From f4b279ffa276387872f19d5147351c4a66ea1481 Mon Sep 17 00:00:00 2001 From: Angelia Hanhardt Date: Wed, 11 Sep 2019 16:23:13 -0400 Subject: [PATCH 1/2] EpiDoc and CTS conversion issue #711 --- .../tlg084b/tlg0007.tlg084b.perseus-grc3.xml | 1179 +++++++++++++++++ 1 file changed, 1179 insertions(+) create mode 100644 data/tlg0007/tlg084b/tlg0007.tlg084b.perseus-grc3.xml diff --git a/data/tlg0007/tlg084b/tlg0007.tlg084b.perseus-grc3.xml b/data/tlg0007/tlg084b/tlg0007.tlg084b.perseus-grc3.xml new file mode 100644 index 000000000..eaf59e49d --- /dev/null +++ b/data/tlg0007/tlg084b/tlg0007.tlg084b.perseus-grc3.xml @@ -0,0 +1,1179 @@ + + + + + + +Αἴτια Ἑλληνικά +Plutarch +Frank Cole Babbitt +Perseus Project, Tufts University +Gregory Crane + +Prepared under the supervision of +Lisa Cerrato +Rashmi Singhal +Bridget Almas + +The National Endowment for the Humanities + + +Trustees of Tufts University +Medford, MA +Perseus Project +2010-12-13 + + + + +Plutarch +Moralia + +with an English Translation by +Frank Cole Babbitt + + +Cambridge, MA +Harvard University Press +London +William Heinemann Ltd. +1936 + +4 + +The Internet Archive + + + + + +

optical character recognition

+
+
+

Text encoded in accordance with the latest EpiDoc standards

+

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture

+ + + +

This pointer pattern extracts sections

+
+
+ +
+ + +Greek +Latin +English + + + +tagged and parsed +EpiDoc and CTS Conversion + +
+ + +
+
+ +

+ +τίνες οἱ ἐν +Ἐπιδαύρῳ κονίποδες καὶ + ἄρτυνοι; +

+

οἱ μὲν τὸ πολίτευμα ἔχοντες +ἔχοντες Wyttenbach to fill a lacuna; Bernardakis prefers διέποντες, and E. Capps διοικοῦντες. ὁγδοήκοντα καὶ ἑκατὸν ἄνδρες ἦσαν ἐκ δὲ τούτων ᾑροῦντο +βουλευτάς, οὓς ἀρτύνους ἐκάλουν. +τοῦ δὲ δήμου +τὸ πλεῖστον ἐν ἀγρῷ διέτριβεν· ἐκαλοῦντο δὲ +κονίποδες, +ὡς συμβαλεῖν ἔστιν ἀπὸ τῶν ποδῶν γνωριζόμενοι κεκονιμένων, ὁπότε κατέλθοιεν εἰς +τὴν πόλιν.

+
+
+

+τίς ἡ παρὰ Κυμαίοις ὀνοβάτις; +

+

+ τῶν γυναικῶν τὴν ἐπὶ μοιχείᾳ ληφθεῖσαν ἀγαγόντες εἰς ἀγορὰν ἐπὶ λίθου τινὸς ἐμφανῆ πᾶσι καθίστασαν· εἶθʼ +οὕτως ἀνεβίβαζον ἐπʼ ὄνον, καὶ τὴν πόλιν κύκλῳ περιαχθεῖσαν ἔδει πάλιν ἐπὶ τὸν αὐτὸν λίθον καταστῆναι καὶ τὸ λοιπὸν ἄτιμον διατελεῖν, ὀνοβάτιν +προσαγορευομένην. τὸν δὲ λίθον ἀπὸ τούτου οὐ καθαρὸν νομίζοντες +ἀφωσιοῦντο. +

+

ἦν δὲ καὶ φυλάκτου τις ἀρχὴ παρʼ αὐτοῖς· ὁ δὲ ταύτην ἔχων τὸν μὲν ἄλλον χρόνον ἐτήρει τὸ + δεσμωτήριον, εἰς δὲ τὴν βουλὴν ἐν τῷ νυκτερινῷ + συλλόγῳ παριὼν ἐξῆγε τοὺς βασιλεῖς τῆς χειρὸς καὶ κατεῖχε, μέχρι περὶ αὐτῶν ἡ βουλὴ διαγνοίη, +πότερον ἀδικοῦσιν ἢ οὔ, κρύβδην φέρουσα τὴν +ψῆφον.

+
+
+

+τίς παρὰ Σολίοις +Σολίοις Wyttenbach: Σόλοις. ἡ ὑπεκκαύστρια; +

+

+τὴν τῆς Ἀθηνᾶς ἱέρειαν οὕτω καλοῦσιν, ὅτι +ποιεῖταί τινας θυσίας καὶ ἱερουργίας ἀποτροπαίους..

+
+
+

+τίνες ἐν Κνίδῳ οἱ ἀμνήμονες καὶ τίς ὁ +ἀφεστήρ; +

+

+ἑξήκοντα προκρίτοις ἀνδράσιν +προκρίτοις ἀνδράσιν Meziriacus: προκρίτους ἄνδρας. ἐκ τῶν ἀρίστων +οἷον ἐπισκόποις ἐχρῶντο διὰ βίου καὶ προβούλοις τῶν μεγίστων· ἐκαλοῦντο δὲ ἀμνήμονες, +ὡς ἂν + τις εἰκάσειε, διὰ τὸ ἀνυπεύθυνον, εἰ μὴ νὴ Δία +πολυμνήμονές τινες ὄντες. ὁ δὲ τὰς γνώμας ἐρωτῶν ἀφεστήρ. +

+
+
+

+τίνες οἱ παρʼ Ἀρκάσι καὶ Λακεδαιμονίοις χρηστοί; +

+

Λακεδαιμόνιοι Τεγεάταις διαλλαγέντες ἐποιήσαντο συνθήκας καὶ στήλην ἐπʼ Ἀλφειῷ κοινὴν ἀνέστησαν, ἐν ᾗ μετὰ τῶν ἄλλων γέγραπται +Μεσσηνίους ἐκβαλεῖν ἐκ τῆς χώρας, καὶ μὴ +ἐξεῖναι χρηστοὺς +ποιεῖν. +ἐξηγούμενος οὖν ὁ +Ἀριστοτέλης τοῦτό φησι δύνασθαι τὸ μὴ + ἀποκτιννύναι βοηθείας χάριν τοῖς λακωνίζουσι τῶν Τεγεατῶν.

+
+
+

+τίς ὁ παρʼ Ὀπουντίοις κριθολόγος; +

+

οἱ πλεῖστοι τῶν Ἑλλήνων πρὸς τὰς πάνυ + παλαιὰς θυσίας ἐχρῶντο ταῖς κριθαῖς, ἀπαρχομένων +τῶν πολιτῶν. τὸν μὲν οὖν ἐπὶ τῶν θυσιῶν ἄρχοντα +καὶ ταύτας κομιζόμενον τὰς ἀπαρχάς κριθολόγον +ὠνόμαζον. δύο δʼ ἦσαν ἱερεῖς παρʼ αὐτοῖς, +ὁ μὲν περὶ τὰ θεῖα τεταγμένος, ὁ δὲ περὶ τὰ δαιμόνια.

+
+
+

+τίνες αἱ πλωιάδες νεφέλαι; +

+

τὰς ὑπόμβρους μάλιστα καὶ περιφερομένας +ἐκάλουν πλωιάδας, +ὡς Θεόφραστος ἐν τετάρτῃ περὶ μεταρσίων εἴρηκε κατὰ λέξιν, ἐπεὶ καὶ αἱ +πλωιάδες αὗται νεφέλαι αἱ καὶ αἱ συνεστῶσαι, + ἀκίνητοι δὲ καὶ τοῖς χρώμασιν ἔκλευκοι, δηλοῦσι +διαφοράν τινα τῆς ὕλης, ὡς οὔτʼ ἐξυδατουμένης οὔτʼ ἐκπνευματουμένης. +

+
+
+

+τίς ὁ παρὰ Βοιωτοῖς πλατιοικέτας +πλατιοικέτας Bechtel: πλατυχαίτας.; +

+

τοὺς οἰκίᾳ γειτνιῶντας ἢ χωρίοις ὁμοροῦντας +αἰολίζοντες οὕτω καλοῦσιν ὡς τὸ πλησίον +πλησίον Wyttenbach: πλεῖστον. ἔχοντας. +παραθήσομαι δὲ λέξιν μίαν ἐκ τοῦ θεσμοφυλακίου νόμου, πλειόνων οὐσῶν....

+
+
+

+τίς ὁ παρὰ Δελφοῖς ὁσιωτὴρ καὶ διὰ τί βύσιον ἕνα τῶν μηνῶν καλοῦσιν; + +

+

+ +ὁσιωτῆρα +μὲν καλοῦσι τὸ θυόμενον ἱερεῖον, +ὅταν ὅσιος +ἀποδειχθῇ. πέντε δʼ εἰσὶν ὅσιοι διὰ βίου, καὶ τὰ πολλὰ μετὰ τῶν προφητῶν δρῶσιν οὗτοι καὶ συνιερουργοῦσιν, ἅτε +ἅτε Xylander: , or οἱ or ὡς. γεγονέναι δοκοῦντες ἀπὸ Δευκαλίωνος. +

+

+ὁ δὲ βύσιος +μήν, ὡς μὲν οἱ πολλοὶ νομίζουσι, φύσιός ἐστιν ἔαρος γὰρ ἄρχει καὶ τὰ πολλὰ φύεται τηνικαῦτα καὶ διαβλαστάνει. τὸ δʼ ἀληθὲς οὐκ ἔχει οὕτως· οὐ γὰρ ἀντὶ τοῦ τῷ β χρῶνται Δελφοί, καθάπερ Μακεδόνες Βίλιππον +Βίλιππον Basel ed. of 1542: βίλιππον γὰρ. + +καὶ +βαλακρὸν +καὶ Βερονίκην +λέγοντες, ἀλλʼ ἀντὶ τοῦ π· καὶ γὰρ τὸ πατεῖν βατεῖν +καὶ τὸ +πικρὸν βικρὸν +ἐπιεικῶς καλοῦσιν. ἔστιν οὖν πύσιος ὁ βύσιος, +ἐν ᾧ πυστιῶνται καὶ πυνθάνονται τοῦ θεοῦ· τοῦτο +τοῦτο Bernardakis: τὸ. γὰρ ἒννομον +ἔννομον Weniger: ἐννοεῖν. καὶ πάτριον. +ἐν τῷ μηνὶ γὰρ τούτῳ χρηστήριον ἐγίγνετο καὶ ἑβδόμην ταύτην νομίζουσι τοῦ θεοῦ γενέθλιον, + καὶ πολύφθοον +πολύφθοον Aldine edition: πολύφθονον. ὀνομάζουσιν οὐ διὰ τὸ πέττεσθαι φθόις, ἀλλὰ πολυπευθῆ καὶ πολυμάντευτον οὖσαν. +ὁτὲ γὰρ ἀνείθησαν αἱ κατὰ μῆνα μαντεῖαι τοῖς δεομένοις, πρότερον δʼ +ἅπαξ ἐθεμίστευεν ἡ Πυθία τοῦ ἐνιαυτοῦ κατὰ ταύτην τὴν ἡμέραν, ὡς +Καλλισθένης καὶ Ἀναξανδρίδης ἱστορήκασι.

+
+
+

+τί τὸ φυξίμηλον; +

+

τῶν μικρῶν ἐστι καὶ χαμαιζήλων φυτῶν, ὧν + ἐπιόντα τοὺς βλαστοὺς τὰ βοσκήματα κολούει καὶ +ἀδικεῖ καὶ λυμαίνεται τὴν αὔξησιν· ὅταν οὖν +ἀναδραμόντα μέγεθος λάβῃ καὶ διαφύγῃ τὸ +βλάπτεσθαι ὑπὸ τῶν ἐπινεμομένων, +ἐπινεμομένων Wyttenbach and E: ἐπιγενομένων. +φυξίμηλα +καλεῖται. τὸ δὲ μαρτύριον Αἰσχύλος.

