλῆς λέγει τάδε;ʼ +id. Herc. f. 1250 + + + οὐ γὰρ μόνον ἀνίησι + τοῦ ψόγου τὸ τραχὺ καὶ κολαστικόν, +κολαστικόν scripsi: κελευστικόν + ἀλλὰ καὶ ζῆλον ἐμποιεῖ πρὸς + ἑαυτὸν αἰδουμένῳ τὰ αἰσχρὰ τῇ τῶν καλῶν ὑπομνήσει καὶ παράδειγμα ποιουμένῳ τῶν βελτιόνων ἑαυτόν. ὅταν δʼ + ἑτέρους οἷον ἥλικας ἢ πολίτας ἢ συγγενεῖς παραβάλλωμεν, ἄχθεται + καὶ διαγριαίνεται τὸ φιλόνεικον τῆς κακίας, καὶ τοῦτο πολλάκις εἴωθεν + ὑποφωνεῖν + μετʼ ὀργῆς “τί οὖν οὐκ ἄπει + πρὸς τοὺς ἐμοῦ κρείττονας, ἐμοὶ δὲ μὴ παρέχεις πράγματα;ʼ” φυλακτέον οὖν ἑτέρους +εΤέρους] τὸ ἑτέρους R ἐπαινεῖν παρρησιαζόμενον πρὸς ἑτέρους, ἂν μὴ + νὴ Δία γονεῖς ὦσιν. ὡς Ἀγαμέμνων + + + ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς, +Homer. E 800 + + καὶ ὁ ἐν τοῖς Σκυρίοις Ὀδυσσεὺς + σὺ δʼ, ὦ τὸ λαμπρὸν φῶς καταισχύνων γένους, + ξαίνεις, ἀρίστου πατρὸς Ἑλλήνων γεγώς; +Nauck. p. 653 + +

+
+
+

ἥκιστα δὲ προσήκει νουθετούμενον ἀντινουθετεῖν καὶ παρρησίᾳ παρρησίαν + ἀντεκφέρειν· ταχὺ + γὰρ ἐκκάει καὶ ποιεῖ + διαφοράν, καὶ ὅλως οὐκ ἀντιπαρρησιαζομένου δόξειεν ἂν ἀλλὰ παρρησίαν + μὴ + φέροντος ὁ + τοιοῦτος ὠθισμὸς εἶναι. βέλτιον οὖν ὑπομένειν τὸν νουθετεῖν δοκοῦντα + φίλον· ἂν γὰρ ὕστερον αὐτὸς ἁμαρτάνῃ καὶ δέηται νουθεσίας, αὐτὸ + τοῦτο τῇ παρρησίᾳ τρόπον τινὰ + παρρησίαν δίδωσιν. ὑπομιμνῃσκόμενος γὰρ ἄνευ μνησικακίας ὅτι τοὺς + φίλους καὶ αὐτὸς εἰώθει μὴ περιορᾶν ἁμαρτάνοντας ἀλλʼ ἐξελέγχειν καὶ + διδάσκειν, μᾶλλον ἐνδώσει καὶ παραδέξεται τὴν ἐπανόρθωσιν, ὡς οὖσαν + εὐνοίας καὶ + χάριτος οὐ μέμψεως + ἀνταπόδοσιν οὐδʼ ὀργῆς. + +