+
+
+

+τίνες οἱ ἀποσφενδόνητοι; +

+

Κέρκυραν τὴν νῆσον Ἐρετριεῖς κατῴκουν· Χαρικράτους δὲ πλεύσαντος ἐκ Κορίνθου μετὰ δυνάμεως καὶ τῷ πολέμῳ κρατοῦντος, ἐμβάντες εἰς τὰς ναῦς + οἱ Ἐρετριεῖς ἀπέπλευσαν οἴκαδε. προαισθόμενοι +δʼ +οἱ πολῖται, τῆς χώρας εἶργον αὐτοὺς καὶ ἀποβαίνειν ἐκώλυον σφενδονῶντες. μὴ δυνάμενοι δὲ μήτε πεῖσαι μήτε βιάσασθαι πολλοὺς καὶ +ἀπαραιτήτους ὄντας, ἐπὶ Θρᾴκης ἔπλευσαν καὶ κατασχόντες χωρίον, ἐν ᾧ πρότερον οἰκῆσαι Μέθωνα τὸν +Ὀρφέως πρόγονον ἱστοροῦσι, τὴν μὲν πόλιν ὠνόμασαν Μεθώνην, ὑπὸ δὲ τῶν προσοίκων +ἀποσφενδόνητοι προσωνομάσθησαν. +

+
+
+

+τίς ἡ παρὰ Δελφοῖς Χάριλλα +Χάριλλα... Χαρίλλαν Hatzidakis: Χάριλα... Χαρίλαν.; +

+

τρεῖς ἄγουσι Δελφοὶ ἐνναετηρίδας κατὰ τὸ ἑξῆς, + ὧν τὴν μὲν Σεπτήριον καλοῦσι, τὴν δʼ Ἡρωίδα, τὴν δὲ Χάριλλαν. +Χάριλλα... Χαρίλλαν Hatzidakis: Χάριλα... Χαρίλαν. +

+

τὸ μὲν οὖν Σεπτήριον ἔοικε μίμημα τῆς πρὸς +τὸν Πύθωνα τοῦ θεοῦ μάχης εἶναι καὶ τῆς μετὰ τὴν μάχην ἐπὶ τὰ Τέμπη φυγῆς καὶ ἐκδιώξεως. + +οἱ μὲν γὰρ φυγεῖν ἐπὶ τῷ φόνῳ φασὶ χρῄζοντα +καθαρσίων, οἱ δὲ τῷ Πύθωνι τετρωμένῳ καὶ φεύγοντι κατὰ τὴν ὁδόν, ἣν νῦν ἱερὰν καλοῦμεν, +ἐπακολουθεῖν καὶ μικρὸν ἀπολειφθῆναι τῆς τελευτῆς· κατέλαβε γὰρ αὐτὸν ἐκ τοῦ τραύματος ἄρτι +τεθνηκότα καὶ κεκηδευμένον ὑπὸ τοῦ παιδός, ᾧ ὄνομα +ἦν Αἴξ, ὡς λέγουσι. τὸ μὲν οὖν Σεπτήριον τούτων +ἢ τοιούτων τινῶν ἀπομίμησίς ἐστιν ἑτέρων. +

+

τῆς δʼ Ἡρωίδος τὰ πλεῖστα μυστικὸν ἔχει λόγον, + ὃν ἴσασιν αἱ Θυιάδες, ἐκ δὲ τῶν δρωμένων φανερῶς Σεμέλης ἄν τις ἀναγωγὴν εἰκάσειε. +

+

περὶ δὲ τῆς Χαρίλλης +Χαρίλλης... Χάριλλαν Hatzidakis: Χαρίλας... Χάριλαν. τοιαῦτά τινα μυθολογοῦσι. λιμὸς ἐξ αὐχμοῦ τοὺς Δελφοὺς κατέσχε καὶ πρὸς τὰς θύρας τοῦ βασιλέως ἐλθόντες μετὰ τέκνων καὶ γυναικῶν ἱκέτευον. ὁ δὲ τῶν ἀλφίτων καὶ τῶν +χεδρόπων μετεδίδου τοῖς γνωριμωτέροις αὐτῶν· οὐ γὰρ ἦν ἱκανὰ πᾶσιν. ἐλθούσης δὲ παιδὸς ἔτι μικρᾶς ὀρφανῆς γονέων καὶ προσλιπαρούσης, +ἐρράπισεν αὐτὴν ὑποδήματι καὶ τῷ προσώπῳ τὸ +ὑπόδημα προσέρριψεν· ἡ δέ, πενιχρά τις οὖσα καὶ ἔρημος οὐκ ἀγεννὴς δὲ +δὲ Hutten: τε or τις. τὸ ἦθος, ἐκποδὼν γενομένη + καὶ λύσασατὴν ζώνην ἀνήρτησεν ἑαυτήν. ἐπιτείνοντος δὲ τοῦ λιμοῦ καὶ νοσημάτων προσγενομένων, ἀνεῖλεν ἡ Πυθία τῷ βασιλεῖ Χάριλλαν +χαρίλλης... Χάριλλαν Hatzidakis: Χαρίλας... Χάριλαν. +ἱλάσκεσθαι, παρθένον αὐτοθάνατον. μόλις οὖν +ἀνευρόντες ὅτι τοὔνομα τοῦτʼ ἦν τῇ ῥαπισθείσῃ παιδί, +μεμειγμένην τινὰ καθαρμῷ θυσίαν ἀπετέλεσαν, ἣν + ἐπιτελοῦσιν ἔτι καὶ νῦν διʼ ἐννέα ἐτῶν. προκάθηται μὲν γὰρ ὁ βασιλεὺς τῶν ἀλφίτων καὶ τῶν χεδρόπων ἐπιδιδοὺς πᾶσι καὶ ξένοις καὶ πολίταις, κομίζεται + δὲ τῆς Χαρίλλης +χαρίλλης... Χάριλλαν Hatzidakis: Χαρίλας... Χάριλαν. παιδικὸν εἴδωλον ὅταν οὖν πάντες + λάβωσιν, ὁ μὲν βασιλεὺς ῥαπίζει τῷ ὑποδήματι τὸ εἴδωλον, ἡ δὲ τῶν Θυιάδων ἀρχηγὸς ἀραμένη κομίζει πρός τινα τόπον φαραγγώδη, κἀκεῖ σχοινίον + περιάψαντες τῷ τραχήλῳ τοῦ εἰδώλου κατορύττουσιν, ὅπου τὴν Χάριλλαν +χαρίλλης... Χάριλλαν Hatzidakis: Χαρίλας... Χάριλαν. ἀπαγξαμένην ἔθαψαν.

+
+
+

+τί τὸ πτωχικὸν κρέας παρʼ Αἰνιᾶσι; +

+

πλείονες γεγόνασιν Αἰνιάνων μεταναστάσεις. πρῶτον μὲν γὰρ οἰκοῦντες περὶ τὸ Δώτιον πεδίον ἐξέπεσον ὑπὸ Λαπιθῶν εἰς Αἴθικας. ἐκεῖθεν τῆς +Μολοττίας τὴν περὶ τὸν Αὔαν +Αὔαν seems required by the ending of the adjective below rather than Αὖον (Xylander from Stephanus Byzantius): Ἀραούαν. χώραν; κατέσχον, +ὅθεν ὠνομάσθησαν Παραυαῖοι.; +Παραυαῖοι Xylander (as in Thuc. ii. 80, and elsewhere): Παραοῦαι. μετὰ ταῦτα Κίρραν + κατέσχον· ἐν δὲ Κίρρᾳ +Κίρρᾳ Hatzidakis and Kontos: Κίρρῃ. καταλεύσαντες +καταλεύσαντες Xylander: καταπλεύσαντες. Οἴνοκλον τὸν βασιλέα, τοῦ θεοῦ προστάξαντος, εἰς τὴν περὶ τὸν Ἴναχον χώραν κατέβησαν οἰκουμένην ὑπʼ Ἰναχιέων καὶ Ἀχαιῶν. γενομένου δὲ χρησμοῦ +τοῖς μὲν ἂν μεταδῶσι τῆς χώρας ἀποβαλεῖν ἅπασαν, τοῖς δὲ +ἂν λάβωσι παρʼ +ἑκόντων καθέξειν, Τέμων, ἀνὴρ ἐλλόγιμος τῶν Αἰνιάνων, ἀναλαβὼν ῥάκια καὶ πήραν ὡς +ὡς Wyttenbach: καὶ. προσαίτης ὢν ἀφίκετο πρὸς τοὺς +Ἰναχιεῖς· ὕβρει δὲ καὶ πρὸς γέλωτα τοῦ βασιλέως + βῶλον ἐπιδόντος αὐτῷ, δεξάμενος εἰς τὴν πήραν + ἐνέβαλε καὶ καταφανὴς +καταφανὴς F.C.B.; ἐμφανὴς Meziriacus; οὐκ ἀφανὴς H. Richards (all amounting to the same thing): ἀφανὴς. ἦν ἠγαπηκὼς τὸ δῶρον +ἀπεχώρησε γὰρ εὐθὺς οὐδὲν προσαιτήσας. οἱ +δὲ πρεσβύτεροι θαυμάσαντες ἀνεμιμνήσκοντο τοῦ +χρησμοῦ, καὶ τῷ βασιλεῖ προσιόντες ἔλεγον μὴ καταφρονῆσαι μηδὲ προέσθαι τὸν ἄνθρωπον. +αἰσθόμενος οὖν ὁ Τέμων τὴν διάνοιαν αὐτῶν ὥρμησε +φεύγειν, καὶ διέφυγεν εὐξάμενος τῷ Ἀπόλλωνι καθʼ ἑκατόμβης. +

+

ἐκ δὲ τούτου μονομαχοῦσιν οἱ βασιλεῖς, καὶ τὸν τῶν Ἰναχιέων Ὑπέροχον ὁ τῶν Αἰνιάνων +Φήμιος ὁρῶν μετὰ κυνὸς αὐτῷ προσφερόμενον οὐκ + ἔφη δίκαια ποιεῖν, δεύτερον ἐπάγοντα μαχόμενον· ἀπελαύνοντος δὲ τοῦ Ὑπερόχου τὸν κύνα καὶ μεταστρεφομένου, λίθῳ βαλὼν ὁ Φήμιος αὐτὸν ἀναιρεῖ. κτησάμενοι δὲ τὴν χώραν, τοὺς Ἰναχιεῖς μετὰ τῶν Ἀχαιῶν ἐκβαλόντες, τὸν μὲν λίθον ἐκεῖνον ὡς ἱερὸν σέβονται καὶ θύουσιν αὐτῷ καὶ τοῦ ἱερείου τῷ δημῷ περικαλύπτουσιν. ὅταν δὲ +τῷ Ἀπόλλωνι τὴν ἑκατόμβην ἀποδιδῶσι, τῷ Διὶ βοῦν καθιερεύσαντες, μερίδα τοῖς Τέμωνος ἀπογόνοις ἐξαίρετον νέμουσι, καὶ πτωχικὸν κρέας +ἐπονομάζουσι.

+
+
+

+τίνες οἱ παρʼ +Ἰθακησίοις Κολιάδαι καὶ τίς +ὁ φάγιλος;; +

+

+τῷ +Ὀδυσσεῖ μετὰ τὴν μνηστηροφονίαν οἱ ἐπιτήδειοι τῶν τεθνηκότων ἐπανέστησαν, μεταπεμφθεὶς δʼ +ὑπʼ ἀμφοτέρων διαιτητὴς Νεοπτόλεμος + ἐδικαίωσε τὸν μὲν Ὀδυσσέα μεταναστῆναι καὶ +φεύγειν ἐκ τῆς Κεφαλληνίας καὶ Ζακύνθου καὶ + Ἰθάκης ἐφʼ αἵματι, τοὺς δὲ τῶν μνηστήρων ἑταίρους καὶ οἰκείους ἀποφέρειν ποινὴν Ὀδυσσεῖ τῶν +εἰς τὸν οἶκον ἀδικημάτων καθʼ +ἕκαστον ἐνιαυτόν. αὐτὸς μὲν οὖν εἰς +Ἰταλίαν +Ἰταλίαν] Αἰτωλίαν Hartman. μετέστη· τὴν δὲ ποινὴν +τῷ υἱεῖ καθιερώσας ἀποφέρειν ἐν ἐκέλευσε τοὺς +Ἰθακησίους. ἦν δὲ ἄλφιτα οἶνος κηρία ἔλαιον ἅλες ἱερεῖα πρεσβύτερα φαγίλων · +φάγιλον δὲ +φησιν Ἀριστοτέλης τὸν ἀμνὸν εἶναι. τοὺς δὲ περὶ Εὔμαιον ἐλευθερώσας ὁ Τηλέμαχος κατέμειξεν εἰς τοὺς πολίτας, καὶ τὸ γένος ἐστὶ Κολιαδῶν +Κολιαδῶν Xylander and one ms.: κολιδῶν. ἀπʼ Εὐμαίου καὶ Βουκολιδῶν +Βουκολιδῶν V. Rose (cf. Eustathius on Il. xv. 338, p. 1018): βουκολιῶν. ἀπὸ Φιλοιτίου.

+
+
+

+τίς ἡ ξυλίνη κύων παρὰ Λοκροῖς; +

+

+Φυσκίου τοῦ Ἀμφικτύονος υἱὸς ἦν Λοκροῖς· ἐκ +δὲ τούτου καὶ Καβύης Ὀποῦς. +Ὀποῦς V. Rose (cf. Eustathius on Il. ii. 531, p. 277): λοκρός. πρὸς ὃν ὁ πατὴρ διενεχθεὶς καὶ συχνοὺς τῶν πολιτῶν ἀναλαβὼν περὶ ἀποικίας ἐμαντεύετο. τοῦ δὲ θεοῦ φήσαντος κτίζειν πόλιν ὅπουπερ ἂν τύχῃ δηχθεὶς ὑπὸ κυνὸς ξυλίνης, ὑπερβαίνων εἰς τὴν ἑτέραν θάλατταν ἐπάτησε κυνόσβατον. ἐνοχληθεὶς δὲ τῇ πληγῇ +διέτριψεν ἡμέρας αὐτόθι πλείονας, ἐν αἷς +καταμαθὼν τὸ χωρίον ἔκτισε πόλεις Φύσκον +Φύσκον F.C.B.: Φυσκεῖς is the gentile name. Cf. S.G.D.I. 1529 a 15. καὶ +Οἰάνθειαν, +Οἰάνθειαν F.C.B.: Ὑάνθειαν. καὶ τὰς ἄλλας, ὅσας οἱ κληθέντες +Ὀζόλαι Λοκροὶ κατῴκησαν. +

+

Ὀζόλας δὲ Λοκροὺς οἱ μὲν διὰ τὸν Νέσσον, οἱ +δὲ διὰ +δὲ διὰ Bernardakis: δὲ. τὸν Πύθωνα δράκοντα κληθῆναι λέγουσιν, + ἐκβρασθέντας ὑπὸ τῆς θαλάττης καὶ σαπέντας ἐν +τῇ τῶν Λοκρῶν χώρᾳ. τινὲς δὲ κώδια καὶ τραγέας τοὺς ἀνθρώπους φοροῦντας καὶ τὰ πλεῖστα συνόντας αἰπολίοις γενέσθαι δυσώδεις. ἔνιοι δὲ τοὐναντίον πολυάνθεμον τὴν χώραν οὖσαν ὑπʼ εὐωδίας τοὔνομα λαβεῖν· ὧν ἐστι καὶ Ἀρχύτας ὁ Ἀμφισσεύς· γέγραφε γὰρ οὕτω + +τὰν +τὰν and ἐραννάν are necessary for τὴν and ἐραννήν of the mss. if the words are Doric. βοτρυοστέφανον μυρίπνουν Μάκυναν ἐραννήν. +τὰν and ἐραννάν are necessary for τὴν and ἐραννήν of the mss. if the words are Doric. + +

+
+
+

+τί τὸ καλούμενον ὑπὸ Μεγαρέων +ἀφάβρωμα; +

+

Νῖσος, ἀφʼ +οὗ προσηγορεύθη Νίσαια, βασιλεύων +ἐκ Βοιωτίας ἔγημεν Ἀβρώτην, +Ἁβρώτην Crönert: Ἀβρώτην. Ὀγχήστου θυγατέρα, Μεγαρέως δʼ ἀδελφήν, γυναῖκα καὶ τῷ φρονεῖν +ὡς ἔοικε περιττὴν καὶ σώφρονα διαφερόντως. ἀποθανούσης δʼ αὐτῆς, οἵ τε Μεγαρεῖς ἐπένθησαν ἑκουσίως καὶ ὁ Νῖσος ἀιδίαν τινὰ μνήμην καὶ δόξαν αὐτῆς καταστῆναι +καταστῆναι] καταστῆσαι H. Richards and some mss. βουλόμενος ἐκέλευε +ἐκέλευε] ἐκέλευσε Bernardakis. τὰς ἀστὰς +τὰς ἀστὰς Bryan: τὰ ὀστᾶ (Μεγαρίδας in two mss. can be defended). + φορεῖν ἣν ἐκείνη στολὴν ἐφόρει, καὶ τὴν στολὴν +ἀφάβρωμα διʼ +ἐκείνην ὠνόμασε. δοκεῖ δὲ +τῇ δόξῃ τῆς γυναικὸς καὶ ὁ θεὸς βοηθῆσαι· +πολλάκις γὰρ τὰς ἐσθῆτας ἀλλάξαι βουλομένας τὰς Μεγαρίδας χρησμῷ διεκώλυσε.

+
+
+

+τίς ὁ δορίξενος +δορίξενος] δορύξενος in nearly all mss.; +

+

τὸ παλαιὸν ἡ Μεγαρὶς ᾠκεῖτο κατὰ κώμας, εἰς πέντε μέρη νενεμημένων τῶν πολιτῶν. ἐκαλοῦντο + +δὲ Ἡραεῖς καὶ Πιραεῖς καὶ Μεγαρεῖς καὶ Κυνοσουρεῖς καὶ Τριποδίσκιοι. +Τριποδίσκιοι van Herwerden: τριποδισκαῖοι or τριποδισκοῦνοι. τῶν δὲ Κορινθίων πόλεμον αὐτοῖς ἐξεργασαμένων πρὸς ἀλλήλους ἀεὶ γὰρ ἐπεβούλευον ὑφʼ αὑτοῖς ποιήσασθαι τὴν Μεγαρικήν, + ὅμως διʼ ἐπιείκειαν ἡμέρως ἐπολέμουν καὶ συγγενικῶς. τούς μὲν γὰρ γεωργοῦντας οὐδεὶς ἠδίκει +τὸ παράπαν, τοὺς δʼ +ἁλισκομένους λύτρον τι τεταγμένον ἔδει καταβαλεῖν, καὶ τοῦτʼ ἐλάμβανον ἀφέντες, +πρότερον δʼ οὐκ εἰσέπραττον, ἀλλʼ +ὁ λαβὼν αἰχμάλωτον ἀπῆγεν οἴκαδε, καὶ μεταδοὺς ἁλῶν καὶ +τραπέζης ἀπέπεμπεν οἴκαδε. ὁ μὲν οὖν τὰ λύτρα +κομίσας ἐπῃνεῖτο καὶ φίλος ἀεὶ διετέλει τοῦ λαβόντος ἐκ δοριαλώτου δορίξενος +δορίξενος] δορύξενος in nearly all mss. + +προσαγορευόμενος· ὁ δʼ ἀποστερήσας οὐ μόνον παρὰ +τοῖς πολεμίοις ἀλλὰ καὶ παρὰ τοῖς πολίταις ὡς ἄδικος καὶ ἄπιστος ἠδόξει.

+
+
+

+τίς ἡ παλιντοκία; +

+

Μεγαρεῖς Θεαγένη τὸν τύραννον ἐκβαλόντες, + ὀλίγον χρόνον ἐσωφρόνησαν κατὰ τὴν πολιτείαν εἶτα πολλὴν κατὰ Πλάτωνα καὶ ἄκρατον αὐτοῖς ἐλευθερίαν τῶν δημαγωγῶν οἰνοχοούντων, διαφθαρέντες παντάπασι τὰ τά ἄλλα τοῖς πλουσίοις ἀσελγῶς προσεφέροντο, καὶ παριόντες εἰς τὰς οἰκίας αὐτῶν οἱ πένητες ἠξίουν ἑστιᾶσθαι καὶ δειπνεῖν πολυτελῶς· εἰ δὲ μὴ τυγχάνοιεν, πρὸς βίαν καὶ μεθʼ +ὕβρεως ἐχρῶντο πᾶσι. τέλος δὲ δόγμα θέμενοι, τοὺς τόκους ἀνεπράττοντο παρὰ τῶν + δανειστῶν οὓς δεδωκότες ἐτύγχανον, παλιντοκίαν τὸ +γινόμενον προσαγορεύσαντες.

+
+
+

+τίς ἡ Ἀνθηδών, περὶ ἧς ἡ Πυθιὰς εἶπε + + πῖνʼ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις ʼ +ἡ γὰρ ἐν Βοιωτοῖς οὐκ ἔστι πολύοινος; +

+

Τὴν Καλαύρειαν +Καλαύρειαν the approved form, Bernardakis: Καλαυριὰν. Εἰρήνην τὸ παλαιὸν ὠνόμαζον ἀπὸ γυναικὸς Εἰρήνης, ἣν ἐκ Ποσειδῶνος καὶ Μελανθείας τῆς Ἀλφειοῦ γενέσθαι μυθολογοῦσιν. ὕστερον δὲ τῶν περὶ Ἄνθον +Ἄνθον as below: Ἄνθην. (The genders are confused in the mss. Ἄνθος is presumably masc. and Ὑπέρα fem. but cf. Athenaeus, 31 c.) καὶ Ὑπέραν +Ὑπέρα, etc., F.C.B.: Ὑπέρη, etc. αὐτόθι κατοικούντων, Ἀνθηδονίαν καὶ Ὑπέρειαν ἐκάλουν τὴν νῆσον. εἶχε δὲ +ὁ χρησμὸς οὕτως, ὡς Ἀριστοτέλης φησί, + +πῖνʼ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις + +οὐδʼ ἱερὰν Ὑπέραν, ὅθι γʼ ἄτρυγον +γʼ ἄτρυγου Wechel: ὅτι κἂν τρύγα. οἶνον ἔπινες. + + + ταῦτα μὲν ὁ Ἀριστοτέλης. ὁ σε Μνασιγείτων φησὶν Ὑπέρας +Ὑπέρα, etc., F.C.B.: Ὑπέρη, etc. ἀδελφὸν ὄντα τὸν Ἄνθον ἔτι νήπιον ἀπολέσθαι, καὶ τὴν Ὑπέραν +Ὑπέρα, etc., F.C.B.: Ὑπέρη, etc. κατὰ ζήτησιν +αὐτοῦ πλανώμενον εἰς Φερὰς πρὸς Ἄκαστον +Ἄκαστον Bryan: ἄκαστον ἢ ἄδραστον. ἐλθεῖν, ὅπου κατὰ τύχην ὁ Ἄνθος ἐδούλευεν +οἰνοχοεῖν τεταγμένος. ὡς οὖν εἱστιῶντο, τὸν παῖδα προσφέροντα τῇ ἀδελφῇ τὸ ποτήριον ἐπιγνῶναι καὶ εἰπεῖν πρὸς αὐτὴν ἡσυχῆ +πῖνʼ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις. + +

+ +
+
+

+τίς ὁ λεγόμενος ἐν Πριήνῃ παρὰ δρυῒ +σκότος; +

+

+Σάμιοι καὶ Πριηνεῖς πολεμοῦντες ἀλλήλοις, τὰ μὲν ἄλλα μετρίως ἐβλάπτοντο καὶ ἔβλαπτον, μάχης +δὲ μεγάλης γενομένης, χιλίους Σαμίων οἱ Πριηνεῖς ἀπέκτειναν· ἑβδόμῳ δʼ +ὕστερον ἔτει Μιλησίοις +συμβαλόντες παρὰ τὴν καλουμένην δρῦν τοὺς ἀρίστους ὁμοῦ τι καὶ πρώτους ἀπέβαλον τῶν πολιτῶν· ὅτε καὶ Βίας ὁ σοφὸς εἰς Σάμον ἐκ Πριήνης πρεσβεύσας εὐδοκίμησε. ταῖς δὲ Πριηνέων γυναιξὶν ὠμοῦ +ὠμοῦ Madvig: ὁμοῦ. τοῦ πάθους τούτου καὶ τῆς συμφορᾶς ἐλεεινῆς γενομένης, ἀρὰ κατέστη καὶ ὅρκος περὶ τῶν μεγίστων + +ὁ παρὰ δρυῒ σκότος +διὰ τὸ παῖδας αὐτῶν καὶ +πατέρας καὶ ἄνδρας ἐκεῖ φονευθῆναι.

+
+
+

+τίνες οἱ παρὰ Κρησὶ λεγόμενοι κατακαῦται; +

+

Τυρρηνοὺς +φασι τὰς Ἀθηναίων θυγατέρας καὶ γυναῖκας ἐκ Βραύρωνος ἁρπάσαντας, ὁπηνίκα Λῆμνον καὶ Ἴμβρον κατῴκουν, εἶτʼ ἐκπεσόντας, εἰς τὴν Λακωνικὴν ἀφικέσθαι καὶ γενέσθαι +ἐπιμειξίαν αὐτοῖς μέχρι παίδων γενέσεως πρὸς τὰς ἐγχωρίους γυναῖκας· ἐκ δʼ +ὑποψίας +καὶ διαβολῆς πάλιν ἀναγκασθέντας +ἀναγκασθέντας Wyttenbach: ἀναγκασθέντες. ἐκλιπεῖν τὴν Λακωνικήν, μετὰ παίδων καὶ γυναικῶν εἰς Κρήτην κατᾶραι, +Πόλλιν ἡγεμόνα καὶ Δελφὸν +Πόλλιν ἡγεμόνα καὶ Δελφὸν Wyttenbach, as attested elsewhere, cf. 247 d: πόλιν ἡγεμόνα τὸν ἀδελφὸν. ἔχοντας. ἐκεῖ δὲ + πολεμοῦντας τοῖς κατέχουσι τὴν Κρήτην, πολλοὺς περιορᾶν τῶν ἐν ταῖς μάχαις ἀποθνησκόντων ἀτάφους, τὸ μὲν πρῶτον ἀσχόλους διὰ τὸν πόλεμον ὄντας καὶ τὸν κίνδυνον, ὕστερον δὲ φεύγοντας +ἅπτεσθαι νεκρῶν ἐφθαρμένων ὑπὸ χρόνου καὶ +διερρυηκότων. τὸν οὖν Πόλλιν ἐξευρόντα τιμάς τινας καὶ προνομίας καὶ ἀτελείας ἀποδοῦναι τὰς μὲν τοῖς ἱερεῦσι τῶν θεῶν, τὰς δὲ τοῖς ταφεῦσι τῶν +τετελευτηκότων, ἐπιφημίσαντα καὶ ταύτας δαίμοσι +χθονίοις, ὅπως ἀναφαίρετοι διαμένοιεν· ὀνομασθῆναι +δὲ τοὺς μὲν ἱερεῖς, τοὺς δὲ κατακαύτας. +

+

εἶταThe sentence εἶτα... Δελφόν follows διαμένοιεν in the mss. Transposed by Halliday. κλήρῳ διαλαχεῖν πρὸς τὸν Δελφὸν +Δελφὸν Wyttenbach, as attested elsewhere, cf. 247 d: ἀδελφὸν. καὶ + πολιτεύεσθαι μὲν αὐτοὺς καθʼ αὑτούς, ἔχειν δὲ μετὰ τῶν ἄλλων φιλανθρώπων καὶ ἄδειαν ἀδικημάτων, +οἷς οἱ ἄλλοι Κρῆτες εἰώθασι χρῆσθαι πρὸς ἀλλήλους ἄγοντες λαθραίως καὶ ἀποφέροντες· ἐκείνους γὰρ οὐδὲν ἀδικεῖν οὐδὲ κλέπτειν οὐδὲν οὐδʼ ἀφαιρεῖσθαι.