+
+
+

ἔτι τοίνυν ὁ μὲν Θουκυδίδης +Θουκυδίδης] II 64 φησὶν “ὅστις ἐπὶ μεγίστοις τὸ + ἐπίφθονον λαμβάνει, ὀρθῶς βουλεύεται·” τῷ δὲ + φίλῳ προσήκει τὸ ἐκ τοῦ νουθετεῖν ἐπαχθὲς ὑπὲρ μεγάλων ἀναδέχεσθαι + καὶ σφόδρα διαφερόντων. ἂν δʼ ἐπὶ πᾶσι καὶ πρὸς πάντα δυσκολαίνῃ καὶ + μὴ φιλικῶς ἀλλὰ παιδαγωγικῶς προσφέρηται + + τοῖς συνήθεσιν, ἀμβλὺς ἐν τοῖς μεγίστοις νουθετῶν ἔσται καὶ ἄπρακτος, + ὥσπερ ἰατρὸς δριμὺ φάρμακον ἢ πικρὸν ἀναγκαῖον δὲ καὶ πολυτελὲς εἰς + πολλὰ καὶ μικρὰ + καὶ οὐκ ἀναγκαῖα διελὼν τῇ παρρησίᾳ κατακεχρημένος. αὐτὸς μὲν οὖν + σφόδρα φυλάξεται + τὸ συνεχὲς καὶ φιλαίτιον· +καὶ φιλαίτιον] τοῦ φιλαιτίου R + ἑτέρου δὲ μικρολογουμένου περὶ πάντα καὶ παρασυκοφαντοῦντος ὥσπερ + ἐνδόσιμον ἕξει πρὸς τὰ μείζονα τῶν ἁμαρτημάτων. καὶ γὰρ ἰατρὸς + Φιλότιμος ἐμπύου τὸ ἧπαρ ἀνθρώπου δείξαντος αὐτῷ τὸν δάκτυλον + ἡλκωμένον + “οὐκ ἔστι σοι” εἶπεν “ὦ τᾶν περὶ παρωνυχίας ὁ λόγος.” οὐκοῦν καὶ τῷ φίλῳ δίδωσιν ὁ καιρὸς εἰπεῖν πρὸς τὸν ἐπὶ μικροῖς + καὶ μηδενὸς ἀξίοις ἐγκαλοῦντα “τί παιδιὰς καὶ πότους καὶ φλυάρους + λέγομεν; οὗτος, ὦ τᾶν, ἀποπεμψάσθω τὴν ἑταίραν + ἢ παυσάσθω κυβεύων, καὶ τἄλλα θαυμαστὸς ἡμῖν + ἄνθρωπός + ἐστιν” +ἐστιν] ἔσται H ὁ γὰρ εἰς τὰ μικρὰ συγγνώμην λαβὼν οὐκ ἀηδῶς εἰς τὰ + μείζονα τῷ φίλῳ παρρησίαν δίδωσιν· ὁ δʼ ἐγκείμενος ἀεὶ καὶ πανταχοῦ + πικρὸς καὶ ἀτερπὴς καὶ πάντα γιγνώσκων καὶ πολυπραγμονῶν + οὐδὲ παισὶν ἀνεκτὸς οὐδʼ ἀδελφοῖς, ἀλλὰ καὶ + δούλοις ἀφόρητος.