+
+
+

+τίς ὁ παίδων τάφος παρὰ Χαλκιδεῦσι; +

+

Κόθος καὶ Αἶκλος +Αἶκλος Xylander: ἄρκλος. οἱ Ξούθου παῖδες εἰς Εὔβοιαν +ἧκον οἰκήσοντες, Αἰολέων τότε τὰ πλεῖστα τῆς νήσου κατεχόντων. ἦν δὲ τῷ Κόθῳ λόγιον εὖ +πράξειν ἐν καὶ περιέσεσθαι τῶν πολεμίων, ἐὰν πρίηται τὴν χώραν. ἀποβὰς οὖν μετʼ +ὀλίγων +ὀλίγων Meziriacus: ὀλίγον. ἐνέτυχε παίζουσι παιδαρίοις παρὰ τὴν θάλατταν· + συμπαίζων οὖν αὐτοῖς καὶ φιλοφρονούμενος ἔδειξε + παίγνια πολλὰ τῶν ξενικῶν. ὡς δʼ ἑώρα τοὺς παῖδας ἐπιθυμοῦντας λαβεῖν, οὐκ ἔφησεν αὐτοῖς +δώσειν ἄλλως, εἰ μὴ τῆς γῆς λάβοι παρʼ αὐτῶν +οἱ δὲ παῖδες οὕτως ἀναιρούμενοι χαμᾶθεν +χαμᾶθεν Pierson: χαμαῖθεν. +ἐδίδοσαν καὶ τὰ παίγνια λαβόντες ἀπηλλάγησαν. οἱ +δʼ Αἰολεῖς αἰσθόμενοι τὸ γεγονός, καὶ τῶν πολεμίων αὐτοῖς ἐπιπλεόντων, ὑπʼ +ὀργῆς καὶ λύπης +διεχρήσαντο τοὺς παῖδας. ἐτάφησαν δὲ παρὰ τὴν +ὁδὸν ᾗ βαδίζουσιν ἐκ πόλεως ἐπὶ τὸν Εὔριπον, καὶ ὁ τόπος τάφος παίδων καλεῖται. +

+
+
+

+τίς ὁ μιξαρχαγέτας +μιξαρχαγέτας (-ν) Xylander: μιξαρχαγεύτας (-ν). ἐν Ἄργει καὶ τίνες + οἱ ἐλάσιοι; +

+

+μιξαρχαγέταν +μιξαρχαγέτας (-ν) Xylander: μιξαρχαγεύτας (-ν). + +τὸν Κάστορα καλοῦσι καὶ νομίζουσι παρʼ αὐτοῖς τεθάφθαι· τὸν δὲ Πολυδεύκην ὡς ἕνα τῶν Ὀλυμπίων σέβονται. τοὺς δὲ τὰς ἐπιληψίας ἀποτρέπειν δοκοῦντας ἐλασίους +μὲν ὀνομάζουσι, δοκοῦσι δὲ τῶν Ἀλεξίδας τῆς Ἀμφιαράου θυγατρὸς ἀπογόνων εἶναι.

+
+
+

+τί τὸ παρʼ +Ἀργείοις λεγόμενον ἔγκνισμα; +

+

τοῖς ἀποβαλοῦσί τινα συγγενῶν ἢ συνήθων ἔθος +ἐστὶ μετὰ τὸ πένθος εὐθὺς τῷ Ἀπόλλωνι θύειν, ἡμέραις δʼ +ὕστερον τριάκοντα τῷ Ἑρμῇ. νομίζουσι γάρ, ὥσπερ τὰ σώματα τῶν ἀποθανόντων δέχεσθαι τὴν γῆν, ὀὕτω τὰς ψυχὰς τὸν Ἑρμῆν + τοῦ δʼ Ἀπόλλωνος τῷ ἀμφιπόλῳ κριθὰς διδόντες λαμβάνουσι κρέας τοῦ ἱερείου, καὶ τὸ πῦρ + ἀποσβέσαντες ὡς μεμιασμένον παρʼ ἑτέρων δʼ +ἐναυσάμενοι, τοῦτο τὸ κρέας ὀπτῶσιν ἔγκνισμα +προσαγορεύοντες.

+
+
+

+τίς ἀλάστωρ ἀλιτήριος παλαμναῖος; +

+

+οὐ γὰρ πειστέον τοῖς λέγουσιν ἀλιτηρίους +κεκλῆσθαι τοὺς ἐπιτηροῦντας ἐν τῷ λιμῷ τὸν +ἀλοῦντα καὶ διαρπάζοντας· ἀλλʼ ἀλάστωρ +μὲν +κέκληται ὁ ἄληστα καὶ πολὺν χρόνον +μνημονευθησόμενα δεδρακώς, ἀλιτήριος +δʼ ὃν ἀλεύασθαι +καὶ φυλάξασθαι διὰ μοχθηρίαν καλῶς εἶχε. ταῦτα, +φησὶν ὁ Σωκράτης, ἐν διφθέραις χαλκαῖς γεγράφασι. +

+
+
+ +

+τίνος ἔχεται διανοίας τὸ τοὺς ἀπάγοντας εἰς Κασσιοπαίαν τὸν βοῦν ἐξ Αἰνίδος +Αἰνίδος F.C.B., cf. +Αἰνίδι +S.G.D.I. 1431 (for Αἰνίᾳ?); Αἰνίας Bernardakis; Αἰνιάνων Wyttenbach: Αἴνου. τὰς παρθένους προπεμπούσας ἐπᾴδειν ἄχρι τῶν ὅρων +μήποτε νοστήσαιτε φίλην ἐς πατρίδα γαῖαν; + +

+

Αἰνιᾶνες ὑπὸ Λαπιθῶν ἐξαναστάντες τὸ πρῶτον +ᾤκησαν περὶ τὴν Αἰθικίαν, +Αἰθικίαν F.C.B., cf. 293 f: Αἰθακίαν. εἶτα περὶ τὴν +Μολοττίδα καὶ Κασσιοπαίαν· οὐδὲν δὲ χρηστὸν ἀπὸ τῆς +χώρας ἔχοντες, ἀλλὰ καὶ χαλεποῖς χρώμενοι +προσοίκοις εἰς τὸ Κιρραῖον πεδίον ἧκον, Οἰνόκλου +Οἰνόκλου... Οἴνοκλον] Ὀνόκλου... Ὄνοκλον, most mss. cf. 294 a. τοῦ βασιλέως ἄγοντος αὐτούς. ἐκεῖ δὲ μεγάλων αὐχμῶν γενομένων, κατὰ χρησμὸν ὡς λέγεται τὸν + Οἴνοκλον +Οἴνοκλον] Ὄνοκλον most mss. cf. 294 a. καταλεύσαντες καὶ πάλιν πλανηθέντες, εἰς ταύτην ἀφίκοντο τὴν χώραν, ἣν νῦν ἔχουσιν, ἀγαθὴν καὶ πάμφορον οὖσαν. ὅθεν εἰκότως εὔχονται τοῖς θεοῖς εἰς τὴν παλαιὰν πατρίδα μὴ ἐπανελθεῖν, ἀλλʼ αὐτοῦ καταμένειν εὐδαιμονοῦντας.

+
+
+

+τί δήποτε παρὰ Ῥοδίοις εἰς τὸ τοῦ +Ὀκριδίωνος ἡρῷον οὐκ εἰσέρχεται κῆρυξ; +

+

ἢ ὅτι Ὄχιμος τὴν θυγατέρα Κυδίππην +ἐνεγγύησεν +Ὀκριδίωνι; Κέρκαφος δʼ ἀδελφὸς ὢν +Ὀχίμου τῆς δὲ παιδὸς ἐρῶν, ἔπεισε τὸν κήρυκα + διὰ κηρύκων γὰρ ἔθος ἦν τὸ μετέρχεσθαι τὰς +νύμφας, ὅταν παραλάβῃ τὴν Κυδίππην, πρὸς ἑαυτὸν ἀγαγεῖν. τούτου δὲ πραχθέντος, ὁ μὲν Κέρκαφος ἔχων τὴν κόρην ἔφυγεν, ὕστερον δὲ τοῦ +Ὀχίμου γηράσαντος ἐπανῆλθε. τοῖς δὲ Ῥοδίοις ἔθος +ἔθος is omitted in some mss. κατέστη κήρυκα μὴ προσιέναι τῷ τοῦ +Ὀκριδίωνος ἡρῴῳ διὰ τὴν γενομένην ἀδικίαν.

+
+
+

+τί δήποτε παρὰ Τενεδίοις εἰς τὸ τοῦ Τένου ἱερὸν οὐκ ἔξεστιν αὐλητὴν εἰσελθεῖν οὐδʼ Ἀχιλλέως ἐν τῷ ἱερῷ μνησθῆναι; +

+

ἢ ὅτι τῆς μητρυιᾶς τὸν Τένην διαβαλούσης ὡς +βουλόμενον αὐτῇ συγγενέσθαι Μόλπος +Μόλπος] Εὔμολπος Apollodorus, Epitome, iii. 24. ὁ αὐλητὴς + τὰ ψευδῆ κατεμαρτύρησεν αὐτοῦ, διὰ τοῦτο τῷ Τένῃ συνέπεσε φεύγειν εἰς Τένεδον μετὰ τῆς ἀδελφῆς; Ἀχιλλεῖ δὲ λέγεται τὴν μητέρα Θέτιν +ἰσχυρῶς ἀπαγορεῦσαι +ἀπαγορεῦσαι] ἀγορεῦσαι in all mss. but one. μὴ ἀνελεῖν τὸν Τένην ὡς + +τιμώμενον ὑπʼ Ἀπόλλωνος, καὶ παρεγγυῆσαι ἑνὶ τῶν οἰκετῶν, ὅπως προσέχῃ καὶ ἀναμιμνήσκῃ, μὴ +λάθοι κτείνας ὁ Ἀχιλλεὺς τὸν Τένην. ἐπεὶ δὲ τὴν Τένεδον κατατρέχων ἐδίωκε τὴν ἀδελφὴν τοῦ +Τένου καλὴν οὖσαν ἀπαντήσας θʼ +ὁ Τένης ἠμύνετο πρὸ τῆς ἀδελφῆς, καὶ ἡ μὲν ἐξέφυγεν ὁ δὲ Τένης ἀνῃρέθη· ὁ δʼ +Ἀχιλλεὺς πεσόντα γνωρίσας +γνωρίσας] ἐγνώρισε in one ms. (E). τὸν μὲν οἰκέτην ἀπέκτεινεν ὅτι παρὼν οὐκ ἀνέμνησε, τὸν δὲ Τένην ἔθαψεν οὗ νῦν τὸ ἱερόν ἐστι, καὶ οὔτʼ αὐλητὴς εἴσεισιν οὔτʼ Ἀχιλλεὺς ὀνομάζεται.

+
+
+

+τίς ὁ παρʼ Ἐπιδαμνίοις πωλήτης; +

+

Ἐπιδάμνιοι γειτνιῶντες +Ἰλλυριοῖς ᾐσθάνοντο τοὺς ἐπιμειγνυμένους +αὐτοῖς πολίτας γιγνομένους πονηροὺς καὶ φοβούμενοι νεωτερισμὸν ᾑροῦντο πρὸς +τὰ τοιαῦτα συμβόλαια καὶ τὰς ἀμείψεις καθʼ +ἕκαστον ἐνιαυτὸν ἕνα τῶν δεδοκιμασμένων παρʼ αὐτοῖς, ὃς ἐπιφοιτῶν τοῖς βαρβάροις παρεῖχεν + ἀγορὰν καὶ διάθεσιν πᾶσι τοῖς πολίταις πωλήτης ʼ +προσαγορευόμενος.

+
+
+

+τίς ἡ περὶ Θρᾴκην Ἀραίνου +Ἀραίνου] Ἀραίου? Bernardakis; ἀραοῦ, ἀράνου most mss. ἀκτή; +

+

Ἄνδριοι καὶ Χαλκιδεῖς πλεύσαντες εἰς Θρᾴκην οἰκήσεως ἕνεκα Σάνην μὲν πόλιν ἐκ προδοσίας κοινῇ παρέλαβον, τὴν δʼ Ἄκανθον ἐκλελοιπέναι τοὺς βαρβάρους πυνθανόμενοι, δύο κατασκόπους +ἔπεμψαν. ὡς δὲ τῇ πόλει προσιόντες παντάπασι +πεφευγότας ἠσθάνοντο τοὺς πολεμίους, ὁ μὲν +Χαλκιδικὸς προεξέδραμεν ὡς καταληψόμενος τοῖς +Χαλκιδεῦσι τὴν πόλιν, ὁ δʼ Ἄνδριος οὐ συνεξανύτων + +ἠκόντισε τὸ δόρυ, καὶ ταῖς πύλαις ἐμπαρέντος + μέγα βοήσας +μέγα βοήσας Patzig: μετὰ βοῆς or βολῆς. Ἀνδρίων ἔφη παισὶν αἰχμῇ +προκατειλῆφθαι τὴν πόλιν. ἐκ τούτου διαφορᾶς γενομένης, ἄνευ πολέμου συνέβησαν +Ἐρυθραίοις καὶ Σαμίοις καὶ Παρίοις χρήσασθαι περὶ πάντων δικασταῖς. ἐπεὶ δʼ +οἱ μὲν Ἐρυθραῖοι, καὶ οἱ Σάμιοι, τὴν +ψῆφον Ἀνδρίοις ἤνεγκαν, οἱ δὲ Πάριοι Χαλκιδεῦσιν, ἀρὰς ἔθεντο περὶ τὸν τόπον τοῦτον οἱ +Ἄνδριοι κατʼ αὐτῶν μήτε δοῦναι γυναῖκα Παρίοις +μήτε λαβεῖν παρʼ αὐτῶν καὶ διὰ τοῦτο +προσηγόρευσαν ἀκτὴν Ἀραίνου, +Ἀραίνου] Ἀραίου? Bernardakis: ἀραοῦ, ἀράνου most mss. + +πρότερον +ὀνομαζομένην Δράκοντος.

+
+
+

+διὰ τί τοῖς θεσμοφορίοις αἱ τῶν +Ἐρετριέων γυναῖκες οὐ πρὸς πῦρ ἀλλὰ πρὸς ἥλιον +ὀπτῶσι τὰ κρέα, καὶ Καλλιγένειαν οὐ καλοῦσιν; +

+

+ἢ ὅτι ταῖς αἰχμαλώτοις, ἃς ἦγεν ἐκ Τροίας +Ἀγαμέμνων, ἐνταῦθα συνέβη θεσμοφόρια θύειν, πλοῦ δὲ φανέντος ἐξαίφνης ἀνήχθησαν ἀτελῆ τὴν θυσίαν καταλιποῦσαι;

+
+
+

+τίνες οἱ ἀειναῦται παρὰ Μιλησίοις; +

+

τῶν περὶ Θόαντα καὶ Δαμασήνορα τυράννων καταλυθέντων, ἑταιρεῖαι δύο τὴν πόλιν κατέσχον, +ὧν ἡ μὲν ἐκαλεῖτο Πλουτὶς ἡ δὲ Χειρομάχα. +Χειρομάχα] Χειρομάχη? κρατήσαντες οὖν οἱ δυνατοὶ καὶ τὰ πράγματα + περιστήσαντες εἰς τὴν ἑταιρείαν, ἐβουλεύοντο περὶ +τῶν μεγίστων ἐμβαίνοντες εἰς τὰ πλοῖα καὶ πόρρω + τῆς γῆς ἐπανάγοντες· κυρώσαντες δὲ τὴν γνώμην κατέπλεον, καὶ διὰ τοῦτʼ ἀειναῦται +προσηγορεύθησαν.

+
+
+

+τί δήποτε Χαλκιδεῖς τὸν περὶ τὸ +Πυρσόφιον τόπον ἀκμαίων λέσχην +καλοῦσι; +

+

τὸν Ναύπλιόν φασιν ὑπὸ τῶν Ἀχαιῶν +διωκόμενον Χαλκιδεῖς ἱκετεῦσαι, καὶ τὰ μὲν περὶ τῆς αἰτίας ἀπολογεῖσθαι, τὰ δʼ αὐτὸν ἀντεγκαλεῖν τοῖς +Ἀχαιοῖς. ἐκδιδόναι μὲν αὐτὸν οἱ Χαλκιδεῖς οὐκ ἐμέλλησαν· δεδιότες δὲ μὴ δόλῳ φονευθῇ, φυλακὴν ἔδοσαν αὐτῷ τοὺς ἀκμάζοντας νεανίσκους καὶ κατέστησαν εἰς τὸν τόπον τοῦτον, ὅπου συνῆσαν ἀλλήλοις ἅμα καὶ τὸν Ναύπλιον παρεφύλαττον. +

+
+
+ +

+τίς ὁ βοῦν εὐεργέτῃ θύσας; +

+

πλοῖον ὥρμει περὶ τὴν +Ἰθακησίαν λῃστρικόν +ἐν ᾧ πρεσβύτης ἐτύγχανε μετὰ κεραμίων ἐχόντων πίτταν. τούτῳ +τούτῳ] ταύτῃ in most mss. οὖν κατὰ τύχην προσέσχε πορθμεὺς Ἰθακήσιος ὀνόματι Πυρρίας, καὶ τὸν πρεσβύτην ἐρρύσατο μηδενὸς δεόμενος, ἀλλὰ πεισθεὶς +ὑπʼ ἀὐτοῦ καὶ οἰκτίρας· προσέλαβε δὲ καὶ τῶν κεραμίων, τοῦ πρεσβύτου κελεύσαντος. +ἀπαλλαγέντων δὲ τῶν λῃστῶν καὶ γενομένης ἀδείας, ὁ +πρεσβύτης τοῖς κεραμίοις τὸν Πυρρίαν προσαγαγὼν + + χρυσίον ἐδείκνυεν ἐν αὐτοῖς πολὺ καὶ ἀργύριον τῇ πίττῃ καταμεμειγμένον. ἐξαίφνης οὖν ὁ Πυρρίας πλούσιος γενόμενος τὰ τʼ ἄλλʼ +εὖ περιεῖπε τὸν γέροντα καὶ βοῦν ἔθυσεν αὐτῷ. ὃ καὶ +παροιμιαζόμενοι λέγουσιν οὐδεὶς +οὐδεὶς] οὐδὲ εἷς Meziriacus. εὐεργέτῃ βοῦν ἔθυσεν +ἀλλʼ +ἢ Πυρρίας. +

+
+
+

+τί δήποτε ταῖς κόραις τῶν Βοττιαίων ἔθος ἦν λέγειν χορευούσαις ἴωμεν εἰς Ἀθήνας +; +

+

Κρῆτάς φασιν εὐξαμένους ἀνθρώπων ἀπαρχὴν εἰς Δελφοὺς ἀποστεῖλαι, τοὺς δὲ πεμφθέντας, ὡς + ἑώρων οὐδεμίαν οὖσαν εὐπορίαν, αὐτόθεν εἰς ἀποικίαν ὁρμῆσαι· καὶ πρῶτον μὲν ἐν Ἰαπυγίᾳ +κατοικῆσαι, +κατοικῆσαι] κατοικεῖν all mss. but one (E), but cf., for example, 297 b. ἔπειτα τῆς Θρᾴκης τοῦτον τὸν τόπον κατασχεῖν, ἀναμεμειγμένων αὐτοῖς Ἀθηναίων. ἔοικε γὰρ μὴ διαφθείρειν ὁ Μίνως οὓς ἔπεμπον Ἀθηναῖοι κατὰ τὸν δασμὸν ἠιθέους, ἀλλὰ κατέχειν +παρʼ ἑαυτῷ λατρεύοντας. ἐξ ἐκείνων οὖν τινες +γεγονότες καὶ νομιζόμενοι Κρῆτες εἰς Δελφοὺς συναπεστάλησαν. ὅθεν αἱ θυγατέρες τῶν Βοττιαίων ἀπομνημονεύουσαι τοῦ γένους ᾖδον ἐν ταῖς ἑορταῖς ἴωμεν εἰς Ἀθήνας.,, +

+
+
+

+διὰ τί τὸν Διόνυσον αἱ τῶν Ἠλείων γυναῖκες ὑμνοῦσαι παρακαλοῦσι βοέῳ ποδὶ +παραγίγνεσθαι πρὸς αὐτάς; +ἔχει δʼ οὕτως ὁ ὕμνος. + + + ἐλθεῖν, ἥρω Διόνυσε, + +Ἀλεῖον +Ἀλεῖον Cobet; Ἀλείων Bergk: ἅλιον. ἐς ναὸν + +ἁγνὸν σὺν Χαρίτεσσιν + +ἐς ναὸν + +τῷ βοέῳ ποδὶ θύων ʼ + +εἶτα δὶς ἐπᾴδουσιν ʼἄξιε +ἐπᾴδουσι, Νάξιε Cobet. ταῦρε.ʼ +

+

πότερον ὅτι καὶ βουγενῆ προσαγορεύουσι καὶ +ταῦρον +ταῦρον] κερασφόρον Kronenberg. ἔνιοι τὸν θεὸν ἢ τῷ μεγάλῳ ποδὶ βοέῳ +λέγουσιν, ὡς βοῶπιν +ὁ ποιητὴς τὴν +μεγαλόφθαλμον καὶ βουγάιον +τὸν μεγάλαυχον; +

+

ἤ μᾶλλον, ὅτι τοῦ βοὸς ὁ ποὺς ἀβλαβής ἐστι +τὸ δὲ κερασφόρον +κερασφόρον] κέρας Kronenberg. ἐπιβλαβές, οὕτω τὸν θεὸν +παρακαλοῦσι πρᾶον ἐλθεῖν καὶ ἄλυπον; +

+

ἢ ὅτι καὶ ἀρότου +ἀρότου Wyttenbach: ἀρότρου. καὶ σπόρου πολλοὶ τὸν θεὸν +ἀρχηγὸν γεγονέναι νομίζουσι; +

+
+
+ +

+διὰ τί Ταναγραίοις πρὸ τῆς πόλεως ἔστιν Ἀχίλλειον, τόπος οὕτω προσαγορευόμενος; ἔχθρα γὰρ αὐτῷ μᾶλλον ἢ φιλία λέγεται γεγονέναι πρὸς τὴν πόλιν, ἁρπάσαντι μὲν τὴν μητέρα τοῦ Ποιμάνδρου Στρατονίκην, ἀποκτείναντι δʼ +υἱὸν +Ἐφίππου +Ἐφίππου] Wyttenbach would omit. Ἀκέστορα. +

+

Ποίμανδρος τοίνυν ὁ +Ἐφίππου πατήρ, ἔτι τῆς Ταναγρικῆς κατὰ κώμας οἰκουμένης, ἐν τῷ καλουμένῳ Στέφοντι πολιορκούμενος ὑπὸ τῶν Ἀχαιῶν διὰ τὸ μὴ βούλεσθαι συστρατεύειν, ἐξέλιπε τὸ χωρίον ἐκεῖνο νύκτωρ καὶ τὴν Ποιμανδρίαν ἐτείχισε, + +παρὼν δὲ Πολύκριθος ὁ ἀρχιτέκτων διαφαυλίζων τὰ + ἔργα καὶ καταγελῶν ὑπερήλατο τὴν τάφρον. +ὀργισθεὶς ὁ Ποίμανδρος ὥρμησε λίθον ἐμβαλεῖν αὐτῷ μέγαν, ὃς ἦν αὐτόθι κεκρυμμένος ἐκ παλαιοῦ, +νυκτελίοις ἱεροῖς ἀποκείμενος +ἀποκείμενος Wyttenbach: ἐπικείμενος.· τοῦτον ἀνασπάσας ὑπʼ ἀγνοίας ὁ Ποίμανδρος ἔβαλε, καὶ τοῦ μὲν Πολυκρίθου διήμαρτε, Λεύκιππον δὲ τὸν υἱὸν ἀπέκτεινεν. ἔδει μὲν οὖν κατὰ τὸν νόμον ἐκ τῆς Βοιωτίας +μεταστῆναι, ἐφέστιον καὶ ἱκέτην ξένον +ξένον] ξένου E. Kurtz. γενόμενον· οὐκ +ἦν δὲ ῥᾴδιον, ἐμβεβληκότων εἰς τὴν Ταναγρικὴν τῶν Ἀχαιῶν. ἔπεμψεν οὖν Ἔφιππον τὸν υἱὸν Ἀχιλλέως δεησόμενον. ὁ δὲ καὶ τοῦτον εἰσάγει πείσας +καὶ Τληπόλεμον τὸν Ἡρακλέους καὶ Πηνέλεων τὸν Ἱππάλκμου, συγγενεῖς ἅπαντας αὑτῶν +αὑτῶν E. Kurtz: αὐτῶν or αὐτῷ (E). + ὄντας. ὑφʼ +ὧν ὁ Ποίμανδρος εἰς Χαλκίδα +συνεκπεμφθεὶς καὶ καθαρθεὶς παρʼ Ἐλεφήνορι τὸν +φόνον, ἐτίμησε τοὺς ἄνδρας καὶ τεμένη πᾶσιν ἐξεῖλεν, ὧν τὸ Ἀχιλλέως καὶ τοὔνομα διατετήρηκεν,

+
+
+

+τίνες οἱ παρὰ Βοιωτοῖς Ψολόεις καὶ τίνες +αἱ Ὀλεῖαι +αἱ Ὀλεῖαι Meziriacus: αἰολεῖαι or αἰολῖαι.; +

+

τὰς Μινύου θυγατέρας φασὶ Λευκίππην καὶ +Ἀρσινόην καὶ Ἀλκαθόην μανείσας ἀνθρωπίνων +ἐπιθυμῆσαι κρεῶν καὶ διαλαχεῖν περὶ τῶν τέκνων· Λευκίππης λαχούσης παρασχεῖν Ἵππασον τὸν υἱὸν +διασπάσασθαι· κληθῆναι τοὺς μὲν ἄνδρας αὐτῶν + δυσειματοῦντας ὑπὸ λύπης καὶ πένθους ψολόεις, + +αὐτὰς δὲ ὀλείας +οἷον ὀλοάς. +αὐτὰς... ὀλοάς Meziriacus: τὰς αἰολείας (καὶ οἰωνολόας in E) οἰωνολόας. καὶ μέχρι νῦν +Ὀρχομένιοι τὰς ἀπὸ τοῦ γένους οὕτω καλοῦσι. +καὶ γίγνεται παρʼ ἐνιαυτὸν ἐν τοῖς Ἀγριωνίοις +φυγὴ καὶ δίωξις αὐτῶν ὑπὸ τοῦ ἱερέως τοῦ Διονύσου +ξίφος ἔχοντος. ἔξεστι δὲ τὴν καταληφθεῖσαν +ἀνελεῖν, καὶ ἀνεῖλεν ἐφʼ ἡμῶν Ζωίλος ὁ ἱερεύς. +ἀπέβη δʼ εἰς οὐδὲν χρηστὸν αὐτοῖς, ἀλλʼ ὅ τε +Ζωίλος ἔκ τοῦ +ἔκ του F.C.B.: ἐκ τοῦ. τυχόντος ἑλκυδρίου +ἑλκυδρίου (the better attested form) Hatzidakis: ἑλκειδίου or ἑλκυδίου. νοσήσας καὶ + διασαπεὶς πολὺν χρόνον ἐτελεύτησεν, οἳ τʼ +Ὀρχομένιοι δημοσίαις βλάβαις καὶ καταδίκαις περιπεσόντες ἐκ τοῦ γένους τὴν ἱερωσύνην μετέστησαν, +ἐκ πάντων αἱρούμενοι τὸν ἄριστον.