+
+
+

ἐπεὶ δʼ οὔτε τῷ γήρᾳ πάντα πρόσεστι κακὰ κατʼ + Εὐριπίδην +Εὐριπίδην] Phoen. 532 οὔτε τῇ τῶν φίλων ἀβελτερίᾳ, δεῖ μὴ μόνον ἁμαρτάνοντας + ἀλλὰ καὶ κατορθοῦντας ἐπιτηρεῖν τοὺς φίλους, καὶ νὴ Δία προθύμως + ἐπαινεῖν τὸ πρῶτον· εἶθʼ ὥσπερ ὁ σίδηρος πυκνοῦται τῇ + + περιψύξει καὶ δέχεται + τὴν στόμωσιν ἀνεθεὶς πρῶτον ὑπὸ θερμότητος καὶ μαλακὸς γενόμενος, + οὕτω τοῖς φίλοις διακεχυμένοις καὶ θερμοῖς οὖσιν ὑπὸ τῶν ἐπαίνων + ὥσπερ βαφὴν ἀτρέμα τὴν παρρησίαν ἐπάγειν. δίδωσι γὰρ καιρὸς εἰπεῖν + ἆρʼ ἄξιον ἐκεῖνα + τούτοις παραβάλλειν; + ὁρᾷς τὸ καλὸν οἵους καρποὺς ἀποδίδωσι; ταῦτʼ ἀπαιτοῦμεν οἱ φίλοι, + ταῦτʼ ἐστὶν οἰκεῖα, πρὸς ταῦτα πέφυκας· ἐκεῖνα δʼ ἀποδιοπομπητέον + +εἰς ὄρος ἢ ἐς κῦμα πολυφλοίσβοιο θαλάσσης +Homer. Z 347 + + ὡς γὰρ ἰατρὸς εὐγνώμων βούλοιτʼ ἂν + ὕπνῳ καὶ τροφῇ μᾶλλον ἢ καστορίῳ καὶ σκαμωνίῳ τὸ νόσημα λῦσαι + τοῦ κάμνοντος, οὕτω καὶ φίλος ἐπιεικὴς καὶ + πατὴρ χρηστὸς καὶ διδάσκαλος ἐπαίνῳ μᾶλλον + ἢ ψόγῳ χαίρει πρὸς ἐπανόρθωσιν ἤθους χρώμενος + οὐδὲν γὰρ ἄλλο ποιεῖ τὸν παρρησιαζόμενον ἣκιστα λυπεῖν καὶ + μάλιστα θεραπεύειν ἢ τὸ φειδόμενον ὀργῆς ἐν ἤθει καὶ μετʼ εὐνοίας + προσφέρεσθαι τοῖς ἁμαρτάνουσιν. ὅθεν οὔτʼ ἀρνουμένους δεῖ πικρῶς + ἐξελέγχειν οὔτε κωλύειν ἀπολογουμένους, ἀλλὰ καὶ + προφάσεις εὐσχήμονας ἁμωσγέπως συνεκπορίζειν καὶ τῆς χείρονος + αἰτίας ἀφισταμένοις +ἀφισταμένοις Hauptius: ἀφισταμένους + αὐτοὺς ἐνδιδόναι μετριωτέραν, ὡς ὁ Ἕκτωρ + +δαιμόνιʼ, οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο θυμῷ +Homer. Z 326 + + πρὸς τὸν ἀδελφόν, ὡς + οὐκ ἀπόδρασιν οὐδὲ δειλίαν οὖσαν ἀλλʼ ὀργὴν τὴν ἐκ τῆς μάχης + ἀναχώρησιν αὐτοῦ. καὶ πρὸς τὸν Ἀγαμέμνονα ὁ Νέστωρ + + +σὺ δὲ σῷ μεγαλήτορι θυμῷ +id. I 109 + εἴξας. + ἠθικώτερον γὰρ οἶμαι τοῦ “ἠδίκησασ” καὶ “ἠσχημόνησασ” τὸ “οὐκ +τὸ οὐκ R: καὶ οὐκ + ἐπέστησασ” καὶ “ἠγνόησασ” +καὶ ἠγνόησας W: τοῦ ἠγνόησας +, καὶ + τὸ “μὴ φιλονείκει πρὸς τὸν ἀδελφὸν” ἢ τὸ “μὴ φθόνει τῷ + + ἀδελφῷ” καὶ τὸ “φύγε τὴν γυναῖκα διαφθείρουσαν” ἢ τὸ “παῦσαι τὴν γυναῖκα + διαφθείρων.” τοιοῦτον γὰρ ἡ θεραπευτικὴ παρρησία ζητεῖ τρόπον, ἡ + δὲ πρακτικὴ +ἡ δὲ πρακτικὴ] ἡ δʼ ἐπακτικὴ? τὸν ἐναντίον. ὅταν γὰρ ἢ μέλλοντας; ἁμαρτάνειν + ἐκκροῦσαι δεήσῃ πρὸς +πρὸς scripsi: ἢ πρὸς + ὁρμήν τινα βίαιον + + ἐνισταμένους +ἐνισταμένους scripsi: ἱσταμένους + ἐξ ἐναντίας φερομένην ἢ πρὸς τὰ καλὰ μαλακῶς καὶ + ἀπροθύμως ἔχοντας· ἐντεῖναι καὶ παρορμῆσαι θελήσωμεν, εἰς αἰτίας δεῖ + περιφέρειν ἀτόπους καὶ μὴ πρεπούσας τὸ γιγνόμενον. ὡς ὁ παρὰ Σοφοκλεῖ + τὸν Ἀχιλλέα παροξύνων Ὀδυσσεὺς οὒ + φησιν + ὀργίζεσθαι διὰ τὸ δεῖπνον, ἀλλʼ + + +ἤδη φησὶ τὰ Τροίας εἰσορῶν ἑδώλια +Nauck. p. 129 + δέδοικας, + καὶ πρὸς ταῦτα πάλιν τοῦ Ἀχιλλέως διαγανακτοῦντος καὶ + ἀποπλεῖν λέγοντος + + + ἐγᾦδʼ ὃ φεύγεις, οὐ τὸ μὴ κλύειν κακῶς, + ἀλλʼ ἐγγὺς Ἕκτωρ ἐστί· οὐ μένειν καλόν + + τὸν μὲν οὖν θυμοειδῆ καὶ ἀνδρώδη δειλίας δόξῃ, + τὸν δὲ σώφρονα καὶ κόσμιον ἀκολασίας, τὸν δʼ ἐλευθέριον καὶ + μεγαλοπρεπῆ μικρολογίας καὶ φιλαργυρίας δεδιττόμενοι παρορμῶσι πρὸς τὰ + καλὰ καὶ τῶν + αἰσχρῶν ἀπελαύνουσι, μέτριοι + μὲν ἐν τοῖς ἀνηκέστοις + ἐξεταζόμενοι καὶ τὸ λυπούμενον καὶ τὸ συναλγοῦν πλέον ἐν τῷ + παρρησιάζεσθαι τοῦ ψέγοντος ἔχοντες, ἐν δὲ ταῖς κωλύσεσι τῶν + ἁμαρτανομένων καὶ πρὸς τὰ πάθη διαμάχαις σφοδροὶ καὶ ἀπαραίτητοι + καὶ συνεχεῖς ὄντες οὗτος γὰρ ὁ καιρὸς + εὐνοίας ἀθρύπτου καὶ παρρησίας ἀληθινῆς ἐστι. τῷ δὲ ψέγειν τὰ + πραχθέντα καὶ τοὺς ἐχθροὺς κατʼ ἀλλήλων ὁρῶμεν χρωμένους, ὥσπερ + Διογένης ἔλεγεν ὅτι τῷ μέλλοντι σῴζεσθαι δεῖ φίλους ἀγαθοὺς ἢ + διαπύρους + ἐχθροὺς ὑπάρχειν οἱ μὲν γὰρ + διδάσκουσιν, οἱ δʼ ἐλέγχουσι. βέλτιον δὲ τὰς ἁμαρτίας φυλάττεσθαι τοῖς + συμβουλεύουσι πειθόμενον ἢ μετανοεῖν + ἁμαρτάνοντα διὰ τσὺς κακῶς λέγοντας. καὶ + διὰ τοῦτο δεῖ καὶ περὶ τὴν παρρησίαν φιλοτεχνεῖν, ὅσῳ + μέγιστόν ἐστι καὶ κράτιστον ἐν φιλίᾳ φάρμακον, + εὐστοχίας τε καιροῦ μάλιστα καὶ κράσεως μέτρον ἐχούσης ἀεὶ δεομένη. +