+
+
+

+διὰ τί τοὺς εἰς τὸ Λύκαιον εἰσελθόντας +ἑκουσίως καταλεύουσιν οἱ Ἀρκάδες· ἂν δʼ +ὑπʼ +ἀγνοίας, εἰς +Ἐλευθερὰς ἀποστέλλουσι; +

+

πότερον ὡς ἐλευθερουμένων αὐτῶν διὰ τὴν +ἀπόλυσιν ἔσχεν ὁ λόγος πίστιν, καὶ τοιοῦτόν ἐστι +τὸ εἰς Ἐλευθεράς, +οἷον τὸ εἰς Ἀμελοῦς + χώραν +καὶ τὸ ἥξεις εἰς Ἀρέσαντος ἕδος +; +

+

ἢ κατὰ τὸν μῦθον ἐπεὶ μόνοι τῶν Λυκάονος +Λυκάονος the usual form: Λυκάωνος. παίδων +Ἐλευθὴρ καὶ Λέβαδος +Λέβαδος the better spelling: Λεβεάδος. οὐ μετέσχον τοῦ περὶ τὸν Δία μιάσματος ἀλλʼ εἰς Βοιωτίαν ἔφυγον, καὶ Λεβαδεῦσιν ἔστιν ἰσοπολιτεία πρὸς Ἀρκάδας, + εἰς Ἐλευθερὰς οὖν ἀποπέμπουσι τοὺς ἐν τῷ ἀβάτῳ τοῦ Διὸς ἀκουσίως γενομένους; +

+

ἢ ὡς Ἀρχίτιμος ἐν τοῖς Ἀρκαδικοῖς ἐμβάντας τινὰς κατʼ ἄγνοιαν φησιν ὑπʼ Ἀρκάδων παραδοθῆναι Φλιασίοις, ὑπὸ δὲ Φλιασίων Μεγαρεῦσιν, +ἐκ δὲ Μεγαρέων εἰς Θήβας κομιζομένους περὶ τὰς Ἐλευθερὰς ὕδατι καὶ βρονταῖς καὶ διοσημίαις ἄλλαις κατασχεθῆναι; ἀφʼ οὗ δὴ καὶ τὸν τόπον Ἐλευθερὰς ἔνιοί φασι προσαγορεύεσθαι. +

+

+ τὸ μέντοι σκιὰν μὴ πίπτειν ἀπὸ τοῦ ἐμβάντος εἰς τὸ Λύκαιον λέγεται μὲν οὐκ ἀληθῶς, ἔσχηκε +ἔσχηκε Wyttenbach: ἐσχηκέναι. +δὲ πίστιν ἰσχυράν. πότερον τοῦ ἀέρος εἰς νέφη τρεπομένου καὶ σκυθρωπάζοντος ἐπὶ τοῖς εἰσιοῦσιν; +ἢ ὅτι θανατοῦται μὲν ὁ ἐμβάς, τῶν δʼ ἀποθανόντων +οἱ Πυθαγορικοὶ λέγουσι τὰς ψυχὰς μὴ ποιεῖν σκιὰν μηδὲ σκαρδαμύττειν; ἢ σκιὰν μὲν ὁ ἥλιος ποιεῖ, τὸν δʼ +ἥλιον ἀφαιρεῖται τοῦ ἐμβάντος ὁ νόμος; +

+

καὶ τοῦτʼ αἰνιττόμενοι λέγουσι· καὶ γὰρ ἔλαφος +ὁ ἐμβὰς καλεῖται. διὸ καὶ Κανθαρίωνα τὸν Ἀρκάδα πρὸς Ἠλείους αὐτομολήσαντα πολεμοῦντας Ἀρκάσι καὶ διαβάντα μετὰ λείας τὸ ἄβατον, καταλυθέντος + δὲ τοῦ πολέμου καὶ +καὶ] Hutten would omit. φυγόντα εἰς Σπάρτην, ἐξέδοσαν +οἱ Λακεδαιμόνιοι τοῖς Ἀρκάσι, τοῦ θεοῦ κελεύσαντος ἀποδιδόναι τὸν ἔλαφον. +

+
+ +
+

+τίς Εὔνοστος ἥρως ἐν Τανάγρᾳ καὶ διὰ τίνα +αἰτίαν τὸ ἄλσος αὐτοῦ γυναιξὶν ἀνέμβατόν ἐστιν; +

+

Ἐλιέως τοῦ Κηφισοῦ καὶ Σκιάδος Εὔνοστος ἦν +υἱός, ᾧ φασιν ὑπὸ νύμφης Εὐνόστας ἐκτραφέντι τοῦτο γενέσθαι τοὔνομα. καλὸς δʼ ὢν καὶ δίκαιος οὐχ ἧττον. ἦν σώφρων καὶ αὐστηρός· ἐρασθῆναι δʼ +αὐτοῦ λέγουσιν Ὄχναν, μίαν τῶν Κολωνοῦ +θυγατέρων, ἀνεψιὰν οὖσαν. ἐπεὶ δὲ πειρῶσαν ὁ Εὔνοστος ἀπετρέψατο καὶ λοιδορήσας ἀπῆλθεν εἰς τοὺς ἀδελφοὺς κατηγορήσων, ἔφθασεν ἡ παρθένος τοῦτο +πράξασα κατʼ ἐκείνου καὶ παρώξυνε τοὺς ἀδελφοὺς +Ἔχεμον +Ἔχεμον] ὄχεμον some mss. καὶ Λέοντα καὶ Βουκόλον ἀποκτεῖναι τὸν Εὔνοστον, ὡς πρὸς βίαν αὐτῇ συγγεγενημένον. +ἐκεῖνοι μὲν οὖν ἐνεδρεύσαντες ἀπέκτειναν τὸν + νεανίσκον. ὁ δʼ +Ἐλιεὺς ἐκείνους ἔδησεν ἡ δʼ +Ὄχνη μεταμελομένη καὶ γέμουσα ταραχῆς, ἅμα μὲν αὑτὴν ἀπαλλάξαι θέλουσα τῆς διὰ τὸν ἔρωτα λύπης, ἅμα δʼ +οἰκτίρουσα τοὺς ἀδελφοὺς ἐξήγγειλε πρὸς τὸν Ἐλιέα πᾶσαν τὴν ἀλήθειαν, ἐκεῖνος δὲ Κολωνῷ. Κολωνοῦ δὲ δικάσαντος, οἱ μὲν ἀδελφοὶ τῆς Ὄχνης ἔφυγον, αὐτὴ δὲ κατεκρήμνισεν ἑαυτήν, +ὡς Μυρτὶς ἡ Ἀνθηδονία ποιήτρια μελῶν ἱστόρηκε. +

+

τοῦ δʼ +Εὐνόστου τὸ ἡρῷον καὶ τὸ ἄλσος οὕτως ἀνέμβατον ἐτηρεῖτο +ἐτηρεῖτο Wyttenbach: ἐτήρει. καὶ ἀπροσπέλαστον γυναιξίν, ὥστε πολλάκις σεισμῶν ἢ αὐχμῶν ἢ διοσημιῶν ἄλλων γενομένων ἀναζητεῖν καὶ πολυπραγμονεῖν ἐπιμελῶς τοὺς Ταναγραίους, μὴ λέληθε γυνὴ τῷ + τόπῳ πλησιάσασα, καὶ λέγειν ἐνίους, ὧν ὁ Κλείδαμος ἦν, ἀνὴρ ἐπιφανής, ἀπηντηκέναι αὐτοῖς τὸν Εὔνοστον ἐπὶ θάλατταν βαδίζοντα λουσόμενον, ὡς + γυναικὸς ἐμβεβηκυίας εἰς τὸ τέμενος. ἀναφέρει δὲ καὶ Διοκλῆς ἐν τῷ περὶ ἡρῴων συντάγματι δόγμα Ταναγραίων, περὶ ὧν ὁ Κλείδαμος ἀπήγγειλεν.

+
+
+

+πόθεν ἐν τῇ Βοιωτίᾳ περὶ τὸν Ἐλέωνα ποταμὸς Σκάμανδρος ὠνομάσθη; +

+

Δηίμαχος ὁ Ἐλέωνος υἱός, ἑταῖρος ὢν Ἡρακλέους, μετέσχε τῆς ἐπὶ Τροίαν στρατείας· τοῦ δὲ πολέμου μῆκος ὡς ἔοικε λαμβάνοντος, ἐρασθεῖσαν αὐτοῦ Γλαυκίαν τὴν Σκαμάνδρου θυγατέρα προσδεξάμενος ἔγκυον ἐποίησεν, εἶτʼ αὐτὸς μὲν ἔπεσε + μαχόμενος τοῖς Τρωσὶν ἡ δὲ Γλαυκία φοβουμένη κατάφωρος γενέσθαι κατέφυγε καὶ τῷ Ἡρακλεῖ +τῷ Ἡρακλεῖ stands before κατέφυγε in the mss.; transferred here by Helmbold. κατεῖπεν αὑτῆς τὸν ἔρωτα καὶ τὴν γενομένην πρὸς τὸν Δηίμαχον ὁμιλίαν. ὁ δʼ +ἅμα μὲν οἴκτῳ τῆς γυναικὸς ἅμα δὲ χαίρων τῷ ὑπολείπεσθαι γένος ἀνδρὸς ἀγαθοῦ καὶ συνήθους, ἀνέλαβε τὴν Γλαυκίαν εἰς τὰς ναῦς, καὶ τεκοῦσαν υἱὸν ἀγαγὼν +ἐν τῇ Βοιωτίᾳ ἀπέδωκε τῷ +Ἐλέωνι καὶ τὸ παιδίον καὶ αὐτήν. ὠνομάσθη δʼ +ὁ παῖς Σκάμανδρος καὶ τῆς χώρας ἐβασίλευσε. καὶ τὸν μὲν Ἴναχον ποταμὸν ἀφʼ +αὐτοῦ +ἀφʼ αὑτοῦ Helmbold: ἀπʼ αὐτοῦ. Σκάμανδρον, τὸ δὲ πλησίον ῥεῦμα Γλαυκίαν ἀπὸ τῆς μητρὸς ὠνόμασεν· Ἀκίδουσαν δὲ τὴν κρήνην ἀπὸ τῆς ἑαυτοῦ γυναικός, ἐξ + ἦς ἔσχε τρεῖς θυγατέρας, ἃς τιμῶσιν ἄχρι νῦν +παρθένους +προσαγορεύοντες.

+
+
+

+ἀπὸ τίνος ἐρρήθη +ἐρρήθη Bernardakis: ἐρρέθη or ἐρέθη. τὸ παροιμιῶδες αὕτα +κυρία; +

+

Δίνων +Δείνων Crönert: Δίνων. ὁ Ταραντῖνος στρατηγῶν, ἀνὴρ δʼ ὢν + +ἀγαθὸς ἐν τοῖς πολεμικοῖς, ἀποχειροτονησάντων +αὐτοῦ τινα γνώμην τῶν πολιτῶν, ὡς ὁ κῆρυξ +ἀνεῖπε τὴν νικῶσαν, αὐτὸς ἀνατείνας τὴν δεξιάν, +ἃδε, +εἶπε, κρείσσων +· οὕτω γὰρ ὁ Θεόφραστος +ἱστόρηκε. προσιστόρηκε δὲ καὶ ὁ Ἀπολλόδωρος +Ταραντίνων +Ταραντίνων F.C.B.: ἐν Ῥυτίνῳ. τοῦ κήρυκος, αὗται πλείους, +εἰπόντος, ἀλλʼ αὗται, +φάναι, βελτίους, +καὶ +ἐπικυρῶσαι τὴν τῶν ἐλαττόνων χειροτονίαν. +

+
+
+ +

+πόθεν ἡ τῶν +Ἰθακησίων πόλις Ἀλαλκομεναὶ προσηγορεύθη; +

+

διὰ τὸ τὴν Ἀντίκλειαν ὑπὸ Σισύφου βιασθεῖσαν +ἐν τῇ παρθενίᾳ τὸν Ὀδυσσέα συλλαβεῖν· ὑπὸ +πλειόνων δʼ ἐστὶν εἰρημένον. Ἴστρος δʼ +ὁ Ἀλεξανδρεὺς ἐν ὑπομνήμασι προσιστόρηκεν, ὅτι τῷ Λαέρτῃ δοθεῖσα πρὸς γάμον καὶ ἀναγομένη, περὶ +τὸ Ἀλεξανδρεὺς +Ἀλαλκομένιον the spelling elsewhere: ἀλαλκομένειον. ἐν τῇ Βοιωτίᾳ τὸν Ὀδυσσέα τέκοι, καὶ διὰ τοῦτʼ ἐκεῖνος ὥσπερ μητροπόλεως +μητροπόλεως Stephanus: μεσοπόλεως. ἀναφέρων τοὔνομα τὴν ἐν +Ἰθάκῃ πόλιν οὕτω φησὶ προσαγορεύεσθαι. +φησὶ προσαγορεύεσθαι] προσαγορεύσειε Hutten. +

+
+
+

+τίνες ἐν Αἰγίνῃ οἱ μονοφάγοι; +

+

+ τῶν ἐπὶ τὴν Τροίαν στρατευσάντων Αἰγινητῶν πολλοὶ μὲν ἐν ταῖς μάχαις ἀπώλοντο, πλείονες δὲ κατὰ πλοῦν ὑπὸ +ὑπὸ Wyttenbach: ἀπὸ. τοῦ χειμῶνος. ὀλίγους οὖν τοὺς περιλειπομένους οἱ προσήκοντες ὑποδεξάμενοι, τοὺς δʼ ἄλλους πολίτας ὁρῶντες ἐν πένθεσι καὶ λύπαις ὄντας, οὔτε χαίρειν ᾤοντο δεῖν φανερῶς + οὔτε θύειν τοῖς θεοῖς, ἀλλὰ κρύφα καὶ κατʼ οἰκίαν +ἕκαστοι τοὺς σεσωσμένους ἀνελάμβανον ἑστιάσεσι καὶ φιλοφροσύναις, αὐτοὶ διακονούμενοι πατράσι καὶ συγγενέσι καὶ ἀδελφοῖς καὶ οἰκείοις, ἀλλοτρίου μηδενὸς παρεισιόντος. ταῦτʼ οὖν ἀπομιμούμενοι + τῷ Ποσειδῶνι θυσίαν ἄγουσι τοὺς καλουμένους +θιάσους, +ᾗ καθʼ αὑτοὺς ἐφʼ ἡμέρας ἑκκαίδεκα μετὰ σιωπῆς ἑστιῶνται, δοῦλος δʼ οὐ πάρεστιν +εἶτα ποιήσαντες Ἀφροδίσια διαλύουσι τὴν ἑορτήν· +ἐκ δὲ τούτου μονοφάγοι +καλοῦνται.

+
+
+

+διὰ τί τοῦ Λαβρανδέως +Λαβρανδέως Wyttenbach (from Herodotus, v. 119): λαβραδέως. Διὸς ἐν Καρίᾳ +τὸ ἄγαλμα πέλεκυν ἠρμένον οὐχὶ δὲ σκῆπτρον ἢ +κεραυνὸν πεποίηται; +

+

ὅτι Ἡρακλῆς Ἱππολύτην ἀποκτείνας καὶ μετὰ +τῶν ἄλλων ὅπλων αὐτῆς λαβὼν τὸν πέλεκυν +Ὀμφάλῃ δῶρον ἔδωκεν. +ἔδωκε F.C.B.: δέδωκεν. οἱ δὲ μετʼ Ὀμφάλην Λυδῶν +βασιλεῖς ἐφόρουν αὐτὸν ὥς τι τῶν ἄλλων ἱερῶν ἐκ + διαδοχῆς παραλαμβάνοντες, ἄχρι Κανδαύλης +ἀπαξιώσας ἑνὶ τῶν ἑταίρων φορεῖν ἔδωκεν. ἐπεὶ δὲ +Γύγης ἀποστὰς ἐπολέμει πρὸς αὐτόν, ἦλθεν +Ἄρσηλις ἐκ Μυλασέων +Μυλασέων Xylander: μυλέων. ἐπίκουρος τῷ Γύγῃ μετὰ +δυνάμεως, καὶ τόν τε Κανδαύλην καὶ τὸν ἑταῖρον +αὐτοῦ διέφθείρε, +διέφθειρε Helmbold: διαφθείρει. καὶ τὸν πέλεκυν εἰς Καρίαν +ἐκόμισε μετὰ τῶν ἄλλων λαφύρων. καὶ Διὸς +ἄγαλμα κατασκευάσας τὸν πέλεκυν ἐνεχείρισε, καὶ + +Λαβρανδέα +Λαβρανδέα Wyttenbach (from Herodotus, v. 119): λαβραδέα. τὸν θεὸν προσηγόρευσε· Λυδοὶ γάρ +λάβρυν +τὸν πέλεκυν ὀνομάζουσι.

+
+
+

+διὰ τί Τραλλιανοὶ καθαρτῆρα καλοῦσι τὸν + ὄροβον καὶ χρῶνται μάλιστα πρὸς τὰς ἀφοσιώσεις +καὶ τοὺς καθαρμούς; +

+

ἦ ὅτι Λέλεγες καὶ Μινύαι τὸ παλαιὸν ἐξελάσαντες αὐτοὺς τὴν πόλιν καὶ τὴν χώραν κατέσχον, +κατέσχον F.C.B.: κατεῖχον. +ὕστερον δʼ +οἱ Τραλλιανοὶ κατελθόντες καὶ κρατήσαντες, ὅσοι τῶν Λελέγων οὐ διεφθάρησαν οὐδʼ +ἔφυγον ἀλλὰ διʼ +ἀμηχανίαν βίου καὶ ἀσθένειαν ὑπελείφθησαν αὐτόθι, τούτων οὐδένα λόγον ἔχοντες οὔτε ζώντων οὔτε ἀπολλυμένων νόμον ἔθεντο τὸν κτείναντα Μινύην ἢ Λελέγην +Λελέγην] λέλεγα some mss. Τραλλιανῶν καθαρὸν εἶναι, μέδιμνον ὀρόβων ἀπομετρήσαντα τοῖς οἰκείοις τοῦ φονευθέντος;

+
+
+

+διὰ τί παρὰ τοῖς +Ἠλείοις παροιμιῶδὲς + ἐστι τὸ ʼδεινότερα Σαμβίκου παθεῖνʼ; +

+

λέγεταί τινα Σάμβικον +Ἠλεῖον ἔχοντα πολλοὺς +ὑφʼ ἑαυτῷ συνεργοὺς πολλὰ περικόψαι τῶν ἐν +Ὀλυμπίᾳ χαλκῶν ἀναθημάτων καὶ ἀποδόσθαι, τέλος δὲ συλῆσαι τὸ τῆς ἐπισκόπου Ἀρτέμιδος +ἱερόν τοῦτο δʼ ἐστὶ μὲν ἐν Ἤλιδι, καλεῖται δʼ Ἀριστάρχειον. εὐθὺς οὖν μετὰ ταύτην τὴν ἱεροσυλίαν ἁλόντα βασανίζεσθαι διʼ ἐνιαυτοῦ περὶ ἑκάστου τῶν κεκοινωνηκότων ἀνακρινόμενον, καὶ +οὕτως ἀποθανεῖν καὶ τὴν παροιμίαν ἐπὶ τοῖς ἐκείνου πάθεσι γενέσθαι. +

+
+ +
+

+διὰ τί ἐν Λακεδαίμονι παρὰ τὸ τῶν +Λευκιππίδων ἱερὸν ἵδρυται τοῦ Ὀδυσσέως ἡρῷον; +

+

Ἐργῖνος, +Ἐργῖνος Bernardakis: ἐργίαιος. εἷς τῶν Διομήδους ἀπογόνων, ὑπὸ +Τημένου πεισθεὶς ἐξέκλεψε τὸ παλλάδιον ἐξ +Ἄργους, συνειδότος Λεάγρου καὶ συνεκκλέπτοντος +ἦν δʼ οὗτος εἷς τῶν Τημένου συνήθων. ὕστερον δὲ +τῷ Τημένῳ γενόμενος διʼ +ὀργῆς ὁ Λέαγρος εἰς Λακεδαίμονα μετέστη τὸ παλλάδιον κομίζων. οἱ +δὲ βασιλεῖς δεξάμενοι προθύμως ἱδρύσαντο πλησίον τοῦ τῶν Λευκιππίδων ἱεροῦ, καὶ πέμψαντες εἰς Δελφοὺς διεμαντεύοντο περὶ σωτηρίας αὐτοῦ +καὶ φυλακῆς. ἀνελόντος δὲ τοῦ θεοῦ ἕνα τῶν +ὑφελομένων τὸ παλλάδιον φύλακα ποιεῖσθαι, +κατεσκεύασαν αὐτόθι τοῦ +Ὀδυσσέως τὸ ἡρῷον, ἄλλως +τε καὶ προσήκειν τῇ πόλει τὸν ἥρωα διὰ τὸν τῆς Πηνελόπης γάμον ὑπολαβόντες. +

+
+
+ +

+διὰ τί ταῖς Χαλκηδονίαις ἔθος ἐστίν, ὅταν ἀνδράσιν ἀλλοτρίοις ἐντύχωσι, μάλιστα δʼ ἄρχουσι, τὴν ἑτέραν παρακαλύπτεσθαι παρειάν; +

+

πόλεμος ἦν αὐτοῖς πρὸς Βιθυνοὺς ἐκ πάσης παροξυνομένοις προφάσεως· Ζειποίτου δὲ +βασιλεύσαντος τούτων, +τούτων Helmbold: αὐτῶν. πανστρατιᾷ, καὶ Θρᾳκῶν ἐπικουρίας προσγενομένης, ἐπυρπόλουν καὶ κατέτρεχον τὴν +χώραν. ἐπιθεμένου δὲ τοῦ Ζειποίτου περὶ τὸ καλούμενον Φάλιον αὐτοῖς, κακῶς ἀγωνισάμενοι διὰ θράσος καὶ ἀταξίαν ὑπὲρ ὀκτακισχιλίους +ἀπέβαλον στρατιώτας· καὶ παντελῶς μὲν οὐκ ἀνῃρέθησαν τότε, Ζειποίτου Βυζαντίοις χαρισαμένου τὰς διαλύσεις· πολλῆς δὲ τὴν πόλιν ἐρημίας ἀνδρῶν + κατεχούσης, αἱ μὲν πλεῖσται γυναῖκες ὑπʼ ἀνάγκης ἀπελευθέροις καὶ μετοίκοις συνῴκησαν· αἱ δʼ ἀνανδρίαν ἀντὶ τοιούτων ἑλόμεναι γάμων, αὐταὶ +αὐταὶ Dübner: αὗται. διʼ αὑτῶν ἔπραττον ὅτου δεηθεῖεν παρὰ δικασταῖς καὶ ἄρχουσιν, ἀπάγουσαι θάτερον μέρος τοῦ + προσώπου τῆς καλύπτρας. αἱ δὲ γεγαμημέναι διʼ αἰσχύνην ἀναμιμούμεναι ταύτας ὡς ἑαυτῶν βελτίονας εἰς ἔθος ὅμοιον κατέστησαν.

+
+
+

+διὰ τί πρὸς τὸ τοῦ Ἀγήνορος τέμενος τὰς +ὄις προσελαύνοντες οἱ Ἀργεῖοι βιβάζουσιν; +

+

ἢ ὅτι κάλλιστα προβάτων ὁ Ἀγήνωρ +ἐπεμελήθη καὶ πλεῖστα ποίμνια τῶν βασιλέων ἐκτήσατο;

+
+
+

+διὰ τί Βαλλαχράδας ἑαυτοὺς Ἀργείων παῖδες ἐν ἑορτῇ τινι παίζοντες ἀποκαλοῦσιν; +

+

ἢ ὅτι τοὺς πρώτους ὑπʼ +Ἰνάχου καταχθέντας +ἐκ τῶν ἄκρων +ἄκρων Madvig; ὀρῶν Wyttenbach: ἀγρῶν. εἰς τὰ πεδία ἀχράσι διατραφῆναι λέγουσιν; ἀχράδας δὲ πρῶτον ἐν Πελοποννήσῳ + φανῆναι τοῖς Ἕλλησιν, ἔτι τῆς χώρας ἐκείνης Ἀπίας προσαγορευομένης ὅθεν ἄπιοι αἱ +αἱ Bernardakis: omitted in most mss, two having οἱ. ἀχράδες +ἐπωνομάσθησαν. +ἐπωνομάσθησαν] μετωνομάσθησαν in nearly all mss. +

+
+
+

+τίς ἡ αἰτία, διʼ ἣν Ἠλεῖοι τὰς ὀνοθόρους +ὀνοθόρους F.C.B.: ἐνόδας. (It seems almost certain that the first three letters of ἐνόδας must have been ὀνο-.) ἵππους ἐκτὸς ὅρων ἀπάγοντες βιβάζουσιν; +

+

ἢ ὅτι πάντων τῶν βασιλέων φιλιππότατος ὢν. +ὁ Οἰνόμαος καὶ μάλιστα τὸ ζῷον ἀγαπήσας τοῦτʼ + ἐπηράσατο πολλὰ καὶ δεινὰ κατὰ τῶν ἵππους +ἵππους Wyttenbach: ἵππων or ἵππον. +ὀχευόντων ἐν Ἤλιδι, καὶ φοβούμενοι τὴν κατάραν +ἐκείνην ἀφοσιοῦνται;

+
+
+

+διὰ τί παρὰ Κνωσσίοις ἔθος ἦν ἁρπάζειν τοῖς δανειζομένοις τὸ ἀργύριον; +

+

ἢ ὅπως ἀποστεροῦντες ἔνοχοι τοῖς βιαίοις ὦσι καὶ μᾶλλον κολάζωνται; +

+
+
+ +

+τίς ἡ αἰτία, διʼ ἣν ἐν Σάμῳ τὴν Δεξικρέοντος Ἀφροδίτην καλοῦσι; +

+

+πότερον ὅτι τὰς γυναῖκας αὐτῶν ὑπὸ τρυφῆς καὶ +ὕβρεως ἀκόλαστα ποιούσας Δεξικρέων ἀνὴρ ἀγύρτης καθαρμῷ χρησάμενος ἀπήλλαξεν; ʼ +

+

ἢ ὅτι ναύκληρος ὢν ὁ Δεξικρέων ἔπλευσεν εἰς Κύπρον ἐπʼ +ἐμπορίᾳ, καὶ μέλλοντα γεμίζειν τὴν +ναῦν +τὴν ναῦν added by Wyttenbach. ἡ Ἀφροδίτη ἐκέλευσεν +ἡ Ἀφροδίτη ἐκέλευσεν Wyttenbach from E: τὴν ἀφροδίτην κελεύειν. ὕδωρ ἐμβαλόμενον καὶ μηδὲν ἄλλο πλεῖν τὴν ταχίστην; πεισθεὶς δὲ καὶ πολὺ ὕδωρ ἐνθέμενος ἐξέπλευσεν, εἶτα νηνεμίας καὶ γαλήνης ἐν τῷ πελάγει κατασχούσης, διψῶσι τοῖς ἄλλοις ἐμπόροις καὶ ναυκλήροις ὕδωρ πιπράσκων ἀργύριον πολὺ συνήθροισεν. ἐκ δὲ τούτου + κατασκευάσας τὴν θεὸν ἀφʼ ἑαυτοῦ προσηγόρευσεν. +εἰ δὴ τοῦτʼ ἀληθές ἐστι, φαίνεται οὐχ ἕνα πλουτίσαι, πολλοὺς δὲ σῶσαι διʼ ἑνὸς ἡ θεὸς θελήσασα.