+
+
+

ἐπεὶ τοίνυν, ὥσπερ εἴρηται, πολλάκις ἡ παρρησία τῷ θεραπευομένῳ + λυπηρὰ πέφυκε, δεῖ μιμεῖσθαι + τοὺς ἰατρούς + οὔτε γὰρ ἐκεῖνοι τέμνοντες ἐν τῷ πονεῖν καὶ ἀλγεῖν καταλείπουσι τὸ + πεπονθός, ἀλλʼ ἐνέβρεξαν προσηνῶς καὶ κατῃόνησαν, οὔθʼ οἱ νουθετοῦντες + ἀστείως τὸ πικρὸν καὶ δηκτικὸν προσβαλόντες ἀποτρέχουσιν, ἀλλʼ + ὁμιλίαις ἑτέραις καὶ 12· + λόγοις ἐπιεικέσιν + ἐκπραΰνουσι καὶ διαχέουσιν, ὥσπερ οἱ λιθοξόοι τὰ πληγέντα καὶ + περικοπέντα τῶν ἀγαλμάτων ἐπιλεαίνοντες καὶ γανοῦντες;. ὁ δὲ πληγεὶς + μὲν τῇ παρρησίᾳ καὶ χαραχθείς, ἀφεθεὶς δὲ τραχὺς + καὶ οἰδῶν καὶ ἀνώμαλος ὑπʼ ὀργῆς δυσανάκλητος + αὖθίς ἐστι καὶ δυσπαρηγόρητος. διὸ καὶ τοῦτο δεῖ παραφυλάττειν ἐν + τοῖς μάλιστα τοὺς νουθετοῦντας καὶ μὴ προαπολείπειν, μηδὲ ποιεῖσθαι + πέρας ὁμιλίας καὶ συνουσίας τὸ λυποῦν καὶ παροξῦνον τοὺς + συνήθεις.

+
+
+ +
+