+
+
+

+διὰ τί τοῖς Σαμίοις, ὅταν τῷ Ἑρμῇ τῷ +χαριδότῃ θύωσι, κλέπτειν ἐφεῖται τῷ βουλομένῳ καὶ λωποδυτεῖν; + +

+

ὅτι κατὰ χρησμὸν ἐκ τῆς νήσου μεταστάντες εἰς Μυκάλην ἀπὸ λῃστείας δέκα ἔτη διεγένοντο· καὶ μετὰ ταῦτα πλεύσαντες αὖθις εἰς τὴν νῆσον, ἐκράτησαν τῶν πολεμίων. +πολεμίων Helmbold: πολεμίων οἱ σάμιοι. +

+
+
+

+ἀπὸ τίνος Πάναιμα τόπος ἐν τῇ Σαμίων νήσῳ καλεῖται; +

+

ἢ ὅτι φεύγουσαι Διόνυσον +Διόνυσον Wyttenbach: διονύσιον. αἱ Ἀμαζόνες ἐκ τῆς +Ἐφεσίων χώρας εἰς Σάμον διέπλευσαν· ὁ δὲ +ποιησάμενος πλοῖα καὶ διαβὰς μάχην συνῆψε καὶ πολλὰς αὐτῶν ἀπέκτεινε περὶ τὸν τόπον τοῦτον, +ὃν διὰ τὸ πλῆθος τοῦ ῥυέντος αἵματος οἱ θεώμενοι Πάναιμα θαυμάζοντες ἐκάλουν; τῶν δʼ ἐλεφάντων +ἐλεφάντων Wilamowitz-Möllendorff (cf. Hermes, xxxiii. 528); φθειράντων F.C.B.: φάντων. ἀποθανεῖν τινες λέγονται περὶ τὸ Φλοιὸν καὶ +τὰ ὀστᾶ δείκνυται αὐτῶν· τινὲς δὲ λέγουσι καὶ τὸ +Φλοιὸν ὑπʼ +ὑπʼ Halliday and one ms.: ἐπʼ. ἐκείνων ῥαγῆναι φθεγγομένων μέγα τι καὶ διάτορον.

+
+
+

+ἀπὸ ποίας αἰτίας ὁ ἀνδρὼν ἐν Σάμῳ πεδήτης καλεῖται; +

+

τῶν γεωμόρων ἐχόντων τὴν πολιτείαν μετὰ τὴν Δημοτέλους σφαγὴν καὶ τὴν κατάλυσιν τῆς ἐκείνου + μοναρχίας, οἱ Μεγαρεῖς Περινθίοις ἐπεστράτευσαν ἀποίκοις οὖσι Σαμίων πέδας κομίζοντες, ὡς λέγεται, +ἐπὶ τοὺς αἰχμαλώτους. ταῦτα δὲ +οἱ γεωμόροι +πυνθανόμενοι βοήθειαν ἔπεμπον κατὰ τάχος, στρατηγοὺς μὲν ἀποδείξαντες ἐννέα, ναῦς δὲ + πληρώσαντες τριάκοντα. τούτων ἐκπλέουσαι δύο πρὸ + τοῦ λιμένος ὑπὸ κεραυνοῦ διεφθάρησαν οἱ δὲ +στρατηγοὶ ταῖς ἄλλαις πλεύσαντες ἐνίκων τοὺς Μεγαρέας καὶ ζῶντας αὐτῶν ἔλαβον ἑξακοσίους. ἐπαρθέντες δὲ τῇ νίκῃ διενοοῦντο καταλύειν τὴν +οἴκοι γεωμόρων ὀλιγαρχίαν. ἀφορμὴν δὲ παρέσχον +οἱ προεστῶτες τῆς πολιτείας, γράψαντες αὐτοῖς +ὅπως τοὺς αἰχμαλώτους τῶν Μεγαρέων κομίσωσι ταῖς αὐτῶν ἐκείνων πέδαις δεδεμένους. λαβόντες +οὖν τὰ γράμματα ταῦτα καὶ δείξαντες κρύφα τισὶ +τισὶ Wyttenbach: τοῖς. + τῶν Μεγαρέων ἔπεισαν αὐτοὺς συστῆναι μεθʼ αὑτῶν καὶ τὴν πόλιν ἐλευθερῶσαι· βουλευομένοις +δὲ κοινῇ περὶ τῆς πράξεως ἔδοξε τῶν πεδῶν τοὺς κρίκους διακροτῆσαι, καὶ περιθέντας οὕτω τοῖς σκέλεσι τῶν Μεγαρέων ἀναλαβεῖν πρὸς τὰς ζώνας ἱμᾶσιν, ὅπως μὴ περιρρέωσι μηδʼ +ἐκβαίνωσιν τῶν +σκελῶν +τῶν σκελῶν Helmbold: αὐτῶν. ἐν τῷ βαδίζειν χαλαρῶν γενομένων. οὕτω +δὲ τοὺς ἄνδρας ἐνσκευάσαντες καὶ ξίφος ἑκάστῳ +δόντες, ἐπεὶ κατέπλευσαν εἰς Σάμον καὶ ἀπέβησαν, ἦγον αὐτοὺς διʼ ἀγορᾶς εἰς τὸ βουλευτήριον, ὁμοῦ +τι πάντων τῶν γεωμόρων συγκαθεζομένων. εἶτα +σημείου δοθέντος, οἱ Μεγαρεῖς προσπεσόντες ἔκτεινον τοὺς ἄνδρας. οὕτω δὲ τῆς πόλεως +ἐλευθερωθείσης, +τούς τε βουλομένους τῶν Μεγαρέων +πολίτας ἐποιήσαντο καὶ κατασκευάσαντες οἶκον +εὐμεγέθη τὰς πέδας ἀνέθηκαν, καὶ ἀπὸ τούτου +πεδήτης +ὁ οἶκος ὠνομάσθη.

+
+
+

+διὰ τί παρὰ Κῴοις ὁ τοῦ Ἡρακλέους ἱερεὺς ἐν Ἀντιμαχείᾳ γυναικείαν ἐνδεδυμένος + ἐσθῆτα καὶ τὴν κεφαλὴν ἀναδούμενος μίτρᾳ +κατάρχεται τῆς θυσίας; +

+

Ἡρακλῆς ταῖς ἓξ ναυσὶν ἀπὸ Τροίας ἀναχθεὶς ἐχειμάσθη, καὶ τῶν ἄλλων +ἄλλων E. Capps: νεῶν. διαφθαρεισῶν μιᾷ μόνῃ πρὸς τὴν Κῶν ὑπὸ τοῦ πνεύματος ἐλαυνόμενος ἐξέπεσε κατὰ τὸν Λακητῆρα καλούμενον, οὐδὲν + ἄλλο περισώσας ἢ τὰ ὅπλα καὶ τοὺς ἄνδρας. +ἐντυχὼν δὲ προβάτοις ᾔτει κριὸν ἕνα παρὰ τοῦ νέμοντος· ὁ δʼ ἄνθρωπος ἐκαλεῖτο μὲν Ἀνταγόρας, ἀκμάζων δὲ τῇ ῥώμῃ τοῦ σώματος ἐκέλευσεν αὑτῷ +αὑτῷ Dübner: αὐτῷ. διαπαλαῖσαι τὸν Ἡρακλέα, κἂν καταβάλῃ, τὸν κριὸν φέρεσθαι. καὶ συμπεσόντος αὐτῷ τοῦ Ἡρακλέους ἐς χεῖρας, οἱ Μέροπες τῷ Ἀνταγόρᾳ παραβοηθοῦντες, οἱ δὲ Ἕλληνες τῷ Ἡρακλεῖ, μάχην καρτερὰν συνῆψαν, ἐν ᾗ λέγεται τῷ πλήθει +καταπονούμενος ὁ Ἡρακλῆς καταφυγεῖν πρὸς γυναῖκα +Θρᾷτταν καὶ διαλαθεῖν ἐσθῆτι γυναικείᾳ +κατακρύψας ἑαυτόν. ἐπεὶ δὲ τῶν Μερόπων αὖθις κρατήσας καὶ καθαρθεὶς ἐγάμει τὴν Χαλκιοπήν, +Χαλκιόπην Wyttenbach, from Apollodorus, Bibliotheca, ii. 7. 8: Ἀλκιόπου. ἀνέλαβε στολὴν ἀνθίνην. διὸ θύει μὲν ὁ ἱερεὺς ὅπου τὴν μάχην συνέβη γενέσθαι, τὰς δὲ νύμφας +οἱ γαμοῦντες δεξιοῦνται γυναικείαν στολὴν περιθέμενοι.

+
+
+

+πόθεν ἐν Μεγάροις γένος ἁμαξοκυλιστῶν; +

+

+ἐπὶ τῆς ἀκολάστου δημοκρατίας, ἣ καὶ τὴν παλιντοκίαν ἐποίησε καὶ τὴν ἱεροσυλίαν, ἐπορεύετο θεωρία Πελοποννησίων εἰς Δελφοὺς διὰ τῆς + +Μεγαρικῆς καὶ κατηυλίσθησαν +κατηυλίσθησαν Wyttenbach: κατεκυλίσθησαν. ἐν Αἰγείροις παρὰ τὴν λίμνην μετὰ παίδων καὶ γυναικῶν ὡς ἔτυχεν ἐν ταῖς ἁμάξαις. τῶν δὲ Μεγαρέων οἱ θρασύτατοι μεθυσθέντες, ὕβρει καὶ ὠμότητι τὰς ἁμάξας ἀνακυλίσαντες εἰς τὴν λίμνην ἐνεώσαντο, ὥστε πολλοὺς ἀποπνιγῆναι τῶν θεωρῶν. οἱ μὲν +οὖν Μεγαρεῖς διʼ ἀταξίαν τῆς πολιτείας ἠμέλησαν τοῦ ἀδικήματος, οἱ δὲ Ἀμφικτύονες, ἱερᾶς τῆς θεωρίας οὔσης, ἐπιστραφέντες τοὺς μὲν φυγῇ τοὺς δὲ θανάτῳ τῶν ἐναγῶν ἐζημίωσαν. οἱ δὲ ἀπὸ τοῦ γένους ἁμαξοκυλισταί +προσηγορεύθησαν.

+
+
+ +
+
\ No newline at end of file From 361ebb6b014331d009e68cc2f99a701d6ebb18ce Mon Sep 17 00:00:00 2001 From: Lisa Cerrato Date: Mon, 16 Sep 2019 14:10:35 -0400 Subject: [PATCH 2/2] Update tlg0007.tlg084b.perseus-grc3.xml --- data/tlg0007/tlg084b/tlg0007.tlg084b.perseus-grc3.xml | 10 ++++------ 1 file changed, 4 insertions(+), 6 deletions(-) diff --git a/data/tlg0007/tlg084b/tlg0007.tlg084b.perseus-grc3.xml b/data/tlg0007/tlg084b/tlg0007.tlg084b.perseus-grc3.xml index eaf59e49d..847e6e2eb 100644 --- a/data/tlg0007/tlg084b/tlg0007.tlg084b.perseus-grc3.xml +++ b/data/tlg0007/tlg084b/tlg0007.tlg084b.perseus-grc3.xml @@ -7,7 +7,7 @@ schematypens="http://relaxng.org/ns/structure/1.0"?> Αἴτια Ἑλληνικά Plutarch -Frank Cole Babbitt +Frank Cole Babbitt Perseus Project, Tufts University Gregory Crane @@ -54,14 +54,12 @@ schematypens="http://relaxng.org/ns/structure/1.0"?>

Text encoded in accordance with the latest EpiDoc standards

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture

- +

This pointer pattern extracts sections

- + @@ -1176,4 +1174,4 @@ schematypens="http://relaxng.org/ns/structure/1.0"?> - \ No newline at end of file +